§1.14.1ἡ μὲν Ἠπειρωτῶν ἀκμὴ κατέστρεψεν ἐς τοῦτο· ἐς δὲ τὸ Ἀθήνῃσιν ἐσελθοῦσιν Ὠιδεῖον ἄλλα τε καὶ Διόνυσος κεῖται θέας ἄξιος. πλησίον δέ ἐστι κρήνη, καλοῦσι δὲ αὐτὴν Ἐννεάκρουνον, οὕτω κοσμηθεῖσαν ὑπὸ Πεισιστράτου· φρέατα μὲν γὰρ καὶ διὰ πάσης τῆς πόλεώς ἐστι, πηγὴ δὲ αὕτη μόνη. ναοὶ δὲ ὑπὲρ τὴν κρήνην ὁ μὲν Δήμητρος πεποίηται καὶ Κόρης, ἐν δὲ τῷ Τριπτολέμου κείμενόν ἐστιν ἄγαλμα· τὰ δὲ ἐς αὐτὸν ὁποῖα λέγεται γράψω, παρεὶς ὁπόσον ἐς Δηιόπην ἔχει τοῦ λόγου. §1.14.2Ἑλλήνων οἱ μάλιστα ἀμφισβητοῦντες Ἀθηναίοις ἐς ἀρχαιότητα καὶ δῶρα, ἃ παρὰ θεῶν φασὶν ἔχειν, εἰσὶν Ἀργεῖοι, καθάπερ βαρβάρων Φρυξὶν Αἰγύπτιοι. λέγεται οὖν ὡς Δήμητρα ἐς Ἄργος ἐλθοῦσαν Πελασγὸς δέξαιτο οἴκῳ καὶ ὡς Χρυσανθὶς τὴν ἁρπαγὴν ἐπισταμένη τῆς Κόρης διηγήσαιτο· ὕστερον δὲ Τροχίλον ἱεροφάντην φυγόντα ἐξ Ἄργους κατὰ ἔχθος Ἀγήνορος ἐλθεῖν φασιν ἐς τὴν Ἀττικὴν καὶ γυναῖκά τε ἐξ Ἐλευσῖνος γῆμαι καὶ γενέσθαι οἱ παῖδας Εὐβουλέα καὶ Τριπτόλεμον. ὅδε μὲν Ἀργείων ἐστὶ λόγος Ἀθηναῖοι δὲ καὶ ὅσοι παρὰ τούτοις ἴσασι Τριπτόλεμον τὸν Κελεοῦ πρῶτον σπεῖραι καρπὸν ἥμερον. §1.14.3ἔπη δὲ ᾄδεται Μουσαίου μέν, εἰ δὴ Μουσαίου καὶ ταῦτα, Τριπτόλεμον παῖδα Ὠκεανοῦ καὶ Γῆς εἶναι, Ὀρφέως δέ, οὐδὲ ταῦτα Ὀρφέως ἐμοὶ δοκεῖν ὄντα, Εὐβουλεῖ καὶ Τριπτολέμῳ Δυσαύλην πατέρα εἶναι, μηνύσασι δέ σφισι περὶ τῆς παιδὸς δοθῆναι παρὰ Δήμητρος σπεῖραι τοὺς καρπούς· Χοιρίλῳ δὲ Ἀθηναίῳ δρᾶμα ποιήσαντι Ἀλόπην ἔστιν εἰρημένα Κερκυόνα εἶναι καὶ Τριπτόλεμον ἀδελφούς, τεκεῖν δὲ σφᾶς θυγατέρα Ἀμφικτύονος, εἶναι δὲ πατέρα Τριπτολέμῳ μὲν Ῥᾶρον, Κερκυόνι δὲ Ποσειδῶνα. πρόσω δὲ ἰέναι με ὡρμημένον τοῦδε τοῦ λόγου καὶ †ὁπόσα ἐξήγησιν †ἔχει τὸ Ἀθήνῃσιν ἱερόν, καλούμενον δὲ Ἐλευσίνιον, ἐπέσχεν ὄψις ὀνείρατος· ἃ δὲ ἐς πάντας ὅσιον γράφειν, ἐς ταῦτα ἀποτρέψομαι. §1.14.4πρὸ τοῦ ναοῦ τοῦδε, ἔνθα καὶ τοῦ Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦς χαλκοῦς οἷα ἐς θυσίαν ἀγόμενος, πεποίηται δὲ καθήμενος Ἐπιμενίδης Κνώσσιος, ὃν ἐλθόντα ἐς ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐς σπήλαιον· ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἤ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι, καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεις ἐκάθηρεν ἄλλας τε καὶ τὴν Ἀθηναίων. Θάλης δὲ ὁ Λακεδαιμονίοις τὴν νόσον παύσας οὔτε ἄλλως προσήκων οὔτε πόλεως ἦν Ἐπιμενίδῃ τῆς αὐτῆς· ἀλλʼ ὁ μὲν Κνώσσιος, Θάλητα δὲ εἶναί φησι Γορτύνιον Πολύμναστος Κολοφώνιος ἔπη Λακεδαιμονίοις ἐς αὐτὸν ποιήσας. §1.14.5—ἔτι δὲ ἀπωτέρω ναὸς Εὐκλείας, ἀνάθημα καὶ τοῦτο ἀπὸ Μήδων, οἳ τῆς χώρας Μαραθῶνι ἔσχον. φρονῆσαι δὲ Ἀθηναίους ἐπὶ τῇ νίκῃ ταύτῃ μάλιστα εἰκάζω· καὶ δὴ καὶ Αἰσχύλος, ὥς οἱ τοῦ βίου προσεδοκᾶτο ἡ τελευτή, τῶν μὲν ἄλλων ἐμνημόνευσεν οὐδενός, δόξης ἐς τοςοῦτο ἥκων ἐπὶ ποιήσει καὶ πρὸ Ἀρτεμισίου καὶ ἐν Σαλαμῖνι ναυμαχήσας· ὁ δὲ τό τε ὄνομα πατρόθεν καὶ τὴν πόλιν ἔγραψε καὶ ὡς τῆς ἀνδρίας μάρτυρας ἔχοι τὸ Μαραθῶνι ἄλσος καὶ Μήδων τοὺς ἐς αὐτὸ ἀποβάντας. §1.14.6ὑπὲρ δὲ τὸν Κεραμεικὸν καὶ στοὰν τὴν καλουμένην Βασίλειον ναός ἐστιν Ἡφαίστου. καὶ ὅτι μὲν ἄγαλμά οἱ παρέστηκεν Ἀθηνᾶς, οὐδὲν θαῦμα ἐποιούμην τὸν ἐπὶ Ἐριχθονίῳ ἐπιστάμενος λόγον· τὸ δὲ ἄγαλμα ὁρῶν τῆς Ἀθηνᾶς γλαυκοὺς ἔχον τοὺς ὀφθαλμοὺς Λιβύων τὸν μῦθον ὄντα εὕρισκον· τούτοις γάρ ἐστιν εἰρημένον Ποσειδῶνος καὶ λίμνης Τριτωνίδος θυγατέρα εἶναι καὶ διὰ τοῦτο γλαυκοὺς εἶναι ὥσπερ καὶ τῷ Ποσειδῶνι τοὺς ὀφθαλμούς. §1.14.7πλησίον δὲ ἱερόν ἐστιν Ἀφροδίτης Οὐρανίας. πρώτοις δὲ ἀνθρώπων Ἀσσυρίοις κατέστη σέβεσθαι τὴν Οὐρανίαν, μετὰ δὲ Ἀσσυρίους Κυπρίων Παφίοις καὶ Φοινίκων τοῖς Ἀσκάλωνα ἔχουσιν ἐν τῇ Παλαιστίνῃ, παρὰ δὲ Φοινίκων Κυθήριοι μαθόντες σέβουσιν· Ἀθηναίοις δὲ κατεστήσατο Αἰγεύς, αὑτῷ τε οὐκ εἶναι παῖδας νομίζων—οὐ γάρ πω τότε ἦσαν— καὶ ταῖς ἀδελφαῖς γενέσθαι τὴν συμφορὰν ἐκ μηνίματος τῆς Οὐρανίας. τὸ δὲ ἐφʼ ἡμῶν ἔτι ἄγαλμα λίθου Παρίου καὶ ἔργον Φειδίου· δῆμος δέ ἐστιν Ἀθηναίοις Ἀθμονέων, οἳ Πορφυρίωνα ἔτι πρότερον Ἀκταίου βασιλεύσαντα τῆς Οὐρανίας φασὶ τὸ παρὰ σφίσιν ἱερὸν ἱδρύσασθαι. λέγουσι δὲ ἀνὰ τοὺς δήμους καὶ ἄλλα οὐδὲν ὁμοίως καὶ οἱ τὴν πόλιν ἔχοντες.
エペイロス人の全盛期はここで終わりを告げた。アテネの音楽堂に入ると、他のものに混じって、見るに値するディオニュソスの像が置かれている。その近くには泉があり、ペイシストラトスによってそのように整えられたため、人々はこれをエンネアクルノス(九つの噴出口を持つ泉)と呼んでいる。というのも、井戸は街のいたるところにあるが、湧き出る泉はこれだけだからである。泉の上方には神殿があり、一方はデメテルとコレのために建てられており、もう一方の中にはトリプトレモスの像が置かれている。彼について語られていることを私は記すつもりだが、デイオペに関する話の部分は省略することにする。ギリシア人の中で、自分たちの古さや、神々から受け取ったと主張する贈り物をめぐって、アテネ人と最も激しく争っているのはアルゴス人であり、これは未開人の中でエジプト人がフリュギア人と争っているのと同じである。そこで言われていることには、デメテルがアルゴスにやって来たとき、ペラスゴスが彼女を家に迎え入れ、コレの誘拐について知っていたクリュサンティスが彼女にその経緯を語ったという。その後、祭司トロキロスがアゲノルの敵意のためにアルゴスから逃れてアッティカにやって来て、エレウシス出身の女性と結婚し、彼にエウブレウスとトリプトレモスという子供たちが生まれたという。これがアルゴス人の言い分であるが、アテネ人と彼らから聞いて知っている人々は、ケレオスの子トリプトレモスが最初に栽培された作物の種を蒔いたと主張している。ムサイオスのものとされる詩では――もしこれが本当にムサイオスの詩であるならば――トリプトレモスはオケアノスとゲの子であると歌われており、オルフェウスのものとされる詩では――これも私にはオルフェウス of 詩とは思われないが――エウブレウスとトリプトレモスの父親はデュサウレスであり、彼らがその少女について知らせたために、デメテルから作物の種を与えられて蒔くことになったと歌われている。また、アテネのコイリロスは『アロペ』という劇を作り、その中でケルキュオンとトリプトレモスは兄弟であり、彼らはアムピクテュオンの娘から生まれ、トリプトレモスの父親はラロス、ケルキュオンの父親はポセイドンであると述べている。私がこの話をさらに進めて、アテネにあるエレウシニオンと呼ばれる神殿が持つ由来についてすべて書き記そうと意気込んでいたとき、夢の告げが私を押しとどめた。それゆえ、すべての人に書き記すことが許されている事柄へと私は向きを変えることにする。この神殿の前、トリプトレモスの像もある場所には、まるで犠牲に引かれていくかのような青銅の雄牛がおり、またクノッソス出身のエピメニデスが座っている姿で作られている。彼は野原に出て洞窟に入り、そこで眠りについたと言われている。その眠りは、彼が眠ったまま四十年の歳月が流れるまで彼を解放しなかった。後に彼は詩を作り、アテネをはじめとする他の都市を浄化した。ラケダイモン人の疫病を鎮めたタレスは、エピメニデスとは親戚関係にもなく、また同じ都市の出身でもなかった。エピメニデスはクノッソス人であったが、コロポンのポリュムナストスはラケダイモン人のためにタレスについて作った詩の中で、タレスはゴルテュン人であると述べている。 ――さらに遠くにはエウクレイアの神殿があり、これもまたマラトンに上陸したペルシア人から得た戦利品による奉納物である。アテネ人がこの勝利を最も誇りに思っていたであろうと私は推測する。実際、アイスキュロスも自分の生涯の終わりを予期したとき、詩作によってあれほど高い名声を得ており、アルテミシオン沖やサラミスでの海戦を戦ったにもかかわらず、他のいかなる業績についても言及しなかった。彼は父の名を含む自分の名前と都市を書き記し、自分の勇気の証人としてマラトンの聖なる森とそこに上陸したペルシア人たちを挙げている。ケラメイコスと「バシレイオス」と呼ばれる柱廊の上方には、ヘパイストスの神殿がある。その傍らにアテナの像が立っていることについては、エリクトニオスに関する話を知っていたので、私は少しも不思議に思わなかった。しかし、アテナの像が青灰色の目をしているのを見て、私はこれがリビア人の神話であることを知った。というのも、リビア人の説によれば、彼女はポセイドンとトリトニス湖の娘であり、そのためポセイドンと同様に目が青灰色なのだという。その近くにはアプロディテ・ウラニアの神殿がある。人類の中で最初にウラニアを崇拝するようになったのはアッシリア人であり、アッシリア人の後にはキプロス人のパポス人、そしてパレスチナのアスカロンを領有していたフェニキア人であり、フェニキア人から学んでキテラの人々が彼女を崇拝している。アテネ人においてはアイゲウスがこれを創設したが、彼は自分に子供がいないこと――当時はまだ生まれていなかったからである―― と、彼の姉妹たちに降りかかった災難がウラニアの怒りによるものであると考えたからである。私たちの時代まで残っている像はパロス大理石でできており、フェイディアスの作品である。また、アテネ人にはアトモネイスという区があり、彼らはアクタイオスよりさらに前に王であったポルピュリオンが、自分たちの地にウラニアの神殿を建てたと主張している。しかし、各区の間で語られていることは、都市を占めている人々が言うこととは全く異なっている。