§1.12.1οὕτω Πύρρος ἐστὶν ὁ πρῶτος ἐκ τῆς Ἑλλάδος τῆς πέραν Ἰονίου διαβὰς ἐπὶ Ῥωμαίους·
このようにして、ピュロスは、イオニア海の向こう側のギリシアからローマ人に対して海を渡った最初の人となった。
διέβη δὲ καὶ οὗτος ἐπαγαγομένων Ταραντίνων.
彼が渡ったのもまた、タレントゥム人たちが招き入れたからであった。
τούτοις γὰρ πρότερον ἔτι πρὸς Ῥωμαίους συνειστήκει πόλεμος·
というのも、彼らにはそれ以前からローマ人との戦争が起きていたからである。
ἀδύνατοι δὲ κατὰ σφᾶς ὄντες ἀντισχεῖν, προϋπαρχούσης μὲν ἐς αὐτὸν εὐεργεσίας, ὅτι οἱ πολεμοῦντι τὸν πρὸς Κόρκυραν πόλεμον ναυσὶ συνήραντο, μάλιστα δὲ οἱ πρέσβεις τῶν Ταραντίνων ἀνέπεισαν τὸν Πύρρον, τήν τε Ἰταλίαν διδάσκοντες ὡς εὐδαιμονίας ἕνεκα ἀντὶ πάσης εἴη τῆς Ἑλλάδος καὶ ὡς οὐχ ὅσιον αὐτῷ παραπέμψαι σφᾶς φίλους τε καὶ ἱκέτας ἐν τῷ παρόντι ἥκοντας.
彼らは自分たちだけでは持ちこたえることができなかったが、以前からピュロスに対する恩義が存在していた。 すなわち、彼がコルキュラとの戦争を戦っていたとき、彼らが船をもって彼を助けたことである。 しかし何よりも、タレントゥムの使節たちがピュロスを説得したのである。 彼らはイタリアについて、その豊かさの点において全ギリシアにも匹敵すると教え、また、現に友人であり哀願者としてやって来た自分たちを、今この時に見捨てるのは彼にとって不虔なことであると説いた。
ταῦτα λεγόντων τῶν πρέσβεων μνήμη τὸν Πύρρον τῆς ἁλώσεως ἐσῆλθε τῆς Ἰλίου, καί οἱ κατὰ ταὐτὰ ἤλπιζε χωρήσειν πολεμοῦντι·
使節たちがこのように語ると、ピュロスの心にイリオス陥落の記憶が去来し、戦う自分にとっても事態が同じように進行することを期待した。
στρατεύειν γὰρ ἐπὶ Τρώων ἀποίκους Ἀχιλλέως ὢν ἀπόγονος.
アキレウスの子孫である彼が、トロイア人の入植者たちに対して遠征することになるからである。
§1.12.2ὡς δέ οἱ ταῦτα ἤρεσκε —διέμελλε γὰρ ἐπʼ οὐδενὶ ὧν ἕλοιτο—, αὐτίκα ναῦς τε ἐπλήρου μακρὰς καὶ πλοῖα στρογγύλα εὐτρέπιζεν ἵππους καὶ ἄνδρας ὁπλίτας ἄγειν.
これらのことが彼の気に入ると(なぜなら彼は、自分が一度選んだいかなる事柄についてもぐずぐずすることはなかったからである)、彼はただちに軍船を兵で満たし、馬や重装歩兵を運ぶために商船を準備した。
ἔστι δὲ ἀνδράσι βιβλία οὐκ ἐπιφανέσιν ἐς συγγραφήν, ἔχοντα ἐπίγραμμα ἔργων ὑπομνήματα εἶναι.
文筆活動においては名高くない人々による、その業績の覚書であることを題名とする書物が存在する。
ταῦτα ἐπιλεγομένῳ μοι μάλιστα ἐπῆλθε θαυμάσαι Πύρρου τόλμαν τε, ἣν μαχόμενος αὐτὸς παρείχετο, καὶ τὴν ἐπὶ τοῖς ἀεὶ μέλλουσιν ἀγῶσι πρόνοιαν·
これらを読んでいると、私には何よりも、ピュロスが自ら戦いながら示した勇気と、常にこれから起こるであろう戦いに対する備えとに驚嘆の念が湧き起こった。
ὃς καὶ τότε περαιούμενος ναυσὶν ἐς Ἰταλίαν Ῥωμαίους ἐλελήθει καὶ ἥκων οὐκ εὐθὺς ἦν σφισι φανερός, γινομένης δὲ Ῥωμαίων πρὸς Ταραντίνους συμβολῆς τότε δὴ πρῶτον ἐπιφαίνεται σὺν τῷ στρατῷ καὶ παρʼ ἐλπίδα σφίσι προσπεσών, ὡς τὸ εἰκός, ἐτάραξεν.
彼はそのときもまた、船でイタリアへ渡る際にローマ人たちに気づかれず、到着してからもすぐには彼らの前に姿を現さなかった。 しかし、ローマ人とタレントゥム人との衝突が起こると、そのとき初めて軍勢を率いて姿を現し、彼らの予想に反して襲いかかって、当然のことながら混乱に陥れたのである。
§1.12.3ἅτε δὲ ἄριστα ἐπιστάμενος ὡς οὐκ ἀξιόμαχος εἴη πρὸς Ῥωμαίους, παρεσκευάζετο ὡς τοὺς ἐλέφαντας ἐπαφήσων σφίσιν.
彼は、自分だけではローマ人と戦うに及ばないことを実によく知っていたので、彼らに象を放つ準備をしていた。
ἐλέφαντας δὲ πρῶτος μὲν τῶν ἐκ τῆς Εὐρώπης Ἀλέξανδρος ἐκτήσατο Πῶρον καὶ τὴν δύναμιν καθελὼν τὴν Ἰνδῶν, ἀποθανόντος δὲ Ἀλεξάνδρου καὶ ἄλλοι τῶν βασιλέων καὶ πλείστους ἔσχεν Ἀντίγονος, Πύρρῳ δὲ ἐκ τῆς μάχης ἐγεγόνει τῆς πρὸς Δημήτριον τὰ θηρία αἰχμάλωτα·
ヨーロッパの人々の中で最初に象を手に入れたのは、ポーロスとインド人の軍勢を破ったアレクサンドロスであった。 アレクサンドロスが死ぬと、他の王たちもこれを得たが、アンティゴノスが最も多くを所有した。 ピュロスにとっては、デメトリオスとの戦いにおいてこれらの獣が戦利品となっていた。
τότε δὲ ἐπιφανέντων αὐτῶν δεῖμα ἔλαβε Ῥωμαίους ἄλλο τι καὶ οὐ ζῷα εἶναι νομίσαντας.
そしてこのとき、象たちが姿を現すと、ローマ人はそれを動物ではなく、何か別のものであると考えて、恐怖に襲われた。
§1.12.4ἐλέφαντα γάρ, ὅσος μὲν ἐς ἔργα καὶ ἀνδρῶν χεῖρας, εἰσὶν ἐκ παλαιοῦ δῆλοι πάντες εἰδότες·
というのも、象については、工芸品や人々の手作業に関する限り、皆が古くから知っていることが明らかであるからだ。
αὐτὰ δὲ τὰ θηρία, πρὶν ἢ διαβῆναι Μακεδόνας ἐπὶ τὴν Ἀσίαν, οὐδὲ ἑωράκεσαν ἀρχὴν πλὴν Ἰνδῶν τε αὐτῶν καὶ Λιβύων καὶ ὅσοι πλησιόχωροι τούτοις.
しかし、その獣自体は、マケドニア人がアジアへ渡る前には、インド人自身やリビア人、および彼らに隣接する地域の人々を除いては、そもそも見たことすらもなかった。
δηλοῖ δὲ Ὅμηρος, ὃς βασιλεῦσι κλίνας μὲν καὶ οἰκίας τοῖς εὐδαιμονεστέροις αὐτῶν ἐλέφαντι ἐποίησε κεκοσμημένας, θηρίου δὲ ἐλέφαντος μνήμην οὐδεμίαν ἐποιήσατο·
このことはホメロスが証明している。 彼は、王たち、すなわち彼らのうちでもより裕福な者たちの寝台や館を、象牙で飾られたものとしたが、獣としての象については何ら言及しなかった。
θεασάμενος δὲ ἢ πεπυσμένος ἐμνημόνευσεν ἂν πολύ γε πρότερον ἐμοὶ δοκεῖν ἢ Πυγμαίων τε ἀνδρῶν καὶ γεράνων μάχης.
もし他がそれを見たか、あるいは聞いて知っていたならば、私にはそう思われるのだが、ピグマイオスの人々と鶴との戦いよりも、遥かに優先して言及したであろう。
§1.12.5Πύρρον δὲ ἐς Σικελίαν ἀπήγαγε πρεσβεία Συρακουσίων·
しかしピュロスをシケリアへと連れ去ったのは、シラクサ人の使節団であった。
Καρχηδόνιοι γὰρ διαβάντες τὰς Ἑλληνίδας τῶν πόλεων ἐποίουν ἀναστάτους, ἣ δὲ ἦν λοιπή, Συρακούσαις πολιορκοῦντες προσεκάθηντο.
カルタゴ人が海を渡ってきてギリシア人の都市を荒廃させ、残された唯一の都市であるシラクサを包囲して陣を敷いていたからである。
ἃ τῶν πρέσβεων Πύρρος ἀκούων Τάραντα μὲν εἴα καὶ τοὺς τὴν ἀκτὴν ἔχοντας Ἰταλιωτῶν, ἐς δὲ τὴν Σικελίαν διαβὰς Καρχηδονίους ἠνάγκασεν ἀπαναστῆναι Συρακουσῶν.
使節たちからこれらのことを聞くと、ピュロスはタレントゥムと海岸を領有するイタリア人たちをそのままにしておき、シケリアへと渡ってカルタゴ人にシラクサからの撤退を強いた。
φρονήσας δὲ ἐφʼ αὑτῷ Καρχηδονίων, οἳ θαλάσσης τῶν τότε βαρβάρων μάλιστα εἶχον ἐμπείρως Τύριοι Φοίνικες τὸ ἀρχαῖον ὄντες, τούτων ἐναντία ἐπήρθη ναυμαχῆσαι τοῖς Ἠπειρώταις χρώμενος, οἳ μηδὲ ἁλούσης Ἰλίου θάλασσαν οἱ πολλοὶ μηδὲ ἁλσὶν ἠπίσταντό πω χρῆσθαι.
しかし彼は、当時の異民族の中で最も海の扱いに熟達していた(古くはテュロスのフェニキア人であった)カルタゴ人に対して、己の力を過信して、エペイロス人を用いて海戦を挑むよう駆り立てられた。 彼らの大半は、イリオスが陥落したときでさえ、海を知らず、塩の使い方もまだ知らなかったのである。
μαρτυρεῖ δέ μοι καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείᾳ·
このことは、私にとって『オデュッセイア』におけるホメロスの詩句も証言している。
"
οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν.
"およそ海を知らぬ人々、また塩を混ぜた食物を食べぬ人々。
"
"