§1.13.1τότε δὲ ὁ Πύρρος, ὡς ἡττήθη, ταῖς ναυσὶν ἐς Τάραντα ἀνήγετο ταῖς λοιπαῖς·
そのときピュロスは、敗北すると、残った船でタレントゥムへと海に乗り出した。
ἐνταῦθα προσέπταισε μεγάλως καὶ τὴν ἀναχώρησιν—οὐ γὰρ ἀμαχεὶ Ῥωμαίους ἠπίστατο ἀφήσοντας—πορίζεται τρόπον τοῦτον.
そこで彼は大打撃を被り、撤退を――というのもローマ人が自分たちを戦わずして去らせることはないと知っていたからであるが――次のような方法で確保した。
ὡς ἐπανήκων ἐκ Σικελίας ἡττήθη, πρῶτον διέπεμπε γράμματα ἔς τε τὴν Ἀσίαν καὶ πρὸς Ἀντίγονον, τοὺς μὲν στρατιὰν τῶν βασιλέων, τοὺς δὲ χρήματα, Ἀντίγονον δὲ καὶ ἀμφότερα αἰτῶν·
シケリアから戻って敗北すると、まず彼はアジアの諸王のもとへ、またアンティゴノスのもとへ書簡を送り、ある者たちには軍隊を、他の者たちには資金を、アンティゴノスにはその両方を求めた。
ἀφικομένων δὲ τῶν ἀγγέλων, ὥς οἱ γράμματα ἀπεδόθη, συναγαγὼν τοὺς ἐν τέλει τῶν τε ἐξ Ἠπείρου καὶ τῶν Ταραντίνων, ὧν μὲν εἶχε τὰ βιβλία ἀνεγίνωσκεν οὐδέν, ὁ δὲ ἥξειν συμμαχίαν ἔλεγε.
使節たちが戻り、書簡が彼に手渡されると、エペイロスとタレントゥムの指導者たちを集め、自分が手にしていた書簡は何も読まず、援軍が来ることになっていると語った。
ταχὺ δὲ καὶ ἐς τοὺς Ῥωμαίους ἦλθε φήμη Μακεδόνας καὶ ἄλλα ἔθνη περαιοῦσθαι τῶν Ἀσιανῶν ἐς τὴν Πύρρου βοήθειαν·
すぐにローマ人の間にも、マケドニア人とアジアの他の諸民族がピュロスの救援のために渡って来つつあるという噂が届いた。
Ῥωμαῖοι μὲν δὴ ταῦτα ἀκούοντες ἡσύχαζον, Πύρρος δὲ ὑπὸ τὴν ἐπιοῦσαν περαιοῦται νύκτα πρὸς τὰ ἄκρα τῶν ὀρῶν, ἃ Κεραύνια ὀνομάζουσι.
ローマ人たちはこれを聞いて静観していたが、ピュロスは翌る夜のうちにケラウニアと呼ばれる山々の峰へと渡っていった。
§1.13.2μετὰ δὲ τὴν ἐν Ἰταλίᾳ πληγὴν ἀναπαύσας τὴν δύναμιν προεῖπεν Ἀντιγόνῳ πόλεμον, ἄλλα τε ποιούμενος ἐγκλήματα καὶ μάλιστα τῆς ἐς Ἰταλίαν βοηθείας διαμαρτίαν.
イタリアでの敗北の後、軍隊を休ませると、彼はアンティゴノスに対して宣戦を布告した。 様々な不満を申し立てたが、とりわけイタリアへの援助を怠ったことを理由とした。
κρατήσας δὲ τήν τε ἰδίαν παρασκευὴν Ἀντιγόνου καὶ τὸ παρʼ αὐτῷ Γαλατῶν ξενικὸν ἐδίωξεν ἐς τὰς ἐπὶ θαλάσσῃ πόλεις, αὐτὸς δὲ Μακεδονίας τε τῆς ἄνω καὶ Θεσσαλῶν ἐπεκράτησε.
そして、アンティゴノス自身の備えと彼のもとにいたガラティア人の傭兵部隊を破ると、彼を沿岸の都市へと追いやった。 自らは上マケドニアとテッサリア人たちを支配下に置いた。
δηλοῖ δὲ μάλιστα τὸ μέγεθος τῆς μάχης καὶ τὴν Πύρρου νίκην, ὡς παρὰ πολὺ γένοιτο, τὰ ἀνατεθέντα ὅπλα τῶν Κελτῶν ἐς τὸ τῆς Ἀθηνᾶς ἱερὸν τῆς Ἰτωνίας Φερῶν μεταξὺ καὶ Λαρίσης καὶ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτοῖς·
戦闘の規模とピュロスの勝利がいかに圧倒的であったかを最もよく示しているのは、ペライとラリサの間にあるイトニアのアテナ神殿に奉納されたケルト人たちの武具と、それらに刻まれた銘文である。
"
τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ
" §1.13.3"
Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν,
πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν.
「モロッソスの王ピュロスは、アンティゴノスの全軍を打ち破り、勇敢なガラティア人から奪った盾をイトニアのアテナへの贈り物として掛けた。
οὐ μέγα θαῦμα·
驚くには及ばない。
αἰχματαὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.
アイアキデスの末裔は、今も昔も戦士なのだから。
"
τούτους μὲν δὴ ἐνταῦθα, τῷ δὲ ἐν Δωδώνῃ Διὶ Μακεδόνων ἀνέθηκεν αὐτῶν τὰς ἀσπίδας.
」これらをそこに捧げ、ドドナのゼウスにはマケドニア人たち自身の盾を奉納した。
ἐπιγέγραπται δὲ καὶ ταύταις·
これらにも次のように刻まれている。
"
αἵδε ποτʼ Ἀσίδα γαῖαν ἐπόρθησαν πολύχρυσον,
αἵδε καὶ Ἕλλασιν δουλοσύναν ἔπορον.
「これらはかつて黄金に富むアジアの地を荒廃させ、これらはギリシア人たちにも隷属をもたらした。
νῦν δὲ Διὸς ναῶ ποτὶ κίονας ὀρφανὰ κεῖται
τᾶς μεγαλαυχήτω σκῦλα Μακεδονίας.
しかし今、これらはゼウスの神殿の柱の傍らに、誇り高きマケドニアの遺棄された戦利品として置かれている。
"
Πύρρῳ δὲ Μακεδόνας ἐς ἅπαν μὴ καταστρέψασθαι παρʼ ὀλίγον ὅμως ἥκοντι ἐγένετο Κλεώνυμος αἴτιος,
」しかし、ピュロスがマケドニア人たちを完全に服従させるまであと一歩のところまで来ていたにもかかわらず、そうしなかった原因はクレオニュモスであった。
§1.13.4ἑτοιμοτέρῳ καὶ ἄλλως ὄντι ἑλέσθαι τὰ ἐν χερσίν.
彼は元来、目の前にあるものを選ぶことをより好む性格であったからである。
Κλεώνυμος δὲ οὗτος, ὁ τὸν Πύρρον ἀπολιπόντα τὰ Μακεδόνων πείσας ἐς Πελοπόννησον ἐλθεῖν, Λακεδαιμόνιος ὢν Λακεδαιμονίοις στρατὸν ἐς τὴν χώραν πολέμιον ἐπῆγε διʼ αἰτίαν, ἣν ἐγὼ τοῦ γένους ὕστερον τοῦ Κλεωνύμου δηλώσω.
マケドニアでの成果を放棄してペロポネソスへと向かうようピュロスを説得したこのクレオニュモスは、ラケダイモン人でありながら、ある理由によって、ラケダイモン人に対して敵の軍勢をその国土へと導き入れた。 その理由については、後に私がクレオニュモスの家系について説明する際に明らかにする。
Παυσανίου τοῦ περὶ Πλάταιαν τοῖς Ἕλλησιν ἡγησαμένου Πλειστοάναξ υἱὸς ἐγένετο, τοῦ δὲ Παυσανίας, τοῦ δὲ Κλεόμβροτος, ὃς ἐναντία Ἐπαμινώνδᾳ καὶ Θηβαίοις μαχόμενος ἀπέθανεν ἐν Λέκτροις·
プラタイアでギリシア人を率いたパウサニアスにはプレイストアナクスという息子が生まれ、その子にはパウサニアス、その子にはクレオンブロトスが生まれた。 彼はレウクトラでエパメイノンダスおよびテーバイ人と戦って死んだ。
Κλεομβρότου δὲ Ἀγησίπολις ἦν καὶ Κλεομένης, Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος Κλεομένης τὴν βασιλείαν ἔσχε.
クレオンブロトスにはアゲシポリスとクレオメネスがおり、アゲシポリスが子供なく死ぬと、クレオメネスが王位を継いだ。