§1.27.1κεῖται δὲ ἐν τῷ ναῷ τῆς Πολιάδος Ἑρμῆς ξύλου, Κέκροπος εἶναι λεγόμενον ἀνάθημα, ὑπὸ κλάδων μυρσίνης οὐ σύνοπτον.
在波利亚斯的神殿里,放着一尊木制的赫耳墨斯像,据说这是凯克洛普斯的奉纳物,因香桃木枝遮挡而不易看见。
ἀναθήματα δὲ ὁπόσα ἄξια λόγου, τῶν μὲν ἀρχαίων δίφρος ὀκλαδίας ἐστὶ Δαιδάλου ποίημα, λάφυρα δὲ ἀπὸ Μήδων Μασιστίου θώραξ, ὃς εἶχεν ἐν Πλαταιαῖς τὴν ἡγεμονίαν τῆς ἵππου, καὶ ἀκινάκης Μαρδονίου λεγόμενος εἶναι.
在值得一提的奉纳物中,古代的有达达罗斯制作的折叠椅;而来自波斯人的战利品中,有在普拉塔亚指挥骑兵的马西斯提乌斯的胸甲,以及据说属于马尔多尼乌斯的阿客那刻斯(短剑)。
Μασίστιον μὲν δὴ τελευτήσαντα ὑπὸ τῶν Ἀθηναίων οἶδα ἱππέων· Μαρδονίου δὲ μαχεσαμένου Λακεδαιμονίοις ἐναντία καὶ ὑπὸ ἀνδρὸς Σπαρτιάτου πεσόντος οὐδʼ ἂν ὑπεδέξαντο ἀρχὴν οὐδὲ ἴσως Ἀθηναίοις παρῆκαν φέρεσθαι Λακεδαιμόνιοι τὸν ἀκινάκην.
至于马西斯提乌斯死于雅典骑兵之手,我是知道的;但既然马尔多尼乌斯是对抗拉刻代蒙人作战并被斯巴达人击杀,拉刻代蒙人起初根本不会接受它,或许也不会允许雅典人带走这柄短剑。
§1.27.2περὶ δὲ τῆς ἐλαίας οὐδὲν ἔχουσιν ἄλλο εἰπεῖν ἢ τῇ θεῷ μαρτύριον γενέσθαι τοῦτο ἐς τὸν ἀγῶνα τὸν ἐπὶ τῇ χώρᾳ·
关于那棵橄榄树,除了它是女神在争夺土地的斗争中的见证之外,他们没有别的话可说。
λέγουσι δὲ καὶ τάδε, κατακαυθῆναι μὲν τὴν ἐλαίαν, ἡνίκα ὁ Μῆδος τὴν πόλιν ἐνέπρησεν Ἀθηναίοις, κατακαυθεῖσαν δὲ αὐθημερὸν ὅσον τε ἐπὶ δύο βλαστῆσαι πήχεις.
他们还说了这样的话:当波斯人烧毁雅典人的城市时,那棵橄榄树也被烧毁了,但在被烧毁的同一天,它又长出了约两肘高的嫩芽。
τῷ ναῷ δὲ τῆς Ἀθηνᾶς Πανδρόσου ναὸς συνεχής ἐστι· καὶ ἔστι Πάνδροσος ἐς τὴν παρακαταθήκην ἀναίτιος τῶν ἀδελφῶν μόνη.
与雅典娜神殿相邻的是潘德罗索斯神殿;在姐妹之中,唯有潘德罗索斯在保管托付之物上是没有过失的。
§1.27.3ἃ δέ μοι θαυμάσαι μάλιστα παρέσχεν, ἔστι μὲν οὐκ ἐς ἅπαντας γνώριμα, γράψω δὲ οἷα συμβαίνει.
而最令我惊奇的事,并非人人知晓,但我会写下发生的情况。
παρθένοι δύο τοῦ ναοῦ τῆς Πολιάδος οἰκοῦσιν οὐ πόρρω, καλοῦσι δὲ Ἀθηναῖοι σφᾶς ἀρρηφόρους· αὗται χρόνον μέν τινα δίαιταν ἔχουσι παρὰ τῇ θεῷ, παραγενομένης δὲ τῆς ἑορτῆς δρῶσιν ἐν νυκτὶ τοιάδε.
在波利亚斯神殿不远处住着两位少女,雅典人称她们为“阿勒福洛伊”;她们在女神身边生活一段时期,当节日到来时,她们在夜间进行如下仪式。
ἀναθεῖσαί σφισιν ἐπὶ τὰς κεφαλὰς ἃ ἡ τῆς Ἀθηνᾶς ἱέρεια δίδωσι φέρειν, οὔτε ἡ διδοῦσα ὁποῖόν τι δίδωσιν εἰδυῖα οὔτε ταῖς φερούσαις ἐπισταμέναις—ἔστι δὲ περίβολος ἐν τῇ πόλει τῆς καλουμένης ἐν Κήποις Ἀφροδίτης οὐ πόρρω καὶ διʼ αὐτοῦ κάθοδος ὑπόγαιος αὐτομάτη—, ταύτῃ κατίασιν αἱ παρθένοι.
她们将雅典娜女祭司交给她们携带的东西顶在头上——给予者不知道自己给的是什么,携带者也一无所知——在不远处城市里有被称为“花园中”的阿佛洛狄忒的围墙,其中有一条天然的地下通道,少女们便从这里下去。
κάτω μὲν δὴ τὰ φερόμενα λείπουσιν, λαβοῦσαι δὲ ἄλλο τι κομίζουσιν ἐγκεκαλυμμένον· καὶ τὰς μὲν ἀφιᾶσιν ἤδη τὸ ἐντεῦθεν, ἑτέρας δὲ ἐς τὴν ἀκρόπολιν παρθένους ἄγουσιν ἀντʼ αὐτῶν.
在下面她们留下所携带的东西,并拿取另一件蒙着的东西带回来;此后她们便被遣散,而他们会带其他少女到阿克罗波利斯来替代她们。
§1.27.4πρὸς δὲ τῷ ναῷ τῆς Ἀθηνᾶς ἔστι μὲν †εὐήρις πρεσβῦτις ὅσον τε πήχεος μάλιστα, φαμένη διάκονος εἶναι Λυσιμάχης, ἔστι δὲ ἀγάλματα μεγάλα χαλκοῦ διεστῶτες ἄνδρες ἐς μάχην· καὶ τὸν μὲν Ἐρεχθέα καλοῦσι, τὸν δὲ Εὔμολπον· καίτοι λέληθέ γε οὐδὲ Ἀθηναίων ὅσοι τὰ ἀρχαῖα ἴσασιν, Ἰμμάραδον εἶναι παῖδα Εὐμόλπου τοῦτον τὸν ἀποθανόντα ὑπὸ Ἐρεχθέως.
在雅典娜神殿旁,有一尊高约一肘的†……老妇人像,她自称是留西马科的仆人,还有几尊巨大的青铜像,是两个在战斗中对峙的男人;一个被称为厄瑞克忒斯,另一个被称为尤摩尔波斯;然而,凡是了解古代史的雅典人,都不会不知道这个被厄瑞克忒斯杀死的人,实际上是尤摩尔波斯之子因马拉多斯。
§1.27.5ἐπὶ δὲ τοῦ βάθρου καὶ ἀνδριάντες εἰσὶ Θεαίνετος ὃς ἐμαντεύετο Τολμίδῃ καὶ αὐτὸς Τολμίδης, ὃς Ἀθηναίων ναυσὶν ἡγούμενος ἄλλους τε ἐκάκωσε καὶ Πελοποννησίων τὴν χώραν ὅσοι νέμονται τὴν παραλίαν, καὶ Λακεδαιμονίων ἐπὶ Γυθίῳ τὰ νεώρια ἐνέπρησε καὶ τῶν περιοίκων Βοιὰς εἷλε καὶ τὴν Κυθηρίων νῆσον· ἐς δὲ τὴν Σικυωνίαν ποιησάμενος ἀπόβασιν, ὥς οἱ δῃοῦντι τὴν γῆν ἐς μάχην κατέστησαν, τρεψάμενος σφᾶς κατεδίωξε πρὸς τὴν πόλιν.
在台座上,还有为托尔米德斯占卜的塞艾内托斯的雕像,以及托尔米德斯本人,他率领雅典人的船只,不仅侵扰了其他地方,还侵扰了居住在沿海一带的伯罗奔尼撒人的土地,并在吉提翁烧毁了拉刻代蒙人的船坞,占领了周边居民的博亚埃以及基瑟拉人的岛屿;他在西库翁领地登陆后,当他正在蹂躏土地时,西库翁人与他交战,他击溃了他们并一直追击到城下。
ὕστερον δὲ ὡς ἐπανῆλθεν ἐς Ἀθήνας, ἐσήγαγε μὲν ἐς Εὔβοιαν καὶ Νάξον Ἀθηναίων κληρούχους, ἐσέβαλε δὲ ἐς Βοιωτοὺς στρατῷ· πορθήσας δὲ τῆς γῆς τὴν πολλὴν καὶ παραστησάμενος πολιορκίᾳ Χαιρώνειαν, ὡς ἐς τὴν Ἀλιαρτίαν προῆλθεν, αὐτός τε μαχόμενος ἀπέθανε καὶ τὸ πᾶν ἤδη στράτευμα ἡττᾶτο.
后来,当他回到雅典,他将雅典的殖民者引入欧波亚和纳克索斯,并率军入侵波奥蒂亚人;在掠夺了大部分土地并通过包围使凯罗尼亚屈服后,当他前进到哈利亚尔提亚时,他本人在战斗中阵亡,整个军队随即溃败。
τὰ μὲν ἐς Τολμίδην τοιαῦτα ἐπυνθανόμην ὄντα, ἔστι δὲ Ἀθηνᾶς ἀγάλματα
关于托尔米德斯的事迹,我所了解到的情况就是这样,此外还有雅典娜的雕像……