§1.22.1μετὰ δὲ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ ταύτῃ πρὸς τὴν ἀκρόπολιν ἰοῦσι Θέμιδος ναός ἐστι.
アスクレピオスの聖所の後、アクロポリスへとこの道を行く人々にとっては、テミスの神殿がある。
κέχωσται δὲ πρὸ αὐτοῦ μνῆμα Ἱππολύτῳ· τοῦ δέ οἱ βίου τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐκ καταρῶν.
その前にはヒッポリュトスのための墓が築かれており、彼の生涯の最期は呪いによって引き起こされたと言われている。
δῆλα δέ, καὶ ὅστις βαρβάρων γλῶσσαν ἔμαθεν Ἑλλήνων, ὅ τε ἔρως τῆς Φαίδρας καὶ τῆς τροφοῦ τὸ ἐς τὴν διακονίαν τόλμημα.
パイドラの愛や、その乳母の、仲介における大胆な企ては、ギリシア人の言葉を学んだ異民族の誰にとっても明らかである。
ἔστι δὲ καὶ Τροιζηνίοις Ἱππολύτου τάφος· ἔχει δέ σφισιν ὧδε ὁ λόγος.
トロイゼン人にもヒッポリュトスの墓があり、彼らの伝承は次のようである。
§1.22.2Θησεὺς ὡς ἔμελλεν ἄξεσθαι Φαίδραν, οὐκ ἐθέλων εἴ οἱ γένοιντο παῖδες οὔτε ἄρχεσθαι τὸν Ἱππόλυτον οὔτε βασιλεύειν ἀντʼ αὐτῶν, πέμπει παρὰ Πιτθέα τραφησόμενον αὐτὸν καὶ βασιλεύσοντα Τροιζῆνος.
テセウスはパイドラを妻に迎えようとしたとき、もし自分に子供が生まれても、ヒッポリュトスがその子らの支配下に入ることも、彼らに代わって王となることも望まなかったため、ピッテウスのもとに彼を送り、育てられ、またトロイゼンの王となるようにした。
χρόνῳ δὲ ὕστερον Πάλλας καὶ οἱ παῖδες ἐπανέστησαν Θησεῖ·
のちに、パルラスとその子らがテセウスに反乱を起こした。
τούτους κτείνας ἐς Τροιζῆνα ἔρχεται καθαρσίων ἕνεκα, καὶ Φαίδρα πρώτη ἐνταῦθα εἶδεν Ἱππόλυτον καὶ τὰ ἐς τὸν θάνατον ἐρασθεῖσα ἐβούλευσε.
これらを殺害した後、彼は清めのためにトロイゼンにやって来たが、パイドラはそこで初めてヒッポリュトスを見て彼に恋をし、彼の死に至る陰謀を企てた。
μυρσίνη δέ ἐστι Τροιζηνίοις τὰ φύλλα διὰ πάσης ἔχουσα τετρυπημένα·
トロイゼン人には、すべての葉に穴の開いたミルトスがある。
φῦναι δὲ οὐκ ἐξ ἀρχῆς αὐτὴν λέγουσιν, ἀλλὰ τὸ ἔργον γεγενῆσθαι τῆς ἐς τὸν ἔρωτα ἄσης καὶ τῆς περόνης ἣν ἐπὶ ταῖς θριξὶν εἶχεν ἡ Φαίδρα.
彼らの言うには、それは最初からそのように生えていたのではなく、恋の悩みとパイドラが髪に挿していたピンによる仕業であるという。
§1.22.3Ἀφροδίτην δὲ τὴν Πάνδημον, ἐπεί τε Ἀθηναίους Θησεὺς ἐς μίαν ἤγαγεν ἀπὸ τῶν δήμων πόλιν, αὐτήν τε σέβεσθαι καὶ Πειθὼ κατέστησε·
民衆のアプロディテについては、テセウスがアテナイ人を諸デーモスから一つの都市へと統合したとき、彼女を崇拝することとペイトを崇拝することを制定した。
τὰ μὲν δὴ παλαιὰ ἀγάλματα οὐκ ἦν ἐπʼ ἐμοῦ, τὰ δὲ ἐπʼ ἐμοῦ τεχνιτῶν ἦν οὐ τῶν ἀφανεστάτων.
古い像は私の時代には残っていなかったが、私の時代のものは、決して無名ではない職人たちの手によるものであった。
ἔστι δὲ καὶ Γῆς Κουροτρόφου καὶ Δήμητρος ἱερὸν Χλόης·
大地の乳母とデメテル・クロエの聖所もある。
τὰ δὲ ἐς τὰς ἐπωνυμίας ἔστιν αὐτῶν διδαχθῆναι τοῖς ἱερεῦσιν ἐλθόντα ἐς λόγους.
彼女らの呼び名の由来については、神官たちのもとへ行って対話すれば、教わることができる。
§1.22.4ἐς δὲ τὴν ἀκρόπολίν ἐστιν ἔσοδος μία·
アクロポリスへの入り口は一つである。
ἑτέραν δὲ οὐ παρέχεται, πᾶσα ἀπότομος οὖσα καὶ τεῖχος ἔχουσα ἐχυρόν.
他に入り口はなく、すべてが切り立っており、堅固な壁を持っている。
τὰ δὲ προπύλαια λίθου λευκοῦ τὴν ὀροφὴν ἔχει καὶ κόσμῳ καὶ μεγέθει τῶν λίθων μέχρι γε καὶ ἐμοῦ προεῖχε.
プロピュライアは白い大理石の天井を持っており、石の装飾と大きさの点で、私の時代に至るまでも抜きんでていた。
τὰς μὲν οὖν εἰκόνας τῶν ἱππέων οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε οἱ παῖδές εἰσιν οἱ Ξενοφῶντος εἴτε ἄλλως ἐς εὐπρέπειαν πεποιημέναι·
騎兵の像については、それらがクセノフォンの子供たちであるのか、あるいは単に美観のために作られたものなのか、私にははっきりと語ることができない。
τῶν δὲ προπυλαίων ἐν δεξιᾷ Νίκης ἐστὶν Ἀπτέρου ναός.
プロピュライアの右側には、翼なき勝利の神殿がある。
ἐντεῦθεν ἡ θάλασσά ἐστι σύνοπτος, καὶ ταύτῃ ῥίψας Αἰγεὺς ἑαυτὸν ὡς λέγουσιν ἐτελεύτησεν.
ここからは海が見渡せ、アイゲウスは、人々の言うには、そこへ身を投げて死んだという。
§1.22.5ἀνήγετο μὲν γὰρ ἡ ναῦς μέλασιν ἱστίοις ἡ τοὺς παῖδας φέρουσα ἐς Κρήτην, Θησεὺς δὲ—ἔπλει γὰρ τόλμης τι ἔχων ἐς τὸν Μίνω καλούμενον ταῦρον—πρὸς τὸν πατέρα προεῖπε χρήσεσθαι τοῖς ἱστίοις λευκοῖς, ἢν ὀπίσω πλέῃ τοῦ ταύρου κρατήσας·
というのも、子供たちをクレタへと運んだ船は黒い帆を掲げて出航したのだが、テセウスは――彼はミノスと呼ばれる雄牛に対して、いくらかの大胆さを持って航海したのだが――もしその雄牛に勝利して帰るならば、白い帆を使うと父親にあらかじめ告げていたからである。
τούτων λήθην ἔσχεν Ἀριάδνην ἀφῃρημένος·
アリアドネを奪われたために、彼はこの約束を忘れてしまった。
ἐνταῦθα Αἰγεὺς ὡς εἶδεν ἱστίοις μέλασι τὴν ναῦν κομιζομένην, οἷα τὸν παῖδα τεθνάναι δοκῶν, ἀφεὶς αὑτὸν διαφθείρεται·
ここでアイゲウスは、船が黒い帆で運ばれてくるのを見たとき、子供が死んだと思い込んで、身を投げて命を絶った。
καί οἱ παρὰ Ἀθηναίοις ἐστὶ καλούμενον ἡρῷον Αἰγέως.
アテナイ人の間には、アイゲウスのヒエロンと呼ばれるものがある。
§1.22.6—ἔστι δὲ ἐν ἀριστερᾷ τῶν προπυλαίων οἴκημα ἔχον γραφάς·
――プロピュライアの左側には、絵画のある建物がある。
ὁπόσαις δὲ μὴ καθέστηκεν ὁ χρόνος αἴτιος ἀφανέσιν εἶναι, Διομήδης ἦν, ὁ μὲν ἐν Λήμνῳ τὸ Φιλοκτήτου τόξον, ὁ δὲ τὴν Ἀθηνᾶν ἀφαιρούμενος ἐξ Ἰλίου.
時間のせいで不鮮明になっていない絵画の中には、ディオメデスが、一方の絵ではレムノス島でフィロクテテスの弓を取り、他方の絵ではイリオンからアテナ像を奪っている姿があった。
ἐνταῦθα ἐν ταῖς γραφαῖς Ὀρέστης ἐστὶν Αἴγισθον φονεύων καὶ Πυλάδης τοὺς παῖδας τοὺς Ναυπλίου βοηθοὺς ἐλθόντας Αἰγίσθῳ·
ここの絵画の中には、アイギストスを殺害しているオレステスと、アイギストスを助けるためにやって来たナウプリオスの子供たちを殺しているピュラデスがいる。
τοῦ δὲ Ἀχιλλέως τάφου πλησίον μέλλουσά ἐστι σφάζεσθαι Πολυξένη.
アキレウスの墓の近くでは、ポリュクセネが今にも生贄に捧げられようとしている。
Ὁμήρῳ δὲ εὖ μὲν παρείθη τόδε τὸ ὠμὸν οὕτως ἔργον· εὖ δέ μοι φαίνεται ποιῆσαι Σκῦρον ὑπὸ Ἀχιλλέως ἁλοῦσαν, οὐδὲν ὁμοίως καὶ ὅσοι λέγουσιν ὁμοῦ ταῖς παρθένοις Ἀχιλλέα ἔχειν ἐν Σκύρῳ δίαιταν, ἃ δὴ καὶ Πολύγνωτος ἔγραψεν.
ホメロスは、これほど残酷な行為を賢明にも無視したが、私には、アキレウスによってスカイロス島が攻略されたとするホメロスの描写は優れているように思われる。 それは、ポリュグノトスが描いたように、アキレウスがスカイロス島で乙女たちとともに生活していたと語る人々とは全く異なる。
ἔγραψε δὲ καὶ πρὸς τῷ ποταμῷ ταῖς ὁμοῦ Ναυσικᾷ πλυνούσαις ἐφιστάμενον Ὀδυσσέα κατὰ τὰ αὐτὰ καθὰ δὴ καὶ Ὅμηρος ἐποίησε.
彼はまた、川のそばで、ホメロスが詩に作ったのと全く同様に、ナウシカアとともに洗濯をしている女性たちの前に立つオデュッセウスも描いた。
γραφαὶ δέ εἰσι καὶ ἄλλαι καὶ Ἀλκιβιάδης,
他にも絵画があり、アルキビアデスも描かれている。
§1.22.7ἵππων δέ οἱ νίκης τῆς ἐν Νεμέᾳ ἐστὶ σημεῖα ἐν τῇ γραφῇ·
その絵の中にはネメアにおける彼の戦車競走の勝利の記念碑がある。
καὶ Περσεύς ἐστιν ἐς Σέριφον κομιζόμενος, Πολυδέκτῃ φέρων τὴν κεφαλὴν τὴν Μεδούσης.
またペルセウスがセリポス島へと帰還し、ポリュデクテスにメドゥーサの頭部を運んでいる姿もある。
καὶ τὰ μὲν ἐς Μέδουσαν οὐκ εἰμὶ πρόθυμος ἐν τοῖς Ἀττικοῖς σημῆναι·
メドゥーサに関する事柄は、アッティカの事柄において詳しく述べるつもりはない。
ἔτι δὲ τῶν γραφῶν παρέντι τὸν παῖδα τὸν τὰς ὑδρίας φέροντα καὶ τὸν παλαιστὴν ὃν Τιμαίνετος ἔγραψεν, ἐστὶ Μουσαῖος.
さらに画作の中で、水瓶を運ぶ少年と、ティマイネトスが描いた挙闘の選手を通り過ぎると、ムサイオスがいる。
ἐγὼ δὲ ἔπη μὲν ἐπελεξάμην, ἐν οἷς ἐστι πέτεσθαι Μουσαῖον ὑπὸ Βορέου δῶρον, δοκεῖν δέ μοι πεποίηκεν αὐτὰ Ὀνομάκριτος καὶ ἔστιν οὐδὲν Μουσαίου βεβαίως ὅτι μὴ μόνον ἐς Δήμητρα ὕμνος Λυκομίδαις.
私はムサイオスがボレアスの贈り物によって空を飛ぶという詩を読んだことがあるが、それらはオノマクリトスが作ったものであるように私には思われる。 ライコスの末裔のためのデメテルへの賛歌を除いては、ムサイオスの確実な作品は存在しない。
§1.22.8κατὰ δὲ τὴν ἔσοδον αὐτὴν ἤδη τὴν ἐς ἀκρόπολιν Ἑρμῆν ὃν Προπύλαιον ὀνομάζουσι καὶ Χάριτας Σωκράτην ποιῆσαι τὸν Σωφρονίσκου λέγουσιν, ᾧ σοφῷ γενέσθαι μάλιστα ἀνθρώπων ἐστὶν ἡ Πυθία μάρτυς, ὃ μηδὲ Ἀνάχαρσιν ἐθέλοντα ὅμως καὶ διʼ αὐτὸ ἐς Δελφοὺς ἀφικόμενον προσεῖπεν.
アクロポリスへのまさにその入り口において、人々がプロピュライオスと呼ぶヘルメス像とカリスの像は、ソプロニスコスの子ソクラテスが作ったと言われている。 彼が人間の中で最も賢明であることはピュティアの証言があり、彼女は、アナカルシスが望んだにもかかわらず、またまさにそのためにデルポイへやって来たにもかかわらず、そのように呼びかけることはしなかった。