§1.20.1ἔστι δὲ ὁδὸς ἀπὸ τοῦ πρυτανείου καλουμένη Τρίποδες·
プリュタネイオンからは「三脚巴(トリポデス)」と呼ばれる道があり、そこからこの地域の名が呼ばれている。
ἀφʼ οὗ καλοῦσι τὸ χωρίον, ναοὶ ὅσον ἐς τοῦτο μεγάλοι, καί σφισιν ἐφεστήκασι τρίποδες χαλκοῖ μέν, μνήμης δὲ ἄξια μάλιστα περιέχοντες εἰργασμένα.
ここには三脚巴を載せるのに十分な大きさの神殿があり、それらの上には青銅製の三脚巴が立てられているが、それらは極めて言及に値する精巧な美術品を伴っている。
σάτυρος γάρ ἐστιν, ἐφʼ ᾧ Πραξιτέλην λέγεται φρονῆσαι μέγα·
というのも、そこにはプラクシテレスが非常に誇りに思っていたと言われるサテュロスの像があるからである。
καί ποτε Φρύνης αἰτούσης, ὅ τι οἱ κάλλιστον εἴη τῶν ἔργων, ὁμολογεῖν μέν φασιν οἷα ἐραστὴν διδόναι, κατειπεῖν δʼ οὐκ ἐθέλειν ὅ τι κάλλιστον αὐτῷ οἱ φαίνοιτο.
かつてフリュネが、彼の作品の中で最も美しいものは何かと尋ねたとき、彼は恋人としてそれを与えることには同意したものの、自分にとってどれが最も美しく見えるかを明かすことは好まなかったと言われている。
ἐσδραμὼν οὖν οἰκέτης Φρύνης ἔφασκεν οἴχεσθαι Πραξιτέλει τὸ πολὺ τῶν ἔργων πυρὸς ἐσπεσόντος ἐς τὸ οἴκημα, οὐ μὲν οὖν πάντα γε ἀφανισθῆναι·
そこで、フリュネの召使が駆け込んできて、建物に火が入り、プラクシテレスの作品の大部分が失われたが、すべてが消滅したわけではないと言い張った。
§1.20.2Πραξιτέλης δὲ αὐτίκα ἔθει διὰ θυρῶν ἔξω καί οἱ καμόντι οὐδὲν ἔφασκεν εἶναι πλέον, εἰ δὴ καὶ τὸν Σάτυρον ἡ φλὸξ καὶ τὸν Ἔρωτα ἐπέλαβε·
プラクシテレスはただちに戸口を通って外へ走り、もし火がサテュロスとエロスの双方にまで及んだのであれば、彼が苦労して作ったものには何一つ残されていないと言った。
Φρύνη δὲ μένειν θαρροῦντα ἐκέλευε·
しかしフリュネは、心配せずにその場に留まるようにと命じた。
παθεῖν γὰρ ἀνιαρὸν οὐδέν, τέχνῃ δὲ ἁλόντα ὁμολογεῖν τὰ κάλλιστα ὧν ἐποίησε.
というのも、痛ましいことは何も起こっておらず、彼は策略に陥って、自分が作ったものの中で最も美しいものを告白したからである。
Φρύνη μὲν οὕτω τὸν Ἔρωτα αἱρεῖται·
このようにしてフリュネはエロスを選ぶ。
Διονύσῳ δὲ ἐν τῷ ναῷ τῷ πλησίον Σάτυρός ἐστι παῖς καὶ δίδωσιν ἔκπωμα· Ἔρωτα δʼ ἑστηκότα ὁμοῦ καὶ Διόνυσον Θυμίλος ἐποίησεν.
そして近くの神殿の中には、ディオニュソスのために杯を差し出す少年のサテュロスがあり、また、一緒に立っているエロスとディオニュソスはテュミロスが作った。
§1.20.3τοῦ Διονύσου δέ ἐστι πρὸς τῷ θεάτρῳ τὸ ἀρχαιότατον ἱερόν·
ディオニュソスの最も古い聖所は劇場の近くにある。
δύο δέ εἰσιν ἐντὸς τοῦ περιβόλου ναοὶ καὶ Διόνυσοι, ὅ τε Ἐλευθερεὺς καὶ ὃν Ἀλκαμένης ἐποίησεν ἐλέφαντος καὶ χρυσοῦ.
囲い(ペリボロス)の内部には二つの神殿と二つのディオニュソス像があり、一方はエレウテリウスであり、他方はアルカメネスが象牙と金で作ったものである。
γραφαὶ δὲ αὐτόθι Διόνυσός ἐστιν ἀνάγων Ἥφαιστον ἐς οὐρανόν·
そこには、ヘファイストスを天に連れ戻すディオニュソスの絵がある。
λέγεται δὲ καὶ τάδε ὑπὸ Ἑλλήνων, ὡς Ἥρα ῥίψαι γενόμενον Ἥφαιστον, ὁ δέ οἱ μνησικακῶν πέμψαι δῶρον χρυσοῦν θρόνον ἀφανεῖς δεσμοὺς ἔχοντα, καὶ τὴν μὲν ἐπεί τε ἐκαθέζετο δεδέσθαι, θεῶν δὲ τῶν μὲν ἄλλων οὐδενὶ τὸν Ἥφαιστον ἐθέλειν πείθεσθαι, Διόνυσος δὲ— μάλιστα γὰρ ἐς τοῦτον πιστὰ ἦν Ἡφαίστῳ—μεθύσας αὐτὸν ἐς οὐρανὸν ἤγαγε·
ギリシア人によって次のようなことも言われている。 すなわち、ヘラは生まれたヘファイストスを投げ捨てたが、彼は彼女に対して恨みを抱き、目に見えない縛り具を持つ金の玉座を贈り物として送り、彼女が座ると縛られた。 他の神々の誰もヘファイストスを説得することができなかったが、ディオニュソスは――ヘファイストスにとって最も信頼できる者であったため――彼を酔わせて天に連れて行った。
ταῦτά τε δὴ γεγραμμένα εἰσὶ καὶ Πενθεὺς καὶ Λυκοῦργος ὧν ἐς Διόνυσον ὕβρισαν διδόντες δίκας, Ἀριάδνη δὲ καθεύδουσα καὶ Θησεὺς ἀναγόμενος καὶ Διόνυσος ἥκων ἐς τῆς Ἀριάδνης τὴν ἁρπαγήν.
これらのことが描かれており、またペンテウスとリュクルゴスがディオニュソスに対して行った不遜な行為の罰を受けているところや、眠っているアリアドネ、船出するテセウス、そしてアリアドネの略奪のためにやって来たディオニュソスも描かれている。
§1.20.4ἔστι δὲ πλησίον τοῦ τε ἱεροῦ τοῦ Διονύσου καὶ τοῦ θεάτρου κατασκεύασμα, ποιηθῆναι δὲ τῆς σκηνῆς αὐτὸ ἐς μίμησιν τῆς Ξέρξου λέγεται·
ディオニュソスの聖所と劇場の近くには建物があり、それはクセルクセスの天幕を模して作られたと言われている。
ἐποιήθη δὲ καὶ δεύτερον, τὸ γὰρ ἀρχαῖον στρατηγὸς Ῥωμαίων ἐνέπρησε Σύλλας Ἀθήνας ἑλών.
そしてそれは二度目に建てられたものであり、古いものはローマ人の将軍スッラがアテナイを攻略した際に焼き払ったからである。
αἰτία δὲ ἥδε τοῦ πολέμου.
この戦争の原因は以下の通りである。
Μιθριδάτης ἐβασίλευε βαρβάρων τῶν περὶ τὸν Πόντον τὸν Εὔξεινον.
ミトリダテスは、エウクセイノス・ポントス(黒海)の周辺の異民族を支配していた。
πρόφασις μὲν δὴ διʼ ἥντινα Ῥωμαίοις ἐπολέμησε καὶ ὃν τρόπον ἐς τὴν Ἀσίαν διέβη καὶ ὅσας ἢ πολέμῳ βιασάμενος πόλεις ἔσχεν ἢ φίλας ἐποιήσατο, τάδε μὲν τοῖς ἐπίστασθαι τὰ Μιθριδάτου θέλουσι μελέτω·
彼がどのような理由でローマ人と戦い、いかにしてアジアへと渡り、いくつの都市を武力で奪い、あるいは味方にしたかという口実については、ミトリダテスの事績を知りたいと望む人々に委ねることにしよう。
ἐγὼ δὲ ὅσον ἐς τὴν ἅλωσιν τὴν Ἀθηναίων ἔχει δηλώσω.
私はアテナイの陥落に関する事柄についてのみ明らかにしよう。
§1.20.5ἦν Ἀριστίων Ἀθηναῖος, ᾧ Μιθριδάτης πρεσβεύειν ἐς τὰς πόλεις τὰς Ἑλληνίδας ἐχρῆτο·
アリストンというアテナイ人がおり、ミトリダテスは彼をギリシアの都市への使節として用いていた。
οὗτος ἀνέπεισεν Ἀθηναίους Μιθριδάτην θέσθαι Ῥωμαίων ἐπίπροσθεν.
この男が、ローマ人よりもミトリダテスを優先するようアテナイ人を説得した。
ἀνέπεισε δὲ οὐ πάντας, ἀλλʼ ὅσον δῆμος ἦν καὶ δήμου τὸ ταραχῶδες·
しかし、彼はすべての人を説得したわけではなく、ただ民衆と、民衆の中の不穏な分子だけであった。
Ἀθηναῖοι δὲ ὧν τις λόγος, παρὰ τοὺς Ῥωμαίους ἐκπίπτουσιν ἐθελονταί.
重きをなすアテナイ人たちは、自らローマ人のもとへ亡命した。
γενομένης δὲ μάχης πολλῷ περιῆσαν οἱ Ῥωμαῖοι, καὶ φεύγοντας Ἀριστίωνα μὲν καὶ Ἀθηναίους ἐς τὸ ἄστυ καταδιώκουσιν, Ἀρχέλαον δὲ καὶ τοὺς βαρβάρους ἐς τὸν Πειραιᾶ·
戦闘が起きると、ローマ人が大いに優勢であり、逃げるアリストンとアテナイ人たちを市街へと、またアルケラオスと異民族たちをペイライエウスへと追いつめた。
Μιθριδάτου δὲ στρατηγὸς καὶ οὗτος ἦν, ὃν πρότερον τούτων Μάγνητες οἱ τὸν Σίπυλον οἰκοῦντες σφᾶς ἐπεκδραμόντα αὐτόν τε τιτρώσκουσι καὶ τῶν βαρβάρων φονεύουσι τοὺς πολλούς.
アルケラオスもまたミトリダテスの将軍であり、これ以前にシピュロス周辺に住むマグネス人たちが、彼が襲撃してきた際に、彼を負傷させ、異民族の多くを殺害したことがあった。
§1.20.6Ἀθηναίοις μὲν δὴ πολιορκία καθειστήκει, Ταξίλος δὲ Μιθριδάτου στρατηγὸς ἐτύγχανε μὲν περικαθήμενος Ἐλάτειαν τὴν ἐν τῇ Φωκίδι, ἀφικομένων δὲ ἀγγέλων ἀναστήσας τὸν στρατὸν ἐς τὴν Ἀττικὴν ἦγεν.
アテナイ人には包囲戦が敷かれ、ミトリダテスの将軍タキシロスはフォキス地方のエラテイアを包囲していたが、使者が到着すると軍を動かしてアッティカへと率いた。
ἃ πυνθανόμενος ὁ στρατηγὸς τῶν Ῥωμαίων Ἀθήνας μὲν τοῦ στρατοῦ μέρει πολιορκεῖν ἀφῆκεν, αὐτὸς δὲ Ταξίλῳ τὸ πολὺ τῆς δυνάμεως ἔχων ἐς Βοιωτοὺς ἀπαντᾷ.
これを聞いたローマ人の将軍は、軍の一部をアテナイ包囲のために残し、自身は軍の大部分を率いてボイオティアでタキシロスを迎え撃った。
τρίτῃ δὲ ὕστερον ἡμέρᾳ τοῖς Ῥωμαίοις ἦλθον ἐπʼ ἀμφότερα τὰ στρατόπεδα ἄγγελοι, Σύλλᾳ μὲν ὡς Ἀθηναίοις εἴη τὸ τεῖχος ἑαλωκός, τοῖς δὲ Ἀθήνας πολιορκήσασι Ταξίλον κεκρατῆσθαι μάχῃ περὶ Χαιρώνειαν.
その三日後、双方のローマ軍の陣営に使者が到着した。 スッラにはアテナイの城壁が攻略されたという知らせが、アテナイを包囲していた者たちにはタキシロスがカイロネイア付近の戦闘で敗北したという知らせが届いた。
Σύλλας δὲ ὡς ἐς τὴν Ἀττικὴν ἐπανῆλθε, τοὺς ἐναντιωθέντας Ἀθηναίων καθείρξας ἐς τὸν Κεραμεικὸν τὸν λαχόντα σφῶν ἐκ δεκάδος ἑκάστης ἐκέλευσεν ἄγεσθαι τὴν ἐπὶ θανάτῳ.
スッラはアッティカに戻ると、抵抗したアテナイ人たちをケラメイコスに監禁し、十人ずつの組から抽選で選ばれた者を死刑に処するよう命じた。
§1.20.7Σύλλου δὲ οὐκ ἀνιέντος ἐς Ἀθηναίους τοῦ θυμοῦ λαθόντες ἐκδιδράσκουσιν ἄνδρες ἐς Δελφοὺς·
スッラのアテナイ人に対する怒りが衰えなかったため、何人かの男たちが密かにデルポイへと逃れた。
ἐρομένοις δέ σφισιν, εἰ καταλαμβάνοι τὸ χρεὼν ἤδη καὶ τὰς Ἀθήνας ἐρημωθῆναι, τούτοις ἔχρησεν ἡ Πυθία τὰ ἐς τὸν ἀσκὸν ἔχοντα.
彼らが、今や運命がアテナイに及び、アテナイが荒廃するのかと尋ねると、ピュティアは彼らに革袋に関する神託を与えた。
Σύλλᾳ δὲ ὕστερον τούτων ἐνέπεσεν ἡ νόσος, ᾗ καὶ τὸν Σύριον Φερεκύδην ἁλῶναι πυνθάνομαι.
これらのことの後に、スッラは病に冒されたが、それはシロスのフェレキュデスも罹ったと私が聞き及んでいるものである。
Σύλλᾳ δὲ ἔστι μὲν καὶ τὰ ἐς τοὺς πολλοὺς Ἀθηναίων ἀγριώτερα ἢ ὡς ἄνδρα εἰκὸς ἦν ἐργάσασθαι Ῥωμαῖον·
スッラのアテナイの一般市民に対する行いは、ローマ人の男がなすべきこととしてはあまりにも残酷なものであった。
ἀλλὰ γὰρ οὐ ταῦτα δὴ αἰτίαν γενέσθαι οἱ δοκῶ τῆς συμφορᾶς, Ἱκεσίου δὲ μήνιμα, ὅτι καταφυγόντα ἐς τὸ τῆς Ἀθηνᾶς ἱερὸν ἀπέκτεινεν ἀποσπάσας Ἀριστίωνα.
しかし、私はそれらが彼の災厄の原因となったのではなく、むしろ守護神の怒りによるものであると考える。 なぜなら、彼はアテナの神殿に逃げ込んだアリストンを引きずり出して殺害したからである。
Ἀθῆναι μὲν οὕτως ὑπὸ τοῦ πολέμου κακωθεῖσαι τοῦ Ῥωμαίων αὖθις Ἀδριανοῦ βασιλεύοντος ἤνθησαν·
このようにしてローマ人との戦争によって傷ついたアテナイは、後にハドリアヌス帝の統治期に再び繁栄した。