§1.16.1ἀνδριάντες δὲ χαλκοῖ κεῖνται πρὸ μὲν τῆς στοᾶς Σόλων ὁ τοὺς νόμους Ἀθηναίοις γράψας, ὀλίγον δὲ ἀπωτέρω Σέλευκος, ᾧ καὶ πρότερον ἐγένετο ἐς τὴν εὐδαιμονίαν τὴν μέλλουσαν σημεῖα οὐκ ἀφανῆ.
In front of the portico stand bronze statues: on the one hand, Solon, who wrote the laws for the Athenians, and a little further off, Seleucus, for whom even earlier there had occurred no obscure omens pointing to his future prosperity.
Σελεύκῳ γάρ, ὡς ὡρμᾶτο ἐκ Μακεδονίας σὺν Ἀλεξάνδρῳ, θύοντι ἐν Πέλλῃ τῷ Διὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ βωμοῦ κείμενα προύβη τε αὐτόματα πρὸς τὸ ἄγαλμα καὶ ἄνευ πυρὸς ἥφθη.
For when Seleucus set out from Macedonia with Alexander, as he was sacrificing to Zeus at Pella, the wood lying upon the altar advanced of its own accord towards the image and caught fire without any spark.
τελευτήσαντος δὲ Ἀλεξάνδρου Σέλευκος Ἀντίγονον ἐς Βαβυλῶνα ἀφικόμενον δείσας καὶ παρὰ Πτολεμαῖον φυγὼν τὸν Λάγου κατῆλθεν αὖθις ἐς Βαβυλῶνα, κατελθὼν δὲ ἐκράτησε μὲν τῆς Ἀντιγόνου στρατιᾶς καὶ αὐτὸν ἀπέκτεινεν Ἀντίγονον, εἷλε δὲ ἐπιστρατεύσαντα ὕστερον Δημήτριον τὸν Ἀντιγόνου.
After the death of Alexander, Seleucus, fearing Antigonus who had arrived in Babylon, fled to Ptolemy, the son of Lagus, and later returned again to Babylon; having returned, he defeated the army of Antigonus and killed Antigonus himself, and later captured Demetrius, the son of Antigonus, when the latter marched against him.
§1.16.2ὡς δέ οἱ ταῦτα προκεχωρήκει καὶ μετʼ ὀλίγον τὰ Λυσιμάχου κατείργαστο, τὴν μὲν ἐν τῇ Ἀσίᾳ πᾶσαν ἀρχὴν παρέδωκεν Ἀντιόχῳ τῷ παιδί, αὐτὸς δὲ ἐς Μακεδονίαν ἠπείγετο.
When these things had succeeded for him, and shortly after the affairs of Lysimachus had been subdued, he handed over the entire empire in Asia to his son Antiochus, and he himself hastened to Macedonia.
στρατιὰ μὲν καὶ Ἑλλήνων καὶ βαρβάρων ἦν παρὰ Σελεύκῳ· Πτολεμαῖος δὲ ἀδελφὸς μὲν Λυσάνδρας καὶ παρὰ Λυσιμάχου παρʼ αὐτὸν πεφευγώς, ἄλλως δὲ τολμῆσαι πρόχειρος καὶ διʼ αὐτὸ Κεραυνὸς καλούμενος, οὗτος ὁ Πτολεμαῖος, ὡς προσιὼν ὁ Σελεύκου στρατὸς ἐγένετο κατὰ Λυσιμάχειαν, λαθὼν Σέλευκον κτείνει, διαρπάσαι δὲ ἐπιτρέψας τὰ χρήματα τοῖς βασιλεῦσιν ἐβασίλευσε Μακεδονίας, ἐς ὃ Γαλάταις πρῶτος ὧν ἴσμεν βασιλέων ἀντιτάξασθαι τολμήσας ἀναιρεῖται ὑπὸ τῶν βαρβάρων· τὴν δὲ ἀρχὴν Ἀντίγονος ἀνεσώσατο ὁ Δημητρίου.
While Seleucus had an army of both Greeks and foreigners, Ptolemy—the brother of Lysandra, who had fled from Lysimachus to him, and who was moreover ready for bold deeds, for which reason he was called Ceraunus (Lightning)—this Ptolemy, when the advancing army of Seleucus reached the neighborhood of Lysimacheia, murdered Seleucus by stealth, and, having allowed the commanders to plunder the treasures, became king of Macedonia, until he was slain by the foreigners, being the first of the kings we know to dare to range himself against the Galatians; and the empire was recovered by Antigonus, the son of Demetrius.
§1.16.3Σέλευκον δὲ βασιλέων ἐν τοῖς μάλιστα πείθομαι καὶ ἄλλως γενέσθαι δίκαιον καὶ πρὸς τὸ θεῖον εὐσεβῆ.
I believe that Seleucus was especially among the kings both otherwise just and pious towards the divine.
τοῦτο μὲν γὰρ Σέλευκός ἐστιν ὁ Μιλησίοις τὸν χαλκοῦν καταπέμψας Ἀπόλλωνα ἐς Βραγχίδας, ἀνακομισθέντα ἐς Ἐκβάτανα τὰ Μηδικὰ ὑπὸ Ξέρξου· τοῦτο δὲ Σελεύκειαν οἰκίσας ἐπὶ Τίγρητι ποταμῷ καὶ Βαβυλωνίους οὗτος ἐπαγόμενος ἐς αὐτὴν συνοίκους ὑπελίπετο μὲν τὸ τεῖχος Βαβυλῶνος, ὑπελίπετο δὲ. τοῦ Βὴλ τὸ ἱερὸν καὶ περὶ αὐτὸ τοὺς Χαλδαίους οἰκεῖν.
For, on the one hand, it was Seleucus who sent back to the Milesians at Branchidae the bronze Apollo which had been carried away to Ecbatana during the Persian War by Xerxes; and on the other hand, when he founded Seleucia on the river Tigris and brought the Babylonians into it as fellow-settlers, he left the wall of Babylon standing, and also left the temple of Bel and allowed the Chaldaeans to dwell around it.