Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.13.1-1.13.4

庇洛斯征服马其顿与进军伯罗奔尼撒的图谋

第 14 段,共 465 段 · 希腊语

内容简介

庇洛斯撤离意大利后击败安提柯并控制马其顿,但受斯巴达王室克列奥尼穆斯之邀转而远征伯罗奔尼撒,文中随后介绍了克列奥尼穆斯的世系。

§1.13.1τότε δὲ ὁ Πύρρος, ὡς ἡττήθη, ταῖς ναυσὶν ἐς Τάραντα ἀνήγετο ταῖς λοιπαῖς· ἐνταῦθα προσέπταισε μεγάλως καὶ τὴν ἀναχώρησιν—οὐ γὰρ ἀμαχεὶ Ῥωμαίους ἠπίστατο ἀφήσοντας—πορίζεται τρόπον τοῦτον.
那时,庇洛斯在战败后,率领残存的船只驶往塔兰托;他在那里遭受了巨大的挫折,并通过以下方式确保了自己的退路——因为他知道罗马人绝不会让他们不经战斗就离开。
ὡς ἐπανήκων ἐκ Σικελίας ἡττήθη, πρῶτον διέπεμπε γράμματα ἔς τε τὴν Ἀσίαν καὶ πρὸς Ἀντίγονον, τοὺς μὲν στρατιὰν τῶν βασιλέων, τοὺς δὲ χρήματα, Ἀντίγονον δὲ καὶ ἀμφότερα αἰτῶν·
他从西西里返回并战败后,首先致信亚洲诸王以及安提柯,向一些国王请求军队,向另一些请求资金,向安提柯则两者皆求。
ἀφικομένων δὲ τῶν ἀγγέλων, ὥς οἱ γράμματα ἀπεδόθη, συναγαγὼν τοὺς ἐν τέλει τῶν τε ἐξ Ἠπείρου καὶ τῶν Ταραντίνων, ὧν μὲν εἶχε τὰ βιβλία ἀνεγίνωσκεν οὐδέν, ὁ δὲ ἥξειν συμμαχίαν ἔλεγε.
当使者返回并将回信交给他时,他召集了伊庇鲁斯和塔兰托的官员,却根本没有宣读他手中的信件,而是宣称援军即将到来。
ταχὺ δὲ καὶ ἐς τοὺς Ῥωμαίους ἦλθε φήμη Μακεδόνας καὶ ἄλλα ἔθνη περαιοῦσθαι τῶν Ἀσιανῶν ἐς τὴν Πύρρου βοήθειαν·
很快,罗马人中也传出流言,称马其顿人和亚洲的其他民族正渡海前来支援庇洛斯。
Ῥωμαῖοι μὲν δὴ ταῦτα ἀκούοντες ἡσύχαζον, Πύρρος δὲ ὑπὸ τὴν ἐπιοῦσαν περαιοῦται νύκτα πρὸς τὰ ἄκρα τῶν ὀρῶν, ἃ Κεραύνια ὀνομάζουσι.
罗马人听到这些后按兵不动,而庇洛斯则在接下来的夜里渡海前往被称为凯劳尼亚的山峰。
§1.13.2μετὰ δὲ τὴν ἐν Ἰταλίᾳ πληγὴν ἀναπαύσας τὴν δύναμιν προεῖπεν Ἀντιγόνῳ πόλεμον, ἄλλα τε ποιούμενος ἐγκλήματα καὶ μάλιστα τῆς ἐς Ἰταλίαν βοηθείας διαμαρτίαν.
在意大利遭受打击之后,他休整了军队,并向安提柯宣战,提出其他控诉,尤其是指责他未能对意大利提供援助。
κρατήσας δὲ τήν τε ἰδίαν παρασκευὴν Ἀντιγόνου καὶ τὸ παρʼ αὐτῷ Γαλατῶν ξενικὸν ἐδίωξεν ἐς τὰς ἐπὶ θαλάσσῃ πόλεις, αὐτὸς δὲ Μακεδονίας τε τῆς ἄνω καὶ Θεσσαλῶν ἐπεκράτησε.
在击败了安提柯本国的军队以及他麾下的加拉太人雇佣军后,他将安提柯驱逐至沿海城市,而他自己则控制了上马其顿和塞萨利亚。
δηλοῖ δὲ μάλιστα τὸ μέγεθος τῆς μάχης καὶ τὴν Πύρρου νίκην, ὡς παρὰ πολὺ γένοιτο, τὰ ἀνατεθέντα ὅπλα τῶν Κελτῶν ἐς τὸ τῆς Ἀθηνᾶς ἱερὸν τῆς Ἰτωνίας Φερῶν μεταξὺ καὶ Λαρίσης καὶ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτοῖς· " τοὺς θυρεοὺς ὁ Μολοσσὸς Ἰτωνίδι δῶρον Ἀθάνᾳ " §1.13.3" Πύρρος ἀπὸ θρασέων ἐκρέμασεν Γαλατᾶν, πάντα τὸν Ἀντιγόνου καθελὼν στρατόν.
最能证明这场战斗的规模以及庇洛斯大获全胜的,是那些奉献在费赖与拉里萨之间的伊托尼亚雅典娜神庙里的凯尔特人武器,以及其上的铭文: “莫洛索斯之王庇洛斯将这些从强悍的加拉太人手中夺来的盾牌,作为礼物悬挂给伊托尼亚的雅典娜,他摧毁了安提柯的全部军队。
οὐ μέγα θαῦμα· αἰχματαὶ καὶ νῦν καὶ πάρος Αἰακίδαι.
这并不足为奇:阿卡科斯的子嗣无论现在还是过去都是勇猛的战士。
" τούτους μὲν δὴ ἐνταῦθα, τῷ δὲ ἐν Δωδώνῃ Διὶ Μακεδόνων ἀνέθηκεν αὐτῶν τὰς ἀσπίδας.
” 他将这些盾牌奉献于该处,而将马其顿人自己的盾牌奉献给了多多纳的宙斯。
ἐπιγέγραπται δὲ καὶ ταύταις· " αἵδε ποτʼ Ἀσίδα γαῖαν ἐπόρθησαν πολύχρυσον, αἵδε καὶ Ἕλλασιν δουλοσύναν ἔπορον.
在这些盾牌上也刻着: “这些盾牌曾摧毁富庶黄金的亚洲之地,这些也曾给希腊人带来奴役。
νῦν δὲ Διὸς ναῶ ποτὶ κίονας ὀρφανὰ κεῖται τᾶς μεγαλαυχήτω σκῦλα Μακεδονίας.
但如今它们靠在宙斯神庙的柱旁,成为傲慢马其顿丢弃的战利品。
" Πύρρῳ δὲ Μακεδόνας ἐς ἅπαν μὴ καταστρέψασθαι παρʼ ὀλίγον ὅμως ἥκοντι ἐγένετο Κλεώνυμος αἴτιος, §1.13.4ἑτοιμοτέρῳ καὶ ἄλλως ὄντι ἑλέσθαι τὰ ἐν χερσίν.
” 然而,庇洛斯虽然差一点就彻底征服了马其顿人,但最终未能做到,其原因在于克列奥尼穆斯,因为庇洛斯本就是个更乐意选择眼前利益的人。
Κλεώνυμος δὲ οὗτος, ὁ τὸν Πύρρον ἀπολιπόντα τὰ Μακεδόνων πείσας ἐς Πελοπόννησον ἐλθεῖν, Λακεδαιμόνιος ὢν Λακεδαιμονίοις στρατὸν ἐς τὴν χώραν πολέμιον ἐπῆγε διʼ αἰτίαν, ἣν ἐγὼ τοῦ γένους ὕστερον τοῦ Κλεωνύμου δηλώσω.
这位劝说庇洛斯放弃马其顿事务并前往伯罗奔尼撒的克列奥尼穆斯是个拉刻代蒙人,但他却因为某个原因将敌军引进了拉刻代蒙的领土以对抗同胞,关于这个原因,我将在稍后叙述克列奥尼穆斯的家族时予以说明。
Παυσανίου τοῦ περὶ Πλάταιαν τοῖς Ἕλλησιν ἡγησαμένου Πλειστοάναξ υἱὸς ἐγένετο, τοῦ δὲ Παυσανίας, τοῦ δὲ Κλεόμβροτος, ὃς ἐναντία Ἐπαμινώνδᾳ καὶ Θηβαίοις μαχόμενος ἀπέθανεν ἐν Λέκτροις· Κλεομβρότου δὲ Ἀγησίπολις ἦν καὶ Κλεομένης, Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος Κλεομένης τὴν βασιλείαν ἔσχε.
在普拉提亚统帅希腊人的保萨尼亚斯生了儿子普雷斯托阿纳克斯,后者生保萨尼亚斯,保萨尼亚斯生克列翁布罗图斯,克列翁布罗图斯在留克特拉对抗伊帕美浓达和底比斯人时战死;克列翁布罗图斯的儿子是阿格西波利斯和克列奥美奈斯,阿格西波利斯无嗣而终,克列奥美奈斯继承了王位。

词汇与语法注释

  1. 1.13.1ἀμαχεὶ Ῥωμαίους ἠπίστατο ἀφήσοντας — 间接陈述结构,此处使用宾格将来分词 ἀφήσοντας(源自 ἀφίημι)代替不定式,作为动词 ἠπίστατο(ἐπίσταμαι“知道”的未完成过去时)的补足语。分词的主语是宾格的 Ῥωμαίους,意为“他深知罗马人绝不会让[他们]离开”。
  2. 1.13.3παρʼ ὀλίγον ὅμως ἥκοντι — 惯用短语 παρʼ ὀλίγον ἥκειν 意为“差一点就……”或“几乎达到”。此处现在分词与格 ἥκοντι 与主句中的与格专有名词 Πύρρῳ 一致,表示让步或环境关系:“对于庇洛斯而言,尽管他差一点就彻底征服了马其顿人”。
  3. 1.13.4ἑτοιμοτέρῳ καὶ ἄλλως ὄντι ἑλέσθαι τὰ ἐν χερσίν — 与格分词短语 ἑτοιμοτέρῳ ... ὄντι 与前一句中的与格词 Πύρρῳ 一致。短语 καὶ ἄλλως 是惯用副词短语,意为“本来”、“在其他情况下也”。不定式 ἑλέσθαι(αἱρέομαι 的无定过去时中动因)修饰比较级形容词 ἑτοιμοτέρῳ(“更乐意的”),描述了庇洛斯更倾向于选择眼前利益(τὰ ἐν χερσίν)的性格。

引用这一段

保萨尼亚斯, 希腊志 §1.13.1-1.13.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.13.1-1.13.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。