§1.26.1χρόνῳ δὲ ὕστερον ἄνδρας ἐσῆλθεν οὐ πολλοὺς μνήμη τε προγόνων καὶ ἐς οἵαν μεταβολὴν τὸ ἀξίωμα ἥκοι τῶν Ἀθηναίων, αὐτίκα τε ὡς εἶχον αἱροῦνται στρατηγὸν Ὀλυμπιόδωρον.
后来,少数人的心中涌起了对先祖的记忆,并想到雅典人的威望已经落到了何等变化的境地,他们便立刻在当时的情况下选举奥林匹奥多罗斯为将军。
ὁ δὲ σφᾶς ἐπὶ τοὺς Μακεδόνας ἦγε καὶ γέροντας καὶ μειράκια ὁμοίως, προθυμίᾳ πλέον ἢ ῥώμῃ κατορθοῦσθαι τὰ ἐς πόλεμον ἐλπίζων· ἐπεξελθόντας δὲ τοὺς Μακεδόνας μάχῃ τε ἐκράτησε καὶ φυγόντων ἐς τὸ Μουσεῖον τὸ χωρίον εἷλεν.
他率领他们对抗马其顿人,老人和青年都一样,他指望战争中的事务靠热忱比靠力量更能成功;他击败了出击的马其顿人,并在他们逃往姆塞翁时占领了该地。
§1.26.2Ἀθῆναι μὲν οὕτως ἀπὸ Μακεδόνων ἠλευθερώθησαν, Ἀθηναίων δὲ πάντων ἀγωνισαμένων ἀξίως λόγου Λεώκριτος μάλιστα ὁ Πρωτάρχου λέγεται τόλμῃ χρήσασθαι πρὸς τὸ ἔργον· πρῶτος μὲν γὰρ ἐπὶ τὸ τεῖχος ἀνέβη, πρῶτος δὲ ἐς τὸ Μουσεῖον ἐσήλατο, καί οἱ πεσόντι ἐν τῇ μάχῃ τιμαὶ παρʼ Ἀθηναίων καὶ ἄλλαι γεγόνασι καὶ τὴν ἀσπίδα ἀνέθεσαν τῷ Διὶ τῷ Ἐλευθερίῳ, τὸ ὄνομα τοῦ Λεωκρίτου καὶ τὸ κατόρθωμα ἐπιγράψαντες.
雅典就这样从马其顿人的统治下解放了出来。 在所有雅典人都进行了值得称道的战斗中,据说普罗塔尔科斯之子莱奥克里托斯在这次行动中表现得最为勇敢;因为他是第一个登上城壁的人,也是第一个跳进姆塞翁的人,对于在战斗中牺牲的他,雅典人还给予了其他荣誉,并将他的盾牌奉纳给自由之宙斯,上面刻着莱奥克里托斯的名字和功绩。
§1.26.3Ὀλυμπιοδώρῳ δὲ τόδε μέν ἐστιν ἔργον μέγιστον χωρὶς τούτων ὧν ἔπραξε Πειραιᾶ καὶ Μουνυχίαν ἀνασωσάμενος· ποιουμένων δὲ Μακεδόνων καταδρομὴν ἐς Ἐλευσῖνα Ἐλευσινίους συντάξας ἐνίκα τοὺς Μακεδόνας.
对奥林匹奥多罗斯来说,除了他通过收复比雷埃夫斯和慕尼基亚所做的事情之外,这是他最大的功绩;在马其顿人入侵埃勒乌西斯时,他组织了埃勒乌西斯人并击败了马其顿人。
πρότερον δὲ ἔτι τούτων ἐσβαλόντος ἐς τὴν Ἀττικὴν Κασσάνδρου πλεύσας Ὀλυμπιόδωρος ἐς Αἰτωλίαν βοηθεῖν Αἰτωλοὺς ἔπεισε, καὶ τὸ συμμαχικὸν τοῦτο ἐγένετο Ἀθηναίοις αἴτιον μάλιστα διαφυγεῖν τὸν Κασσάνδρου πόλεμον.
在这之前,当卡桑德入侵阿提卡时,奥林匹奥多罗斯乘船前往埃托利亚,说服埃托利亚人前来援助,而这一同盟成为雅典人得以逃脱卡桑德战争的最主要原因。
Ὀλυμπιοδώρῳ δὲ τοῦτο μὲν ἐν Ἀθήναις εἰσὶν ἔν τε ἀκροπόλει καὶ ἐν πρυτανείῳ τιμαί, τοῦτο δὲ ἐν Ἐλευσῖνι γραφή· καὶ Φωκέων οἱ Ἐλάτειαν ἔχοντες χαλκοῦν Ὀλυμπιόδωρον ἐν Δελφοῖς ἀνέθεσαν, ὅτι καὶ τούτοις ἤμυνεν ἀποστᾶσι Κασσάνδρου.
对于奥林匹奥多罗斯,雅典在阿克罗波利斯和市政厅(普鲁塔内翁)都有荣誉,在埃勒乌西斯有一幅画像;而占领埃拉泰亚的福基斯人在德尔斐奉纳了一尊青铜的奥林匹奥多罗斯像,因为他在他们背叛卡桑德时也曾援助过他们。
§1.26.4τῆς δὲ εἰκόνος πλησίον τῆς Ὀλυμπιοδώρου χαλκοῦν Ἀρτέμιδος ἄγαλμα ἔστηκεν ἐπίκλησιν Λευκοφρύνης, ἀνέθεσαν δὲ οἱ παῖδες οἱ Θεμιστοκλέους· Μάγνητες γάρ, ὧν ἦρχε Θεμιστοκλῆς λαβὼν παρὰ βασιλέως, Λευκοφρύνην Ἄρτεμιν ἄγουσιν ἐν τιμῇ.
在奥林匹奥多罗斯雕像的附近,立着一尊青铜的、被称为勒乌科普律涅的阿耳忒弥斯雕像,这是特米斯特克勒斯的孩子们奉纳的;因为特米斯特克勒斯从国王那里获得并统治的马格内西亚人,对勒乌科普律涅·阿耳忒弥斯非常崇敬。
δεῖ δέ με ἀφικέσθαι τοῦ λόγου πρόσω, πάντα ὁμοίως ἐπεξιόντα τὰ Ἑλληνικά.
但我必须继续深入我的论述,同样详细地叙述所有希腊人的事情。
Ἔνδοιος ἦν γένος μὲν Ἀθηναῖος, Δαιδάλου δὲ μαθητής, ὃς καὶ φεύγοντι Δαιδάλῳ διὰ τὸν Κάλω θάνατον ἐπηκολούθησεν ἐς Κρήτην· τούτου καθήμενόν ἐστιν Ἀθηνᾶς ἄγαλμα, ἐπίγραμμα ἔχον ὡς Καλλίας μὲν ἀναθείη, ποιήσειε δὲ Ἔνδοιος.
恩多伊奥斯出生于雅典,是代达罗斯的弟子,在代达罗斯因卡洛斯之死而逃亡时,他也随之去了克里特;这里有一尊由他制作的坐着的雅典娜雕像,上面有碑文,写着由卡里亚斯奉纳,恩多伊奥斯制作。
§1.26.5—ἔστι δὲ καὶ οἴκημα Ἐρέχθειον καλούμενον· πρὸ δὲ τῆς ἐσόδου Διός ἐστι βωμὸς Ὑπάτου, ἔνθα ἔμψυχον θύουσιν οὐδέν, πέμματα δὲ θέντες οὐδὲν ἔτι οἴνῳ χρήσασθαι νομίζουσιν.
还有一个被称为厄瑞克忒翁的建筑;在入口前有至高之宙斯的祭坛,那里不奉献任何有生命的东西,但在献上糕点后,便不再使用任何酒类。
ἐσελθοῦσι δέ εἰσι βωμοί, Ποσειδῶνος, ἐφʼ οὗ καὶ Ἐρεχθεῖ θύουσιν ἔκ του μαντεύματος, καὶ ἥρωος Βούτου, τρίτος δὲ Ἡφαίστου· γραφαὶ δὲ ἐπὶ τῶν τοίχων τοῦ γένους εἰσὶ τοῦ Βαυταδῶν καὶ—διπλοῦν γάρ ἐστι τὸ οἴκημα— ὕδωρ ἐστὶν ἔνδον θαλάσσιον ἐν φρέατι.
对于进入的人来说,这里有几个祭坛:一个是波塞冬的,根据神谕他们也在上面向厄瑞克忒斯祭祀,一个是英雄布特斯的,第三个是赫菲斯托斯的;墙上有布塔代家族的画像,而且——因为这座建筑是双层的——在里面的井里有海水。
τοῦτο μὲν θαῦμα οὐ μέγα· καὶ γὰρ ὅσοι μεσόγαιαν οἰκοῦσιν, ἄλλοις τε ἔστι καὶ Καρσὶν Ἀφροδισιεῦσιν· ἀλλὰ τόδε τὸ φρέαρ ἐς συγγραφὴν παρέχεται κυμάτων ἦχον ἐπὶ νότῳ πνεύσαντι.
这并不是什么奇迹;因为即使在居住在内陆的人中,其他人和阿佛洛狄西亚的卡里亚人也有这样的海水;但这口井在南风吹拂时,会发出波涛的声音供人记述。
καὶ τριαίνης ἐστὶν ἐν τῇ πέτρᾳ σχῆμα· ταῦτα δὲ λέγεται Ποσειδῶνι μαρτύρια ἐς τὴν ἀμφισβήτησιν τῆς χώρας φανῆναι.
岩石上还有三叉戟的形状;据说这些是作为波塞冬在争夺土地时的证物而显现的。
§1.26.6ἱερὰ μὲν τῆς Ἀθηνᾶς ἐστιν ἥ τε ἄλλη πόλις καὶ ἡ πᾶσα ὁμοίως γῆ—καὶ γὰρ ὅσοις θεοὺς καθέστηκεν ἄλλους ἐν τοῖς δήμοις σέβειν, οὐδέν τι ἧσσον τὴν Ἀθηνᾶν ἄγουσιν ἐν τιμῇ—, τὸ δὲ ἁγιώτατον ἐν κοινῷ πολλοῖς πρότερον νομισθὲν ἔτεσιν ἢ συνῆλθον ἀπὸ τῶν δήμων ἐστὶν Ἀθηνᾶς ἄγαλμα ἐν τῇ νῦν ἀκροπόλει, τότε δὲ ὀνομαζομένῃ πόλει· φήμη δὲ ἐς αὐτὸ ἔχει πεσεῖν ἐκ τοῦ οὐρανοῦ.
无论是城市的其余部分,还是整个土地,都同样属于雅典娜的圣地;因为即使是在各区中规定崇拜其他神明的人,也同样尊崇雅典娜。 但在他们从各区聚集在一起的许多年前,被共同认为最神圣的,是现在被称为阿克罗波利斯、而当时被称为城市的那个地方的雅典娜雕像;传说它是从天上掉下来的。
καὶ τοῦτο μὲν οὐκ ἐπέξειμι εἴτε οὕτως εἴτε ἄλλως ἔχει, λύχνον δὲ τῇ θεῷ χρυσοῦν Καλλίμαχος ἐποίησεν·
关于这事是真是假,我不作进一步详述,但卡尔马科斯为女神制作了一盏金灯。
§1.26.7ἐμπλήσαντες δὲ ἐλαίου τὸν λύχνον τὴν αὐτὴν τοῦ μέλλοντος ἔτους ἀναμένουσιν ἡμέραν, ἔλαιον δὲ ἐκεῖνο τὸν μεταξὺ ἐπαρκεῖ χρόνον τῷ λύχνῳ κατὰ τὰ αὐτὰ ἐν ἡμέρᾳ καὶ νυκτὶ φαίνοντι.
人们给灯注满油后,便等待来年的同一天,而那油足够这盏灯在期间的岁月中,于白天和黑夜同样发光。
καί οἱ λίνου Καρπασίου θρυαλλὶς ἔνεστιν, ὃ δὴ πυρὶ λίνων μόνον οὐκ ἔστιν ἁλώσιμον· φοῖνιξ δὲ ὑπὲρ τοῦ λύχνου χαλκοῦς ἀνήκων ἐς τὸν ὄροφον ἀνασπᾷ τὴν ἀτμίδα.
灯里有一根卡尔帕索斯亚麻的灯芯,这是唯一不被火烧毁的亚麻;灯上方有一棵伸到屋顶的青铜椰子树,将烟雾吸上去。
ὁ δὲ Καλλίμαχος ὁ τὸν λύχνον ποιήσας, ἀποδέων τῶν πρώτων ἐς αὐτὴν τὴν τέχνην, οὕτω σοφίᾳ πάντων ἐστὶν ἄριστος ὥστε καὶ λίθους πρῶτος ἐτρύπησε καὶ ὄνομα ἔθετο κατατηξίτεχνον, ἢ θεμένων ἄλλων κατέστησεν ἐφʼ αὑτῷ.
制作这盏灯的卡尔马科斯,虽然在手艺本身上逊色于最顶尖的大师,但在创意上却是所有人中最出色的,以至于他也是第一个在石头上钻孔的人,并自称“销蚀艺术者”(或在别人给他起名后,自己接受了这个名字)。