§1.14.1ἡ μὲν Ἠπειρωτῶν ἀκμὴ κατέστρεψεν ἐς τοῦτο·
伊庇鲁斯人的全盛时期便在此终结。
ἐς δὲ τὸ Ἀθήνῃσιν ἐσελθοῦσιν Ὠιδεῖον ἄλλα τε καὶ Διόνυσος κεῖται θέας ἄξιος.
进入雅典的音乐厅时,在其他陈设之中,立有一尊值得一看的狄奥尼索斯像。
πλησίον δέ ἐστι κρήνη, καλοῦσι δὲ αὐτὴν Ἐννεάκρουνον, οὕτω κοσμηθεῖσαν ὑπὸ Πεισιστράτου·
在其附近有一口泉水,人们称其为“九泉”(恩涅阿克鲁诺斯),是经庇西特拉图如此装饰而成的。
φρέατα μὲν γὰρ καὶ διὰ πάσης τῆς πόλεώς ἐστι, πηγὴ δὲ αὕτη μόνη.
因为虽然水井遍布整个城市,但泉水仅此一处。
ναοὶ δὲ ὑπὲρ τὴν κρήνην ὁ μὲν Δήμητρος πεποίηται καὶ Κόρης, ἐν δὲ τῷ Τριπτολέμου κείμενόν ἐστιν ἄγαλμα·
泉水上方建有神庙,一座是为德米特尔和科瑞而建,而另一座中则安放着特里普托勒莫斯的雕像。
τὰ δὲ ἐς αὐτὸν ὁποῖα λέγεται γράψω, παρεὶς ὁπόσον ἐς Δηιόπην ἔχει τοῦ λόγου.
关于他本人所传述的事迹,我将予以记载,而略去关于戴奥佩的那部分传说。
§1.14.2Ἑλλήνων οἱ μάλιστα ἀμφισβητοῦντες Ἀθηναίοις ἐς ἀρχαιότητα καὶ δῶρα, ἃ παρὰ θεῶν φασὶν ἔχειν, εἰσὶν Ἀργεῖοι, καθάπερ βαρβάρων Φρυξὶν Αἰγύπτιοι.
在希腊人中,最就古老性以及自称得自神明的恩赐而与雅典人争论不休的是阿尔戈斯人,正如在蛮族中埃及人与弗里吉亚人争论一般。
λέγεται οὖν ὡς Δήμητρα ἐς Ἄργος ἐλθοῦσαν Πελασγὸς δέξαιτο οἴκῳ καὶ ὡς Χρυσανθὶς τὴν ἁρπαγὴν ἐπισταμένη τῆς Κόρης διηγήσαιτο·
据说,当德米特尔来到阿尔戈斯时,佩拉斯戈斯在家中款待了她,而克律桑蒂斯因知晓科瑞被拐之事而向她叙说了原委。
ὕστερον δὲ Τροχίλον ἱεροφάντην φυγόντα ἐξ Ἄργους κατὰ ἔχθος Ἀγήνορος ἐλθεῖν φασιν ἐς τὴν Ἀττικὴν καὶ γυναῖκά τε ἐξ Ἐλευσῖνος γῆμαι καὶ γενέσθαι οἱ παῖδας Εὐβουλέα καὶ Τριπτόλεμον.
后来,据传祭司托罗希罗斯因阿革诺耳的敌意而逃离阿尔戈斯,来到阿提卡并娶了一位来自埃勒乌西斯的女子,两人育有子嗣尤布勒乌斯和特里普托勒莫斯。
ὅδε μὲν Ἀργείων ἐστὶ λόγος Ἀθηναῖοι δὲ καὶ ὅσοι παρὰ τούτοις ἴσασι Τριπτόλεμον τὸν Κελεοῦ πρῶτον σπεῖραι καρπὸν ἥμερον.
这是阿尔戈斯人的说法;然而雅典人以及从他们那里得知此事的人则认为,刻勒乌斯之子特里普托勒莫斯才是最先播下驯化作物种子的人。
§1.14.3ἔπη δὲ ᾄδεται Μουσαίου μέν, εἰ δὴ Μουσαίου καὶ ταῦτα, Τριπτόλεμον παῖδα Ὠκεανοῦ καὶ Γῆς εἶναι, Ὀρφέως δέ, οὐδὲ ταῦτα Ὀρφέως ἐμοὶ δοκεῖν ὄντα, Εὐβουλεῖ καὶ Τριπτολέμῳ Δυσαύλην πατέρα εἶναι, μηνύσασι δέ σφισι περὶ τῆς παιδὸς δοθῆναι παρὰ Δήμητρος σπεῖραι τοὺς καρπούς·
在被归为穆塞俄斯的诗作中——如果这些确是穆塞俄斯所作——唱道特里普托勒莫斯是俄刻阿诺斯与盖亚之子;而在被归为奥非乌斯的诗作中——虽然在我看来这些也并非奥非乌斯所作——则称迪绍莱斯是尤布勒乌斯和特里普托勒莫斯的父亲,且因为他们提供了关于那个女孩(科瑞)的线索,便从德米特尔那里得到了作物的种子以便播种。
Χοιρίλῳ δὲ Ἀθηναίῳ δρᾶμα ποιήσαντι Ἀλόπην ἔστιν εἰρημένα Κερκυόνα εἶναι καὶ Τριπτόλεμον ἀδελφούς, τεκεῖν δὲ σφᾶς θυγατέρα Ἀμφικτύονος, εἶναι δὲ πατέρα Τριπτολέμῳ μὲν Ῥᾶρον, Κερκυόνι δὲ Ποσειδῶνα.
而雅典的合里洛斯写了一部名为《阿洛佩》的戏剧,其中提到刻耳库翁和特里普托勒莫斯是兄弟,他们由阿姆菲克堤翁的女儿所生,特里普托勒莫斯的父亲是拉罗斯,而刻耳库翁的父亲是波塞冬。
πρόσω δὲ ἰέναι με ὡρμημένον τοῦδε τοῦ λόγου καὶ †ὁπόσα ἐξήγησιν †ἔχει τὸ Ἀθήνῃσιν ἱερόν, καλούμενον δὲ Ἐλευσίνιον, ἐπέσχεν ὄψις ὀνείρατος·
正当我极欲进一步详述这一传说,以及雅典那座被称为埃勒乌西尼翁的神庙所具有的一切由绪时,梦中的景象阻止了我。
ἃ δὲ ἐς πάντας ὅσιον γράφειν, ἐς ταῦτα ἀποτρέψομαι.
因此,我将转向那些获准向所有人公开书写的事物。
§1.14.4πρὸ τοῦ ναοῦ τοῦδε, ἔνθα καὶ τοῦ Τριπτολέμου τὸ ἄγαλμα, ἔστι βοῦς χαλκοῦς οἷα ἐς θυσίαν ἀγόμενος, πεποίηται δὲ καθήμενος Ἐπιμενίδης Κνώσσιος, ὃν ἐλθόντα ἐς ἀγρὸν κοιμᾶσθαι λέγουσιν ἐσελθόντα ἐς σπήλαιον·
在这座神庙前,即安放特里普托勒莫斯雕像的地方,有一头青铜公牛,仿佛正被牵去祭祀,另外还立有克诺索斯人埃庇米尼得斯坐姿的雕像。
ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἤ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι, καὶ ὕστερον ἔπη τε ἐποίει καὶ πόλεις ἐκάθηρεν ἄλλας τε καὶ τὴν Ἀθηναίων.
据说他曾走到野外并进入一个洞穴,随后便在那儿沉睡。 这一睡直到他沉睡的第四十个年头才清醒过来。 后来他创作了诗歌,并净化了包括雅典在内的其他城市。
Θάλης δὲ ὁ Λακεδαιμονίοις τὴν νόσον παύσας οὔτε ἄλλως προσήκων οὔτε πόλεως ἦν Ἐπιμενίδῃ τῆς αὐτῆς·
至于为拉刻代蒙人平息瘟疫的泰勒斯,他无论在血缘上还是城市出身方面,都与埃庇米尼得斯毫无关联。
ἀλλʼ ὁ μὲν Κνώσσιος, Θάλητα δὲ εἶναί φησι Γορτύνιον Πολύμναστος Κολοφώνιος ἔπη Λακεδαιμονίοις ἐς αὐτὸν ποιήσας.
因为埃庇米尼得斯是克诺索斯人,而科洛封的波吕姆纳斯托斯在为拉刻代蒙人创作的关于泰勒斯的诗歌中,称泰勒斯是哥尔廷人。
§1.14.5—ἔτι δὲ ἀπωτέρω ναὸς Εὐκλείας, ἀνάθημα καὶ τοῦτο ἀπὸ Μήδων, οἳ τῆς χώρας Μαραθῶνι ἔσχον.
—更远一些则是欧克勒亚(好名声)神庙,这也是用在马拉松登陆该地的波斯人(美底亚人)的战利品所作的献纳。
φρονῆσαι δὲ Ἀθηναίους ἐπὶ τῇ νίκῃ ταύτῃ μάλιστα εἰκάζω·
我推测雅典人对这一胜利最为自豪。
καὶ δὴ καὶ Αἰσχύλος, ὥς οἱ τοῦ βίου προσεδοκᾶτο ἡ τελευτή, τῶν μὲν ἄλλων ἐμνημόνευσεν οὐδενός, δόξης ἐς τοςοῦτο ἥκων ἐπὶ ποιήσει καὶ πρὸ Ἀρτεμισίου καὶ ἐν Σαλαμῖνι ναυμαχήσας· ὁ δὲ τό τε ὄνομα πατρόθεν καὶ τὴν πόλιν ἔγραψε καὶ ὡς τῆς ἀνδρίας μάρτυρας ἔχοι τὸ Μαραθῶνι ἄλσος καὶ Μήδων τοὺς ἐς αὐτὸ ἀποβάντας.
事实上,即便是埃斯库罗斯,在预料到自己的生命将尽时,尽管他在诗歌创作上享有了如此崇高的声誉,且曾在阿特米西昂和萨拉米斯的海战中并肩作战,却未提及他的任何其他成就;他只写下了自己的名字、父名和所属城市,并写道马拉松的圣林以及在那里登陆的波斯人是他英勇的见证者。
§1.14.6ὑπὲρ δὲ τὸν Κεραμεικὸν καὶ στοὰν τὴν καλουμένην Βασίλειον ναός ἐστιν Ἡφαίστου.
在凯拉米克斯以及被称为“巴赛利欧斯”(皇家)的柱廊上方,有一座赫菲斯托斯神庙。
καὶ ὅτι μὲν ἄγαλμά οἱ παρέστηκεν Ἀθηνᾶς, οὐδὲν θαῦμα ἐποιούμην τὸν ἐπὶ Ἐριχθονίῳ ἐπιστάμενος λόγον·
对于其旁立有雅典娜的雕像,因我知晓有关埃里克托尼俄斯的传说,故未感到惊奇。
τὸ δὲ ἄγαλμα ὁρῶν τῆς Ἀθηνᾶς γλαυκοὺς ἔχον τοὺς ὀφθαλμοὺς Λιβύων τὸν μῦθον ὄντα εὕρισκον·
但当我看到雅典娜的雕像拥有一双青灰色的眼睛时,我发现这其实是一个利比亚神话。
τούτοις γάρ ἐστιν εἰρημένον Ποσειδῶνος καὶ λίμνης Τριτωνίδος θυγατέρα εἶναι καὶ διὰ τοῦτο γλαυκοὺς εἶναι ὥσπερ καὶ τῷ Ποσειδῶνι τοὺς ὀφθαλμούς.
因为利比亚人传说她是波塞冬与特里托尼斯湖的女儿,所以她也像波塞冬一样,拥有一双青灰色的眼睛。
§1.14.7πλησίον δὲ ἱερόν ἐστιν Ἀφροδίτης Οὐρανίας.
在其附近有一座乌拉尼亚(天上)阿佛洛狄忒的神庙。
πρώτοις δὲ ἀνθρώπων Ἀσσυρίοις κατέστη σέβεσθαι τὴν Οὐρανίαν, μετὰ δὲ Ἀσσυρίους Κυπρίων Παφίοις καὶ Φοινίκων τοῖς Ἀσκάλωνα ἔχουσιν ἐν τῇ Παλαιστίνῃ, παρὰ δὲ Φοινίκων Κυθήριοι μαθόντες σέβουσιν·
在人类中,亚述人最先确立了对乌拉尼亚的崇拜,在亚述人之后是塞浦路斯的帕福斯人,以及在巴勒斯坦占领阿斯卡隆的腓尼基人,而基西拉人从腓尼基人那里学到后也予以崇拜。
Ἀθηναίοις δὲ κατεστήσατο Αἰγεύς, αὑτῷ τε οὐκ εἶναι παῖδας νομίζων—οὐ γάρ πω τότε ἦσαν— καὶ ταῖς ἀδελφαῖς γενέσθαι τὴν συμφορὰν ἐκ μηνίματος τῆς Οὐρανίας.
对于雅典人而言,这一崇拜是由埃勾斯确立的,因为他认为自己没有子嗣——因为那时孩子尚未出生—— 且他姐妹们遭受的灾祸是由于乌拉尼亚的愤怒所致。
τὸ δὲ ἐφʼ ἡμῶν ἔτι ἄγαλμα λίθου Παρίου καὶ ἔργον Φειδίου·
直至我们这个时代依然保存的雕像是用帕罗斯大理石雕刻的,是菲迪亚斯的作品。
δῆμος δέ ἐστιν Ἀθηναίοις Ἀθμονέων, οἳ Πορφυρίωνα ἔτι πρότερον Ἀκταίου βασιλεύσαντα τῆς Οὐρανίας φασὶ τὸ παρὰ σφίσιν ἱερὸν ἱδρύσασθαι.
雅典人中有一个阿特莫内斯区,他们声称早在阿克泰奥斯称王之前,波尔菲里翁就确立了他们那里的乌拉尼亚神庙。
λέγουσι δὲ ἀνὰ τοὺς δήμους καὶ ἄλλα οὐδὲν ὁμοίως καὶ οἱ τὴν πόλιν ἔχοντες.
然而,各区之中的传闻与那些居住在城市中心的人所言截然不同。