Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.21.1-1.21.7

劇場内の詩人像とアスクレピオス聖所

23 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、アテナイの劇場における詩人たちの彫像やそれにまつわる伝承、アクロポリス周辺の記念碑やアスクレピオス聖所について語り、さらにサウロマタイ人の独特な甲冑の製法や麻の甲冑の効用を詳述する。

§1.21.1εἰσὶ δὲ Ἀθηναίοις εἰκόνες ἐν τῷ θεάτρῳ καὶ τραγῳδίας καὶ κωμῳδίας ποιητῶν, αἱ πολλαὶ τῶν ἀφανεστέρων·
アテナイ人には劇場に悲劇および喜劇詩人の像があり、それらの多くはさほど有名ではない者たちのものである。
ὅτι μὴ γὰρ Μένανδρος, οὐδεὶς ἦν ποιητὴς κωμῳδίας τῶν ἐς δόξαν ἡκόντων.
メナンドロスを除いては、名声を得た喜劇詩人は一人もいなかった。
τραγῳδίας δὲ κεῖνται τῶν φανερῶν Εὐριπίδης καὶ Σοφοκλῆς.
悲劇詩人では、著名な者のうちエウリピデスとソポクレスが置かれている。
λέγεται δὲ Σοφοκλέους τελευτήσαντος ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν Λακεδαιμονίους, καὶ σφῶν τὸν ἡγούμενον ἰδεῖν ἐπιστάντα οἱ Διόνυσον κελεύειν τιμαῖς, ὅσαι καθεστήκασιν ἐπὶ τοῖς τεθνεῶσι, τὴν Σειρῆνα τὴν νέαν τιμᾶν·
ソポクレスが死んだとき、ラケダイモン人がアッティカに侵入し、彼らの指導者が、自分の前に立ったディオニュソスが、死者に対して定められているすべての敬意をもって「新しいセイレン」を祀るように命じるのを見たと言われている。
καί οἱ τὸ ὄναρ ἐς Σοφοκλέα καὶ τὴν Σοφοκλέους ποίησιν ἐφαίνετο ἔχειν, εἰώθασι δὲ καὶ νῦν ἔτι ποιημάτων καὶ λόγων τὸ ἐπαγωγὸν Σειρῆνι εἰκάζειν.
そして、彼にとってその夢はソポクレスとソポクレスの詩作を指しているように思われた。 今なお人々は詩や散文の魅力的な部分をセイレンに例える習慣がある。
§1.21.2τὴν δὲ εἰκόνα τὴν Αἰσχύλου πολλῷ τε ὕστερον τῆς τελευτῆς δοκῶ ποιηθῆναι καὶ τῆς γραφῆς ἣ τὸ ἔργον ἔχει τὸ Μαραθῶνι.
アイスキュロスの像は、彼の死後、またマラトンにおける彼の功績を描いた絵画よりもずっと後になって作られたと私は思う。
ἔφη δὲ Αἰσχύλος μειράκιον ὢν καθεύδειν ἐν ἀγρῷ φυλάσσων σταφυλάς, καί οἱ Διόνυσον ἐπιστάντα κελεῦσαι τραγῳδίαν ποιεῖν·
アイスキュロスが言うには、若い頃に畑で葡萄の番をしながら眠っていたとき、ディオニュソスが彼の前に立って悲劇を作るよう命じた。
ὡς δὲ ἦν ἡμέρα— πείθεσθαι γὰρ ἐθέλειν—ῥᾷστα ἤδη πειρώμενος ποιεῖν.
夜が明けると、――というのも従いたいと望んだからだが――試みてみると非常に容易に作ることができた。
§1.21.3οὗτος μὲν ταῦτα ἔλεγεν·
彼はこのように語っていた。
ἐπὶ δὲ τοῦ Νοτίου καλουμένου τείχους, ὃ τῆς ἀκροπόλεως ἐς τὸ θέατρόν ἐστι τετραμμένον, ἐπὶ τούτου Μεδούσης τῆς Γοργόνος ἐπίχρυσος ἀνάκειται κεφαλή, καὶ περὶ αὐτὴν αἰγὶς πεποίηται.
さて、「南の壁」と呼ばれる壁の上、すなわちアクロポリスから劇場の方に向けて建てられている壁の上には、ゴルゴンのメドゥーサの金めっきの頭部が捧げられており、その周囲にはアイギスが作られている。
ἐν δὲ τῇ κορυφῇ τοῦ θεάτρου σπήλαιόν ἐστιν ἐν ταῖς πέτραις ὑπὸ τὴν ἀκρόπολιν·
劇場の最上部、アクロポリスの下の岩の中には洞窟がある。
τρίπους δὲ ἔπεστι καὶ τούτῳ·
これの上にも三脚巴が載っている。
Ἀπόλλων δὲ ἐν αὐτῷ καὶ Ἄρτεμις τοὺς παῖδάς εἰσιν ἀναιροῦντες τοὺς Νιόβης.
その中には、アポロンとアルテミスがニオベの子供たちを殺している像がある。
ταύτην τὴν Νιόβην καὶ αὐτὸς εἶδον ἀνελθὼν ἐς τὸν Σίπυλον τὸ ὄρος·
このニオベを、私自身もシピュロス山に登って見た。
ἡ δὲ πλησίον μὲν πέτρα καὶ κρημνός ἐστιν οὐδὲν παρόντι σχῆμα παρεχόμενος γυναικὸς οὔτε ἄλλως οὔτε πενθούσης· εἰ δέ γε πορρωτέρω γένοιο, δεδακρυμένην δόξεις ὁρᾶν καὶ κατηφῆ γυναῖκα.
それは、近くで見るとただの岩と崖であり、そこにいる者には悲しんでいる姿はおろか、女の姿さえ全く見せないが、もし遠くに離れるならば、涙を流してうなだれている女性を見ているように思われるだろう。
§1.21.4ἰόντων δὲ Ἀθήνῃσιν ἐς τὴν ἀκρόπολιν ἀπὸ τοῦ θεάτρου τέθαπται Κάλως·
アテナイにおいて、劇場からアクロポリスへ行く途中に、カロスが葬られている。
τοῦτον τὸν Κάλων ἀδελφῆς παῖδα ὄντα καὶ τῆς τέχνης μαθητὴν φονεύσας Δαίδαλος ἐς Κρήτην ἔφυγε, χρόνῳ δὲ ὕστερον ἐς Σικελίαν ἐκδιδράσκει παρὰ Κώκαλον.
このカロスは、ダイダロスの姉妹の子であり、技術の弟子であったが、ダイダロスは彼を殺害してクレタに逃亡し、のちにシケリアのコカロスのもとへと脱出した。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔς τε τὰ ἀγάλματά ἐστιν, ὁπόσα τοῦ θεοῦ πεποίηται καὶ τῶν παίδων, καὶ ἐς τὰς γραφὰς θέας ἄξιον·
アスクレピオスの聖所は、神およびその子供たちのために作られた数々の像に関しても、また絵画に関しても、見応えのあるものである。
ἔστι δὲ ἐν αὐτῷ κρήνη, παρʼ ᾗ λέγουσι Ποσειδῶνος παῖδα Ἁλιρρόθιον θυγατέρα Ἄρεως Ἀλκίππην αἰσχύναντα ἀποθανεῖν ὑπὸ Ἄρεως, καὶ δίκην ἐπὶ τούτῳ τῷ φόνῳ γενέσθαι πρῶτον.
その中には泉があり、その傍らで、ポセイドンの子ハリルロティオスがアレスの娘アルキッペを辱めたため、アレスによって殺されたと言われている。 そして、この殺害に対して最初の裁判が行われた。
§1.21.5ἐνταῦθα ἄλλα τε καὶ Σαυροματικὸς ἀνάκειται θώραξ·
そこには、他の品々とともにサウロマタイ人の甲冑が捧げられている。
ἐς τοῦτόν τις ἰδὼν οὐδὲν ἧσσον Ἑλλήνων τοὺς βαρβάρους φήσει σοφοὺς ἐς τὰς τέχνας εἶναι.
これを見る者は誰でも、異民族が技術においてギリシア人に劣らず賢明であると言うだろう。
Σαυρομάταις γὰρ οὔτε αὐτοῖς σίδηρός ἐστιν ὀρυσσόμενος οὔτε σφίσιν ἐσάγουσιν·
というのも、サウロマタイ人自身には採掘される鉄がなく、また輸入もしないからである。
ἄμικτοι γὰρ μάλιστα τῶν ταύτῃ βαρβάρων εἰσί.
なぜなら、彼らはその地域の異民族の中で最も他国と交際しないからである。
πρὸς οὖν τὴν ἀπορίαν ταύτην ἐξεύρηταί σφισιν·
それゆえ、この不足に対して、彼らは次のような工夫をした。
ἐπὶ μὲν τοῖς δόρασιν αἰχμὰς ὀστεΐνας ἀντὶ σιδήρου φοροῦσι, τόξα τε κράνινα καὶ ὀιστοὺς καὶ ὀστεΐνας ἀκίδας ἐπὶ τοῖς ὀιστοῖς·
槍には鉄の代わりに骨製の穂先を用い、弓は山茱萸で作られ、矢には骨製の鏃を用いる。
καὶ σειραῖς περιβαλόντες τῶν πολεμίων ὁπόσους καὶ τύχοιεν, τοὺς ἵππους ἀποστρέψαντες ἀνατρέπουσι τοὺς ἐνσχεθέντας ταῖς σειραῖς.
そして、彼らは敵のうち行き当たった者を投げ縄で取り囲み、馬を反転させて、縄にかかった者を引き倒す。
§1.21.6τοὺς δὲ θώρακας ποιοῦνται τὸν τρόπον τοῦτον.
彼らは甲冑を次のような方法で作る。
ἵππους πολλὰς ἕκαστος τρέφει, ὡς ἂν οὔτε ἐς ἰδιωτῶν κλήρους τῆς γῆς μεμερισμένης οὔτε τι φερούσης πλὴν ὕλης ἀγρίας ἅτε ὄντων νομάδων·
各人が多くの馬を飼育しているが、これは土地が個人の区画に分割されておらず、また彼らが遊牧民であるために野生の森以外には何も産出しないからである。
ταύταις οὐκ ἐς πόλεμον χρῶνται μόνον, ἀλλὰ καὶ θεοῖς θύουσιν ἐπιχωρίοις καὶ ἄλλως σιτοῦνται.
彼らはこれらの馬を戦争に用いるだけでなく、現地の神々に生贄として捧げ、また日々の食料ともする。
συλλεξάμενοι δὲ τὰς ὁπλὰς ἐκκαθήραντές τε καὶ διελόντες ποιοῦσιν ἀπʼ αὐτῶν ἐμφερῆ δρακόντων φολίσιν·
そして、彼らは馬の蹄を集め、きれいに掃除して切り分けて、それらから蛇の鱗に似たものを作る。
ὅστις δὲ οὐκ εἶδέ πω δράκοντα, πίτυός γε εἶδε καρπὸν χλωρὸν ἔτι·
もし蛇を見たことがない人がいても、まだ青い松の実は見たことがあるだろう。
ταῖς οὖν ἐπὶ τῷ καρπῷ τῆς πίτυος φαινομέναις ἐντομαῖς εἰκάζων τὸ ἔργον τὸ ἐκ τῆς ὁπλῆς οὐκ ἂν ἁμαρτάνοι.
だから、松の実に見られる刻み目に、蹄から作られたその製品を例えるなら、間違いではないだろう。
ταῦτα διατρήσαντες καὶ νεύροις ἵππων καὶ βοῶν συρράψαντες χρῶνται θώραξιν οὔτε εὐπρεπείᾳ τῶν Ἑλληνικῶν ἀποδέουσιν οὔτε ἀσθενεστέροις·
これらに穴を開け、馬や牛の腱で縫い合わせることで、美しさにおいてもギリシアの甲冑に劣らず、またそれよりも弱くない甲冑として用いる。
καὶ γὰρ συστάδην τυπτόμενοι καὶ βληθέντες ἀνέχονται.
なぜなら、接近戦で叩かれても、あるいは射かけられても、持ちこたえるからである。
§1.21.7οἱ δὲ θώρακες οἱ λινοῖ μαχομένοις μὲν οὐχ ὁμοίως εἰσὶ χρήσιμοι, διιᾶσι γὰρ καὶ βιαζόμενοι τὸν σίδηρον·
麻の甲冑は、戦闘においては同様に有用ではない。 なぜなら、鉄が力を伴って突き通すからである。
θηρεύοντας δὲ ὠφελοῦσιν, ἐναποκλῶνται γάρ σφισι καὶ λεόντων ὀδόντες καὶ παρδάλεων.
しかし狩猟をする者には役立つ。 なぜなら、ライオンやヒョウの歯がそこに突き刺さって折れるからである。
θώρακας δὲ λινοῦς ἰδεῖν ἔν τε ἄλλοις ἱεροῖς ἔστιν ἀνακειμένους καὶ ἐν Γρυνείῳ, ἔνθα Ἀπόλλωνος κάλλιστον ἄλσος δένδρων καὶ ἡμέρων καὶ ὅσα τῶν ἀκάρπων ὀσμῆς παρέχεταί τινα ἢ θέας ἡδονήν.
麻の甲冑は、他の聖所でも、またグリュネイオンでも奉納されているのを見ることができる。 そこには、栽培された木々や、実を結ばなくても香りや視覚的な喜びを与える木々からなる、最も美しいアポロンの神聖な森がある。

語釈・文法注

  1. §1.21.1ὅτι μὴ γὰρ Μένανδρος — ὅτι μή は「〜を除いては(except)」を意味する慣用語句。接続詞 ὅτι と否定辞 μή が融合し、例外を表す前置詞のように機能している。
  2. §1.21.1λέγεται δὲ Σοφοκλέους τελευτήσαντος ἐσβαλεῖν — 非人称動詞 λέγεται(〜と言われている)に導かれる対格不定詞構文。属格絶対 Σοφοκλέους τελευτήσαντος(ソポクレスが死んだとき)を伴い、不定詞 ἐσβαλεῖν の意味上の主語は対格の Λακεδαιμονίους である。
  3. §1.21.3εἰ δέ γε πορρωτέρω γένοιο, δεδακρυμένην δόξεις ὁρᾶν — 条件節に希求法(γένοιο)、帰結節に直説法未来(δόξεις)を用いる混合条件文。仮定の不確実さ(もし遠くに離れるようなことがあれば)に対して、結果を確実な事実(見るように思うだろう)として対比させている。
  4. §1.21.6ὡς ἂν οὔτε ἐς ἰδιωτῶν κλήρους ... ἅτε ὄντων νομάδων — ὡς ἄν は分詞(ここでは ὄντων)や名詞句にかかり、「〜であるので」「〜だからこそ」という主観的な理由や前提を示す。末尾の ἅτε ὄντων と呼応して、遊牧生活という実態に基づいた理由を強調している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.21.1-1.21.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.21.1-1.21.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。