§1.23.1Ἕλληνες δὲ ἄλλα τε λέγουσι καὶ ἄνδρας ἑπτὰ γενέσθαι σοφούς.
ギリシア人は他のことも言っているが、知者たちが七人いたとも言っている。
τούτων καὶ τὸν Λέσβιον τύραννον καὶ Περίανδρον εἶναί φασι τὸν Κυψέλου·
彼らのうちには、レスボスの僭主とキプセロスの子ペリアンドロスも含まれると人々は言っている。
καίτοι Περιάνδρου Πεισίστρατος καὶ ὁ παῖς Ἱππίας φιλάνθρωποι μᾶλλον καὶ σοφώτεροι τά τε πολεμικὰ ἦσαν καὶ ὅσα ἧκεν ἐς κόσμον τῶν πολιτῶν, ἐς ὃ διὰ τὸν Ἱππάρχου θάνατον Ἱππίας ἄλλα τε ἐχρήσατο θυμῷ καὶ ἐς γυναῖκα ὄνομα Λέαιναν.
しかしながら、ペリアンドロスに比べてペイシストラトスとその子ヒッピアスの方が、戦争に関することにおいても、市民の秩序に関することすべてにおいても、より人間味があり、より賢明であったが、ヒッパルコスが死んだためにヒッピアスが激怒して他の非道な手段に訴え、レアアイナという名の女性に対してもそうするに至るまではそうであった。
§1.23.2ταύτην γάρ, ἐπεί τε ἀπέθανεν Ἵππαρχος, —λέγω δὲ οὐκ ἐς συγγραφὴν πρότερον ἥκοντα, πιστὰ δὲ ἄλλως Ἀθηναίων τοῖς πολλοῖς—Ἱππίας εἶχεν ἐν αἰκίᾳ ἐς ὃ διέφθειρεν, οἷα ἑταίραν Ἀριστογείτονος ἐπιστάμενος οὖσαν καὶ τὸ βούλευμα οὐδαμῶς ἀγνοῆσαι δοξάζων·
というのも、ヒッピアスは、ヒッパルコスが死んだ後に彼女を死に至るまで拷問にかけたからである(以前に歴史書に記録されてはいないが、それ以外ではアテナイ人の大多数によって信じられていることを私は語っているのであるが)。 彼は、彼女がアリストゲイトンの愛人であることを知っており、彼らの計画を彼女が知らないはずがないと考えたからである。
ἀντὶ δὲ τούτων, ἐπεὶ τυραννίδος ἐπαύθησαν οἱ Πεισιστρατίδαι, χαλκῆ λέαινα Ἀθηναίοις ἐστὶν ἐς μνήμην τῆς γυναικός, παρὰ δὲ αὐτὴν ἄγαλμα Ἀφροδίτης, ὃ Καλλίου τέ φασιν ἀνάθημα εἶναι καὶ ἔργον Καλάμιδος.
これに対する報いとして、ペイシストラトスの一族が僭主政治から放逐されたとき、アテナイ人によってその女性の記念のためにブロンズの雌ライオン像が建てられたが、その傍らにはアプロディテの像があり、それはカリアスの献納物でありカラミスの作品であると言われている。
§1.23.3πλησίον δέ ἐστι Διιτρέφους χαλκοῦς ἀνδριὰς ὀιστοῖς βεβλημένος.
その近くには、矢を射かけられたディイトレペスのブロンズ像がある。
οὗτος ὁ Διιτρέφης ἄλλα τε ἔπραξεν ὁπόσα λέγουσιν Ἀθηναῖοι καὶ Θρᾷκας μισθωτοὺς ἀφικομένους ὕστερον ἢ Δημοσθένης ἐς Συρακούσας ἐξέπλευσε, τούτους ὡς ὑστέρησαν ὁ Διιτρέφης ἀπῆγεν ὀπίσω.
このディイトレペスは、アテナイ人が語るような他のさまざまなことを行ったが、デモステネスがシラクサに向けて出帆した後に到着したトラキア人の傭兵たちを、彼らが遅すぎたために、ディイトレペスが連れ戻した。
καὶ δὴ κατὰ τὸν Χαλκιδικὸν ἔσχεν Εὔριπον, ἔνθα Βοιωτῶν ἐν μεσογαίᾳ πόλις Μυκαλησσὸς ἦν·
そして彼はカルキス近くのエウリポス海峡に立ち寄り、そこにはボイオティアの内陸の町ミュカレッソスがあった。
ταύτην ἐπαναβὰς ἐκ θαλάσσης ὁ Λιιτρέφης εἷλε.
リイトレペスは海から進撃して、この町を攻略した。
Μυκαλησσίων δὲ οὐ μόνον τὸ μάχιμον οἱ Θρᾷκες ἀλλὰ καὶ γυναῖκας ἐφόνευσαν καὶ παῖδας.
トラキア人たちはミュカレッソス人の戦闘員だけでなく、女性や子供までも虐殺した。
μαρτυρεῖ δέ μοι·
これは私の主張を証明している。
Βοιωτῶν γὰρ ὅσους ἀνέστησαν Θηβαῖοι, ᾠκοῦντο αἱ πόλεις ἐπʼ ἐμοῦ, διαφυγόντων ὑπὸ τὴν ἅλωσιν τῶν ἀνθρώπων·
テーバイ人によって滅ぼされたボイオティアの都市のうち、攻略の際に人々が逃げ延びた都市は私の時代にも人が住んでいるからである。
εἰ δὲ καὶ Μυκαλησσίοις οἱ βάρβαροι μὴ πᾶσιν ἀποκτείναντες ἐπεξῆλθον, ὕστερον ἂν τὴν πόλιν ἀπέλαβον οἱ λειφθέντες.
もしその異民族たちがミュカレッソス人全員を殺害し尽くしたのでなかったなら、後に生存者たちがその町を取り戻していたであろう。
§1.23.4τοσοῦτον μὲν παρέστη μοι θαῦμα ἐς τὴν εἰκόνα τοῦ Διιτρέφους, ὅτι ὀιστοῖς ἐβέβλητο, Ἕλλησιν ὅτι μὴ Κρησὶν οὐκ ἐπιχώριον ὂν τοξεύειν·
ディイトレペスの像に関して、彼が矢で射抜かれていたことは、私にとってそれほどの驚きをもたらした。 なぜなら、クレタ人を除いて、ギリシア人にとって弓を射ることは一般的ではなかったからである。
Λοκροὺς γὰρ τοὺς Ὀπουντίους ὁπλιτεύοντας ἤδη κατὰ τὰ Μηδικὰ ἴσμεν, οὓς Ὅμηρος ἐποίησεν ὡς φερόμενοι τόξα καὶ σφενδόνας ἐς Ἴλιον ἔλθοιεν·
オプスのロクリス人がペルシア戦争の時代にはすでに重装歩兵として従軍していたことを我々は知っているが、ホメロスは彼らが弓や石投げ器を携えてイリオンへ行ったと詩に詠んでいる。
οὐ μὴν οὐδὲ Μαλιεῦσι παρέμεινε μελέτη τῶν τόξων, δοκῶ δὲ οὔτε πρότερον ἐπίστασθαι σφᾶς πρὶν ἢ Φιλοκτήτην, παύσασθαί τε οὐ διὰ μακροῦ·
さらに、マリエウス人の間でも弓の修練は維持されず、彼らはフィロクテテス以前には弓を知らず、その後も間もなくやめてしまったと私は思っている。
τοῦ δὲ Διιτρέφους πλησίον—τὰς γὰρ εἰκόνας τὰς ἀφανεστέρας γράφειν οὐκ ἐθέλω—θεῶν ἀγάλματά ἐστιν Ὑγείας τε, ἣν Ἀσκληπιοῦ παῖδα εἶναι λέγουσι, καὶ Ἀθηνᾶς ἐπίκλησιν καὶ ταύτης Ὑγείας.
ディイトレペスの近くには(それほど有名でない肖像について私は記述したくないのだが)、神々の像があり、アスクレピオスの娘と言われるヒュギエイアの像と、同じくヒュギエイアの称号を持つアテナの像である。
§1.23.5ἔστι δὲ λίθος οὐ μέγας, ἀλλʼ ὅσον καθίζεσθαι μικρὸν ἄνδρα·
そこには大きくはないが、小柄な男が座るほどの大きさの石がある。
ἐπὶ τούτῳ λέγουσιν, ἡνίκα Διόνυσος ἦλθεν ἐς τὴν γῆν, ἀναπαύσασθαι τὸν Σιληνόν.
その石の上で、ディオニュソスがこの地にやって来たときに、シレノスが休息をとったと言われている。
τοὺς γὰρ ἡλικίᾳ τῶν Σατύρων προήκοντας ὀνομάζουσι Σιληνούς·
サテュロスたちのうちで年齢が進んだ者たちを、人々はシレノスと呼ぶからである。
περὶ δὲ Σατύρων, οἵτινές εἰσιν, ἑτέρου πλέον ἐθέλων ἐπίστασθαι πολλοῖς αὐτῶν τούτων ἕνεκα ἐς λόγους ἦλθον.
サテュロスたちがどのような存在であるかについて、誰よりも知りたいと望んだ私は、まさにこの事のために多くの人々との対話に臨んだ。
ἔφη δὲ Εὔφημος Κὰρ ἀνὴρ πλέων ἐς Ἰταλίαν ἁμαρτεῖν ὑπὸ ἀνέμων τοῦ πλοῦ καὶ ἐς τὴν ἔξω θάλασσαν, ἐς ἣν οὐκέτι πλέουσιν, ἐξενεχθῆναι.
カリア人のエウペモスという男が語るには、イタリアへと航海していた際、風によって針路を誤り、もはや航海されることのない外海へと流されたという。
νήσους δὲ εἶναι μὲν ἔλεγεν ἐρήμους πολλάς, ἐν δὲ ἄλλαις οἰκεῖν ἄνδρας ἀγρίους·
そこには多くの無人島があるが、他の島々には野蛮な男たちが住んでいると彼は言っていた。