§1.23.1Ἕλληνες δὲ ἄλλα τε λέγουσι καὶ ἄνδρας ἑπτὰ γενέσθαι σοφούς.
希腊人不仅说其他事情,还说有七位贤人。
τούτων καὶ τὸν Λέσβιον τύραννον καὶ Περίανδρον εἶναί φασι τὸν Κυψέλου· καίτοι Περιάνδρου Πεισίστρατος καὶ ὁ παῖς Ἱππίας φιλάνθρωποι μᾶλλον καὶ σοφώτεροι τά τε πολεμικὰ ἦσαν καὶ ὅσα ἧκεν ἐς κόσμον τῶν πολιτῶν, ἐς ὃ διὰ τὸν Ἱππάρχου θάνατον Ἱππίας ἄλλα τε ἐχρήσατο θυμῷ καὶ ἐς γυναῖκα ὄνομα Λέαιναν.
他们说,在这些人中包括莱斯博斯的僭主和塞普塞路斯之子佩里安德;然而,与佩里安德相比,庇西特拉图和他的儿子希庇亚斯在军事事务以及所有涉及公民秩序的事情上都更具人情味且更聪明,直到由于希帕库斯的死,希庇亚斯因愤怒而诉诸于其他残酷的手段,并针对一个名叫莱亚娜的女人。
§1.23.2ταύτην γάρ, ἐπεί τε ἀπέθανεν Ἵππαρχος, —λέγω δὲ οὐκ ἐς συγγραφὴν πρότερον ἥκοντα, πιστὰ δὲ ἄλλως Ἀθηναίων τοῖς πολλοῖς—Ἱππίας εἶχεν ἐν αἰκίᾳ ἐς ὃ διέφθειρεν, οἷα ἑταίραν Ἀριστογείτονος ἐπιστάμενος οὖσαν καὶ τὸ βούλευμα οὐδαμῶς ἀγνοῆσαι δοξάζων·
因为在希帕库斯死后,希庇亚斯对这个女人进行严刑拷打,直到将她折磨致死(我所说的是以前未曾载入历史书、但在其他方面被大多数雅典人深信的事情)。 因为他知道她是阿里斯托革顿的情妇,并认为她绝不可能对阴谋一无所知。
ἀντὶ δὲ τούτων, ἐπεὶ τυραννίδος ἐπαύθησαν οἱ Πεισιστρατίδαι, χαλκῆ λέαινα Ἀθηναίοις ἐστὶν ἐς μνήμην τῆς γυναικός, παρὰ δὲ αὐτὴν ἄγαλμα Ἀφροδίτης, ὃ Καλλίου τέ φασιν ἀνάθημα εἶναι καὶ ἔργον Καλάμιδος.
作为对此的报答,当庇西特拉图家族的僭主统治被终止时,雅典人立了一尊青铜雌狮像来纪念这个女人,而在它旁边有一尊阿佛洛狄忒雕像,据说这既是卡里亚斯的献纳物,又是卡拉米斯的作品。
§1.23.3πλησίον δέ ἐστι Διιτρέφους χαλκοῦς ἀνδριὰς ὀιστοῖς βεβλημένος.
在这附近有一尊被箭射中的迪伊特雷菲斯青铜像。
οὗτος ὁ Διιτρέφης ἄλλα τε ἔπραξεν ὁπόσα λέγουσιν Ἀθηναῖοι καὶ Θρᾷκας μισθωτοὺς ἀφικομένους ὕστερον ἢ Δημοσθένης ἐς Συρακούσας ἐξέπλευσε, τούτους ὡς ὑστέρησαν ὁ Διιτρέφης ἀπῆγεν ὀπίσω.
这位迪伊特雷菲斯做了雅典人所叙述的其他事情,而那些在德摩斯梯尼出航前往叙拉古之后才抵达的色雷斯雇佣兵,由于他们来得太迟,迪伊特雷菲斯便带他们返回。
καὶ δὴ κατὰ τὸν Χαλκιδικὸν ἔσχεν Εὔριπον, ἔνθα Βοιωτῶν ἐν μεσογαίᾳ πόλις Μυκαλησσὸς ἦν·
确实,他在卡尔基斯的尤里普斯海峡靠岸,那里有缪卡莱索斯,一座玻俄提亚的内陆城市。
ταύτην ἐπαναβὰς ἐκ θαλάσσης ὁ Λιιτρέφης εἷλε.
里伊特雷菲斯从海上登陆并攻占了这座城市。
Μυκαλησσίων δὲ οὐ μόνον τὸ μάχιμον οἱ Θρᾷκες ἀλλὰ καὶ γυναῖκας ἐφόνευσαν καὶ παῖδας.
色雷斯人不仅屠杀了缪卡莱索斯人的战斗人员,还杀害了妇女和儿童。
μαρτυρεῖ δέ μοι· Βοιωτῶν γὰρ ὅσους ἀνέστησαν Θηβαῖοι, ᾠκοῦντο αἱ πόλεις ἐπʼ ἐμοῦ, διαφυγόντων ὑπὸ τὴν ἅλωσιν τῶν ἀνθρώπων· εἰ δὲ καὶ Μυκαλησσίοις οἱ βάρβαροι μὴ πᾶσιν ἀποκτείναντες ἐπεξῆλθον, ὕστερον ἂν τὴν πόλιν ἀπέλαβον οἱ λειφθέντες.
这证明了我的看法;因为在被底比斯人摧毁的玻俄提亚城市中,那些城市在我的时代仍有人居住,因为人们在城市被占领时逃脱了;但如果这些异族人当时没有杀绝所有的缪卡莱索斯人,幸存者后来也会收复他们的城市。
§1.23.4τοσοῦτον μὲν παρέστη μοι θαῦμα ἐς τὴν εἰκόνα τοῦ Διιτρέφους, ὅτι ὀιστοῖς ἐβέβλητο, Ἕλλησιν ὅτι μὴ Κρησὶν οὐκ ἐπιχώριον ὂν τοξεύειν·
迪伊特雷菲斯的雕像因被箭射中,这对我来说是个很大的奇特之事,因为对于除克里特人之外的希腊人来说,使用弓箭并不是本国的习惯。
Λοκροὺς γὰρ τοὺς Ὀπουντίους ὁπλιτεύοντας ἤδη κατὰ τὰ Μηδικὰ ἴσμεν, οὓς Ὅμηρος ἐποίησεν ὡς φερόμενοι τόξα καὶ σφενδόνας ἐς Ἴλιον ἔλθοιεν· οὐ μὴν οὐδὲ Μαλιεῦσι παρέμεινε μελέτη τῶν τόξων, δοκῶ δὲ οὔτε πρότερον ἐπίστασθαι σφᾶς πρὶν ἢ Φιλοκτήτην, παύσασθαί τε οὐ διὰ μακροῦ·
因为我们知道,奥朋提亚的洛克里人在波斯战争时期就已经作为重装步兵服役了,而荷马却将他们描写成带着弓和投石器来到伊利翁的;况且,马利人也未能保持对弓箭的练习,我认为他们在菲洛克忒忒斯之前既不了解它,之后不久便放弃了。
τοῦ δὲ Διιτρέφους πλησίον—τὰς γὰρ εἰκόνας τὰς ἀφανεστέρας γράφειν οὐκ ἐθέλω—θεῶν ἀγάλματά ἐστιν Ὑγείας τε, ἣν Ἀσκληπιοῦ παῖδα εἶναι λέγουσι, καὶ Ἀθηνᾶς ἐπίκλησιν καὶ ταύτης Ὑγείας.
在迪伊特雷菲斯附近——因为我不愿意记述那些不太著名的肖像——有神像,一尊是据说为阿斯克勒庇俄斯之女的许癸厄亚像,另一尊是带有健康称号的雅典娜像。
§1.23.5ἔστι δὲ λίθος οὐ μέγας, ἀλλʼ ὅσον καθίζεσθαι μικρὸν ἄνδρα· ἐπὶ τούτῳ λέγουσιν, ἡνίκα Διόνυσος ἦλθεν ἐς τὴν γῆν, ἀναπαύσασθαι τὸν Σιληνόν.
有一块石头,不大,但仅够一个矮小的男人坐下;据说,当狄奥尼索斯来到这片土地时,西勒诺斯曾在这块石头上休息。
τοὺς γὰρ ἡλικίᾳ τῶν Σατύρων προήκοντας ὀνομάζουσι Σιληνούς· περὶ δὲ Σατύρων, οἵτινές εἰσιν, ἑτέρου πλέον ἐθέλων ἐπίστασθαι πολλοῖς αὐτῶν τούτων ἕνεκα ἐς λόγους ἦλθον.
因为萨堤罗斯中岁数较大的人被称为西勒诺斯;至于萨堤罗斯究竟是些什么人,因我比任何人更渴望了解,便为此与许多人进行过交谈。
ἔφη δὲ Εὔφημος Κὰρ ἀνὴρ πλέων ἐς Ἰταλίαν ἁμαρτεῖν ὑπὸ ἀνέμων τοῦ πλοῦ καὶ ἐς τὴν ἔξω θάλασσαν, ἐς ἣν οὐκέτι πλέουσιν, ἐξενεχθῆναι.
一个名叫欧菲莫斯的卡里亚人说,在乘船前往意大利时,由于风的影响偏离了航线,被吹到了外海,那是人们不再航行的地方。
νήσους δὲ εἶναι μὲν ἔλεγεν ἐρήμους πολλάς, ἐν δὲ ἄλλαις οἰκεῖν ἄνδρας ἀγρίους·
他说那里确实有许多荒岛,但在其他岛上居住着野蛮人;