Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.21.1-1.21.7

剧场内的诗人雕像与阿斯克勒庇俄斯圣所

第 23 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯介绍了雅典剧场内的诗人雕像及其相关传说,提及卫城周围的纪念碑和阿斯克勒庇俄斯圣所,并详细描述了萨乌罗马泰人独特的马蹄甲制造工艺及亚麻甲的效用。

§1.21.1εἰσὶ δὲ Ἀθηναίοις εἰκόνες ἐν τῷ θεάτρῳ καὶ τραγῳδίας καὶ κωμῳδίας ποιητῶν, αἱ πολλαὶ τῶν ἀφανεστέρων· ὅτι μὴ γὰρ Μένανδρος, οὐδεὶς ἦν ποιητὴς κωμῳδίας τῶν ἐς δόξαν ἡκόντων.
在雅典人的剧场里有悲剧和喜剧诗人的像,其中大多数是较无名之人的;因为除了美南德,没有任何喜剧诗人是享有盛名的。
τραγῳδίας δὲ κεῖνται τῶν φανερῶν Εὐριπίδης καὶ Σοφοκλῆς.
至于悲剧诗人,在著名的人中,欧里庇得斯和索福克勒斯立于此地。
λέγεται δὲ Σοφοκλέους τελευτήσαντος ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν Λακεδαιμονίους, καὶ σφῶν τὸν ἡγούμενον ἰδεῖν ἐπιστάντα οἱ Διόνυσον κελεύειν τιμαῖς, ὅσαι καθεστήκασιν ἐπὶ τοῖς τεθνεῶσι, τὴν Σειρῆνα τὴν νέαν τιμᾶν· καί οἱ τὸ ὄναρ ἐς Σοφοκλέα καὶ τὴν Σοφοκλέους ποίησιν ἐφαίνετο ἔχειν, εἰώθασι δὲ καὶ νῦν ἔτι ποιημάτων καὶ λόγων τὸ ἐπαγωγὸν Σειρῆνι εἰκάζειν.
据说索福克勒斯去世时,拉刻代蒙人入侵阿提卡,他们的领袖看见迪奥尼索斯站在他面前,命令他以对待死者所确立的一切礼遇来祭祀“新塞壬”;而这梦在他看来似乎是指索福克勒斯和索福克勒斯的诗作,甚至直到现在,人们仍习惯将诗歌和散文的迷人之处比作塞壬。
§1.21.2τὴν δὲ εἰκόνα τὴν Αἰσχύλου πολλῷ τε ὕστερον τῆς τελευτῆς δοκῶ ποιηθῆναι καὶ τῆς γραφῆς ἣ τὸ ἔργον ἔχει τὸ Μαραθῶνι.
至于埃斯库罗斯的像,我认为是在他去世后很久,并且是在那幅描绘马拉松战役的画作之后才制作的。
ἔφη δὲ Αἰσχύλος μειράκιον ὢν καθεύδειν ἐν ἀγρῷ φυλάσσων σταφυλάς, καί οἱ Διόνυσον ἐπιστάντα κελεῦσαι τραγῳδίαν ποιεῖν· ὡς δὲ ἦν ἡμέρα— πείθεσθαι γὰρ ἐθέλειν—ῥᾷστα ἤδη πειρώμενος ποιεῖν.
埃斯库罗斯自己曾说,他年轻时在田里看守葡萄时睡着了,迪奥尼索斯站在他面前,命令他创作悲剧;到了天亮时——因为他愿意顺从——他尝试创作,发现极其容易。
§1.21.3οὗτος μὲν ταῦτα ἔλεγεν·
他确实说了这些话。
ἐπὶ δὲ τοῦ Νοτίου καλουμένου τείχους, ὃ τῆς ἀκροπόλεως ἐς τὸ θέατρόν ἐστι τετραμμένον, ἐπὶ τούτου Μεδούσης τῆς Γοργόνος ἐπίχρυσος ἀνάκειται κεφαλή, καὶ περὶ αὐτὴν αἰγὶς πεποίηται.
而在被称为“南墙”的墙上,这堵墙是从卫城朝向剧场方向的,在这堵墙上供奉着美杜莎戈尔工的镀金头像,其周围制有埃癸斯。
ἐν δὲ τῇ κορυφῇ τοῦ θεάτρου σπήλαιόν ἐστιν ἐν ταῖς πέτραις ὑπὸ τὴν ἀκρόπολιν· τρίπους δὲ ἔπεστι καὶ τούτῳ· Ἀπόλλων δὲ ἐν αὐτῷ καὶ Ἄρτεμις τοὺς παῖδάς εἰσιν ἀναιροῦντες τοὺς Νιόβης.
在剧场的顶部,在卫城下方的岩石中有一个洞穴;这洞穴之上也立有三脚鼎;阿波罗和阿耳忒弥斯在其中,正在杀死尼奥蓓的孩子们。
ταύτην τὴν Νιόβην καὶ αὐτὸς εἶδον ἀνελθὼν ἐς τὸν Σίπυλον τὸ ὄρος· ἡ δὲ πλησίον μὲν πέτρα καὶ κρημνός ἐστιν οὐδὲν παρόντι σχῆμα παρεχόμενος γυναικὸς οὔτε ἄλλως οὔτε πενθούσης· εἰ δέ γε πορρωτέρω γένοιο, δεδακρυμένην δόξεις ὁρᾶν καὶ κατηφῆ γυναῖκα.
这尊尼奥蓓像我自己也曾登上西皮洛斯山看过;它在近处看只是一块岩石和悬崖,对在场的人来说,既不呈现女子的形状,也不呈现哀悼的样子;但如果你走得更远,你会以为看到了一个流泪和沮丧的女子。
§1.21.4ἰόντων δὲ Ἀθήνῃσιν ἐς τὴν ἀκρόπολιν ἀπὸ τοῦ θεάτρου τέθαπται Κάλως· τοῦτον τὸν Κάλων ἀδελφῆς παῖδα ὄντα καὶ τῆς τέχνης μαθητὴν φονεύσας Δαίδαλος ἐς Κρήτην ἔφυγε, χρόνῳ δὲ ὕστερον ἐς Σικελίαν ἐκδιδράσκει παρὰ Κώκαλον.
在雅典,当人们从剧场走向卫城时,那里埋葬着卡罗斯;戴达罗斯因杀死了这个作为他姊妹之子且是其手艺弟子的卡罗斯而逃往克里特,后来又逃往西西里投奔科卡罗斯。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔς τε τὰ ἀγάλματά ἐστιν, ὁπόσα τοῦ θεοῦ πεποίηται καὶ τῶν παίδων, καὶ ἐς τὰς γραφὰς θέας ἄξιον·
阿斯克勒庇俄斯的圣所,无论是因为其中为神及其子嗣所作的那些雕像,还是因为那些画作,都非常值得一观。
ἔστι δὲ ἐν αὐτῷ κρήνη, παρʼ ᾗ λέγουσι Ποσειδῶνος παῖδα Ἁλιρρόθιον θυγατέρα Ἄρεως Ἀλκίππην αἰσχύναντα ἀποθανεῖν ὑπὸ Ἄρεως, καὶ δίκην ἐπὶ τούτῳ τῷ φόνῳ γενέσθαι πρῶτον.
其中有一口泉水,据人们说,波塞冬之子哈利罗提奥斯因玷污了阿瑞斯之女阿尔基佩,在此被阿瑞斯杀死,并且因为这起杀人案首次举行了审判。
§1.21.5ἐνταῦθα ἄλλα τε καὶ Σαυροματικὸς ἀνάκειται θώραξ· ἐς τοῦτόν τις ἰδὼν οὐδὲν ἧσσον Ἑλλήνων τοὺς βαρβάρους φήσει σοφοὺς ἐς τὰς τέχνας εἶναι.
在这里,除了其他物品,还供奉着一件萨乌罗马泰人的甲胄;看到这件甲胄的人,会说异族人在技艺上不比希腊人逊色。
Σαυρομάταις γὰρ οὔτε αὐτοῖς σίδηρός ἐστιν ὀρυσσόμενος οὔτε σφίσιν ἐσάγουσιν· ἄμικτοι γὰρ μάλιστα τῶν ταύτῃ βαρβάρων εἰσί.
因为萨乌罗马泰人自己既没有开采出来的铁,也不输入铁;因为他们是那一带最不与他人交往的异族。
πρὸς οὖν τὴν ἀπορίαν ταύτην ἐξεύρηταί σφισιν· ἐπὶ μὲν τοῖς δόρασιν αἰχμὰς ὀστεΐνας ἀντὶ σιδήρου φοροῦσι, τόξα τε κράνινα καὶ ὀιστοὺς καὶ ὀστεΐνας ἀκίδας ἐπὶ τοῖς ὀιστοῖς· καὶ σειραῖς περιβαλόντες τῶν πολεμίων ὁπόσους καὶ τύχοιεν, τοὺς ἵππους ἀποστρέψαντες ἀνατρέπουσι τοὺς ἐνσχεθέντας ταῖς σειραῖς.
因此,针对这种匮乏,他们发明了如下方法:他们在长矛上装骨制的矛头以代替铁,并且使用山茱萸木做的弓和箭,以及在箭上装有骨制的箭镞;他们用绳索套住他们所碰到的任何敌人,然后转过马头,拉倒被绳索套住的人。
§1.21.6τοὺς δὲ θώρακας ποιοῦνται τὸν τρόπον τοῦτον.
他们制作甲胄的方式如下。
ἵππους πολλὰς ἕκαστος τρέφει, ὡς ἂν οὔτε ἐς ἰδιωτῶν κλήρους τῆς γῆς μεμερισμένης οὔτε τι φερούσης πλὴν ὕλης ἀγρίας ἅτε ὄντων νομάδων· ταύταις οὐκ ἐς πόλεμον χρῶνται μόνον, ἀλλὰ καὶ θεοῖς θύουσιν ἐπιχωρίοις καὶ ἄλλως σιτοῦνται.
每个人都饲养许多马匹,因为土地既没有分割为私人的地块,除了野生森林外也不生长任何东西,毕竟他们是游牧民;他们使用马匹不仅用于战争,还向当地的神明献祭,并在其他时候作为食物。
συλλεξάμενοι δὲ τὰς ὁπλὰς ἐκκαθήραντές τε καὶ διελόντες ποιοῦσιν ἀπʼ αὐτῶν ἐμφερῆ δρακόντων φολίσιν· ὅστις δὲ οὐκ εἶδέ πω δράκοντα, πίτυός γε εἶδε καρπὸν χλωρὸν ἔτι· ταῖς οὖν ἐπὶ τῷ καρπῷ τῆς πίτυος φαινομέναις ἐντομαῖς εἰκάζων τὸ ἔργον τὸ ἐκ τῆς ὁπλῆς οὐκ ἂν ἁμαρτάνοι.
他们收集马蹄,清洗干净并剖开,用它们制成类似于龙鳞的薄片;若有人从未见过龙,至少见过还青绿的松果;因此,若将马蹄制成的制品比作松果上显现的刻痕,便不会有错。
ταῦτα διατρήσαντες καὶ νεύροις ἵππων καὶ βοῶν συρράψαντες χρῶνται θώραξιν οὔτε εὐπρεπείᾳ τῶν Ἑλληνικῶν ἀποδέουσιν οὔτε ἀσθενεστέροις· καὶ γὰρ συστάδην τυπτόμενοι καὶ βληθέντες ἀνέχονται.
他们将这些薄片钻孔,并用马和牛的筋缝合起来,用作甲胄,这些甲胄在美观上不逊于希腊人的甲胄,也不比它们脆弱;因为无论是在近战中遭受打击还是被射中,它们都能承受。
§1.21.7οἱ δὲ θώρακες οἱ λινοῖ μαχομένοις μὲν οὐχ ὁμοίως εἰσὶ χρήσιμοι, διιᾶσι γὰρ καὶ βιαζόμενοι τὸν σίδηρον· θηρεύοντας δὲ ὠφελοῦσιν, ἐναποκλῶνται γάρ σφισι καὶ λεόντων ὀδόντες καὶ παρδάλεων.
而亚麻甲胄对战斗中的人来说并不同样有用,因为即使是铁器,在施加力量时也会穿透它们;但它们对狩猎的人有帮助,因为狮子和豹子的牙齿会折断在其中。
θώρακας δὲ λινοῦς ἰδεῖν ἔν τε ἄλλοις ἱεροῖς ἔστιν ἀνακειμένους καὶ ἐν Γρυνείῳ, ἔνθα Ἀπόλλωνος κάλλιστον ἄλσος δένδρων καὶ ἡμέρων καὶ ὅσα τῶν ἀκάρπων ὀσμῆς παρέχεταί τινα ἢ θέας ἡδονήν.
亚麻甲胄不仅在其他圣所,在格吕内伊翁也可以看到供奉,那里有最美丽的阿波罗林苑,种植着驯化树木,以及那些虽不结果却能提供某种香气或视觉愉悦的树木。

词汇与语法注释

  1. §1.21.1ὅτι μὴ γὰρ Μένανδρος — ὅτι μή 是一个表示“除了……”(except)的习惯用语。连词 ὅτι 与否定词 μή 结合在一起,其功能相当于一个表示例外的介词。
  2. §1.21.1λέγεται δὲ Σοφοκλέους τελευτήσαντος ἐσβαλεῖν — 由无人称动词 λέγεται(据说)引导的带对格的不定式结构。其中包含属格绝对结构 Σοφοκλέους τελευτήσαντος(当索福克勒斯去世时),而不定式 ἐσβαλεῖν 的逻辑主语是对格的 Λακεδαιμονίους。
  3. §1.21.3εἰ δέ γε πορρωτέρω γένοιο, δεδακρυμένην δόξεις ὁρᾶν — 这是一个混合条件句,条件从句中使用希求语气(γένοιο),归结从句中使用直说语气将来时(δόξεις)。这把假设中的模糊可能性与结果中确凿、生动的预测结合在了一起。
  4. §1.21.6ὡς ἂν οὔτε ἐς ἰδιωτῶν κλήρους ... ἅτε ὄντων νομάδων — ὡς ἄν 与分词(在此处与句末的 ἅτε ὄντων 呼应)或名词短语连用,表示主观原因或前提条件(“因为”、“由于”)。它强调了游牧民的实际生活状况。

引用这一段

保萨尼亚斯, 希腊志 §1.21.1-1.21.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.21.1-1.21.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。