Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.22.1-1.22.8

通往卫城的道路与前门画廊的神话画

第 24 段,共 465 段 · 希腊语

内容简介

作者介绍了通往卫城途中的忒弥斯神殿和希波吕托斯之墓,随后描绘了卫城的入口前门、周边的神殿以及画廊中展出的各种神话画作。

§1.22.1μετὰ δὲ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ ταύτῃ πρὸς τὴν ἀκρόπολιν ἰοῦσι Θέμιδος ναός ἐστι.
在阿斯克勒庇俄斯的圣所之后,对于沿着这条路走向卫城的人来说,有一座忒弥斯神殿。
κέχωσται δὲ πρὸ αὐτοῦ μνῆμα Ἱππολύτῳ· τοῦ δέ οἱ βίου τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐκ καταρῶν.
在神殿前,为希波吕托斯筑起了一座坟墓;人们说他生命的终结是由诅咒造成的。
δῆλα δέ, καὶ ὅστις βαρβάρων γλῶσσαν ἔμαθεν Ἑλλήνων, ὅ τε ἔρως τῆς Φαίδρας καὶ τῆς τροφοῦ τὸ ἐς τὴν διακονίαν τόλμημα.
即使是对学会了希腊人语言的任何异族人来说,淮德拉的爱以及乳母在服侍中的大胆企图也是显而易见的。
ἔστι δὲ καὶ Τροιζηνίοις Ἱππολύτου τάφος· ἔχει δέ σφισιν ὧδε ὁ λόγος.
特罗伊曾人也有希波吕托斯的坟墓,他们的说法如下。
§1.22.2Θησεὺς ὡς ἔμελλεν ἄξεσθαι Φαίδραν, οὐκ ἐθέλων εἴ οἱ γένοιντο παῖδες οὔτε ἄρχεσθαι τὸν Ἱππόλυτον οὔτε βασιλεύειν ἀντʼ αὐτῶν, πέμπει παρὰ Πιτθέα τραφησόμενον αὐτὸν καὶ βασιλεύσοντα Τροιζῆνος.
忒修斯在准备娶淮德拉时,不希望如果自己有了孩子,希波吕托斯要么被他们统治,要么代替他们作王,于是将他送到庇特修斯那里抚养,并统治特罗伊曾。
χρόνῳ δὲ ὕστερον Πάλλας καὶ οἱ παῖδες ἐπανέστησαν Θησεῖ· τούτους κτείνας ἐς Τροιζῆνα ἔρχεται καθαρσίων ἕνεκα, καὶ Φαίδρα πρώτη ἐνταῦθα εἶδεν Ἱππόλυτον καὶ τὰ ἐς τὸν θάνατον ἐρασθεῖσα ἐβούλευσε.
一段时间后,帕拉斯及其子嗣叛乱反抗忒修斯;杀死他们后,忒修斯前往特罗伊曾进行净化,淮德拉在那里第一次见到希波吕托斯,并坠入爱河,策划了导致他死亡的事情。
μυρσίνη δέ ἐστι Τροιζηνίοις τὰ φύλλα διὰ πάσης ἔχουσα τετρυπημένα· φῦναι δὲ οὐκ ἐξ ἀρχῆς αὐτὴν λέγουσιν, ἀλλὰ τὸ ἔργον γεγενῆσθαι τῆς ἐς τὸν ἔρωτα ἄσης καὶ τῆς περόνης ἣν ἐπὶ ταῖς θριξὶν εἶχεν ἡ Φαίδρα.
特罗伊曾人那里有一棵香桃木,其所有叶子都带有穿孔;他们说它最初并非如此生长,而是因恋爱中的苦闷以及淮德拉戴在头发上的别针所致。
§1.22.3Ἀφροδίτην δὲ τὴν Πάνδημον, ἐπεί τε Ἀθηναίους Θησεὺς ἐς μίαν ἤγαγεν ἀπὸ τῶν δήμων πόλιν, αὐτήν τε σέβεσθαι καὶ Πειθὼ κατέστησε·
至于世俗阿佛洛狄忒,在忒修斯将雅典人从各个德摩聚集到一个城市之后,他确立了对她的崇拜,以及对培托的崇拜。
τὰ μὲν δὴ παλαιὰ ἀγάλματα οὐκ ἦν ἐπʼ ἐμοῦ, τὰ δὲ ἐπʼ ἐμοῦ τεχνιτῶν ἦν οὐ τῶν ἀφανεστάτων.
古老的雕像在我的时代已不存在,而我时代的雕像是由那些绝非无名之辈的工匠制作的。
ἔστι δὲ καὶ Γῆς Κουροτρόφου καὶ Δήμητρος ἱερὸν Χλόης· τὰ δὲ ἐς τὰς ἐπωνυμίας ἔστιν αὐτῶν διδαχθῆναι τοῖς ἱερεῦσιν ἐλθόντα ἐς λόγους.
此外还有养育青年之大地和绿芽德墨忒尔的圣所;关于她们称号的缘由,人们可以在与祭司们交流时得知。
§1.22.4ἐς δὲ τὴν ἀκρόπολίν ἐστιν ἔσοδος μία· ἑτέραν δὲ οὐ παρέχεται, πᾶσα ἀπότομος οὖσα καὶ τεῖχος ἔχουσα ἐχυρόν.
进入卫城只有一条入口;卫城不提供其他入口,因为它全是陡峭的,并有坚固的城墙。
τὰ δὲ προπύλαια λίθου λευκοῦ τὴν ὀροφὴν ἔχει καὶ κόσμῳ καὶ μεγέθει τῶν λίθων μέχρι γε καὶ ἐμοῦ προεῖχε.
前门拥有白色石材的屋顶,其石材的美观与尺寸直到我的时代都首屈一指。
τὰς μὲν οὖν εἰκόνας τῶν ἱππέων οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε οἱ παῖδές εἰσιν οἱ Ξενοφῶντος εἴτε ἄλλως ἐς εὐπρέπειαν πεποιημέναι·
对于骑兵的像,我无法说清楚他们是克塞诺芬的儿子们,还是仅仅为了美化而制作的。
τῶν δὲ προπυλαίων ἐν δεξιᾷ Νίκης ἐστὶν Ἀπτέρου ναός.
在前门的右侧是无翼胜利神殿。
ἐντεῦθεν ἡ θάλασσά ἐστι σύνοπτος, καὶ ταύτῃ ῥίψας Αἰγεὺς ἑαυτὸν ὡς λέγουσιν ἐτελεύτησεν.
从这里可以俯瞰大海,据说埃勾斯就是从这里投海自尽的。
§1.22.5ἀνήγετο μὲν γὰρ ἡ ναῦς μέλασιν ἱστίοις ἡ τοὺς παῖδας φέρουσα ἐς Κρήτην, Θησεὺς δὲ—ἔπλει γὰρ τόλμης τι ἔχων ἐς τὸν Μίνω καλούμενον ταῦρον—πρὸς τὸν πατέρα προεῖπε χρήσεσθαι τοῖς ἱστίοις λευκοῖς, ἢν ὀπίσω πλέῃ τοῦ ταύρου κρατήσας·
因为载着孩子们去克里特的船是挂着黑帆航行的,而忒修斯——因为他带着某种胆量去向那被称为弥诺斯的雄牛航行——曾预先向父亲声明,如果他战胜雄牛返航,他将使用白帆。
τούτων λήθην ἔσχεν Ἀριάδνην ἀφῃρημένος·
由于失去了阿里阿德涅,他忘记了这些话。
ἐνταῦθα Αἰγεὺς ὡς εἶδεν ἱστίοις μέλασι τὴν ναῦν κομιζομένην, οἷα τὸν παῖδα τεθνάναι δοκῶν, ἀφεὶς αὑτὸν διαφθείρεται· καί οἱ παρὰ Ἀθηναίοις ἐστὶ καλούμενον ἡρῷον Αἰγέως.
在此地,埃勾斯一看见船挂着黑帆驶来,便以为儿子已死,投身自尽;在雅典人中,有一处被称为埃勾斯英雄祠的地方。
§1.22.6—ἔστι δὲ ἐν ἀριστερᾷ τῶν προπυλαίων οἴκημα ἔχον γραφάς· ὁπόσαις δὲ μὴ καθέστηκεν ὁ χρόνος αἴτιος ἀφανέσιν εἶναι, Διομήδης ἦν, ὁ μὲν ἐν Λήμνῳ τὸ Φιλοκτήτου τόξον, ὁ δὲ τὴν Ἀθηνᾶν ἀφαιρούμενος ἐξ Ἰλίου.
——在前门的左侧是一个存有画作的房间;在那些时间尚未导致其模糊的画作中,有狄奥墨得斯,其一是在雷姆诺斯岛夺取菲罗克忒忒斯的弓,其二是正在从伊利翁夺走阿西娜像。
ἐνταῦθα ἐν ταῖς γραφαῖς Ὀρέστης ἐστὶν Αἴγισθον φονεύων καὶ Πυλάδης τοὺς παῖδας τοὺς Ναυπλίου βοηθοὺς ἐλθόντας Αἰγίσθῳ· τοῦ δὲ Ἀχιλλέως τάφου πλησίον μέλλουσά ἐστι σφάζεσθαι Πολυξένη.
在此处的画作中,有俄瑞斯忒斯正在杀死埃癸斯托斯,以及皮拉得斯正在杀死来协助埃癸斯托斯的瑙普利俄斯的儿子们;在阿基琉斯墓旁,波吕克塞娜正准备被宰杀。
Ὁμήρῳ δὲ εὖ μὲν παρείθη τόδε τὸ ὠμὸν οὕτως ἔργον· εὖ δέ μοι φαίνεται ποιῆσαι Σκῦρον ὑπὸ Ἀχιλλέως ἁλοῦσαν, οὐδὲν ὁμοίως καὶ ὅσοι λέγουσιν ὁμοῦ ταῖς παρθένοις Ἀχιλλέα ἔχειν ἐν Σκύρῳ δίαιταν, ἃ δὴ καὶ Πολύγνωτος ἔγραψεν.
荷马确实明智地省去了这一如此残酷的行为;在我看来,他将斯库罗斯岛写成被阿基琉斯攻占是很出色的,这与那些说阿基琉斯在斯库罗斯与少女们生活在一起的人完全不同,而这些事情多边诺托斯也画过。
ἔγραψε δὲ καὶ πρὸς τῷ ποταμῷ ταῖς ὁμοῦ Ναυσικᾷ πλυνούσαις ἐφιστάμενον Ὀδυσσέα κατὰ τὰ αὐτὰ καθὰ δὴ καὶ Ὅμηρος ἐποίησε.
他还画了在河边,奥德修斯站在正一起洗衣服的瑙西卡阿和女子们面前,这与荷马所写的方式完全相同。
γραφαὶ δέ εἰσι καὶ ἄλλαι καὶ Ἀλκιβιάδης, §1.22.7ἵππων δέ οἱ νίκης τῆς ἐν Νεμέᾳ ἐστὶ σημεῖα ἐν τῇ γραφῇ· καὶ Περσεύς ἐστιν ἐς Σέριφον κομιζόμενος, Πολυδέκτῃ φέρων τὴν κεφαλὴν τὴν Μεδούσης.
还有其他画作,阿尔西比亚德斯也在其中,画中有他在内墨阿获得马赛胜利的标志;还有珀耳修斯正在前往塞里福斯,向多吕得克忒斯呈上美杜莎的头。
καὶ τὰ μὲν ἐς Μέδουσαν οὐκ εἰμὶ πρόθυμος ἐν τοῖς Ἀττικοῖς σημῆναι·
关于美杜莎的事情,我并不急于在阿提卡纪行中说明。
ἔτι δὲ τῶν γραφῶν παρέντι τὸν παῖδα τὸν τὰς ὑδρίας φέροντα καὶ τὸν παλαιστὴν ὃν Τιμαίνετος ἔγραψεν, ἐστὶ Μουσαῖος.
此外,在画作中走过那个搬运水罐的男孩以及提麦内托斯所画的摔跤手之后,便是缪塞俄斯。
ἐγὼ δὲ ἔπη μὲν ἐπελεξάμην, ἐν οἷς ἐστι πέτεσθαι Μουσαῖον ὑπὸ Βορέου δῶρον, δοκεῖν δέ μοι πεποίηκεν αὐτὰ Ὀνομάκριτος καὶ ἔστιν οὐδὲν Μουσαίου βεβαίως ὅτι μὴ μόνον ἐς Δήμητρα ὕμνος Λυκομίδαις.
我确实读过一些诗,在其中缪塞俄斯借助玻瑞阿斯的礼物飞行,但我认为这些诗是俄诺马克里托斯创作的,除了只为吕科米德家族所作的向德墨忒尔的赞歌外,没有任何能确认为缪塞俄斯的作品。
§1.22.8κατὰ δὲ τὴν ἔσοδον αὐτὴν ἤδη τὴν ἐς ἀκρόπολιν Ἑρμῆν ὃν Προπύλαιον ὀνομάζουσι καὶ Χάριτας Σωκράτην ποιῆσαι τὸν Σωφρονίσκου λέγουσιν, ᾧ σοφῷ γενέσθαι μάλιστα ἀνθρώπων ἐστὶν ἡ Πυθία μάρτυς, ὃ μηδὲ Ἀνάχαρσιν ἐθέλοντα ὅμως καὶ διʼ αὐτὸ ἐς Δελφοὺς ἀφικόμενον προσεῖπεν.
就在进入卫城的入口处,人们称为前门的赫尔墨斯像和美惠三女神像,据说是由索弗罗尼斯科斯之子苏格拉底制作的,毕提亚见证了他是人类中最智慧的人,而尽管阿那哈尔西斯渴望并且为此来到了德尔斐,她却没有如此称呼他。

词汇与语法注释

  1. 1.22.1Ἱππολύτῳ — 利益或关系与格。此处没有使用预期的所有格属格,而是使用与格,以强调这座坟墓是“为希波吕托斯”或为了纪念他而筑造的。
  2. 1.22.5Ἀριάδνην ἀφῃρημένος — 保留宾格。夺取动词 ἀφαιρέω(夺去某人的某物)在主动语态中接双宾格。当变为被动语态(完成时中被动分词 ἀφῃρημένος)时,被夺走的对象(阿里阿德涅)仍保持宾格。
  3. 1.22.6ὁπόσαις ... ἀφανέσιν εἶναι — 形容词 ἀφανέσιν(与格复数)与关系代词 ὁπόσαις(与格复数,指画作)保持格的一致。这是不定式 εἶναι 的表语受到其意义上主语(与格的 ὁπόσαις)吸引而变为与格的现象。
  4. 1.22.8ᾧ σοφῷ γενέσθαι — 与格吸引。作为不定式 γενέσθαι 表语的形容词 σοφῷ,受到关系代词 ᾧ(指代苏格拉底,与格单数)的影响,被吸引为与格以保持一致。

引用这一段

保萨尼亚斯, 希腊志 §1.22.1-1.22.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.22.1-1.22.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。