§1.12.1οὕτω Πύρρος ἐστὶν ὁ πρῶτος ἐκ τῆς Ἑλλάδος τῆς πέραν Ἰονίου διαβὰς ἐπὶ Ῥωμαίους· διέβη δὲ καὶ οὗτος ἐπαγαγομένων Ταραντίνων.
因此,庇洛斯是第一个从爱奥尼亚海彼岸的希腊渡海对抗罗马人的人;他的渡海也是由于塔兰托人的邀请。
τούτοις γὰρ πρότερον ἔτι πρὸς Ῥωμαίους συνειστήκει πόλεμος· ἀδύνατοι δὲ κατὰ σφᾶς ὄντες ἀντισχεῖν, προϋπαρχούσης μὲν ἐς αὐτὸν εὐεργεσίας, ὅτι οἱ πολεμοῦντι τὸν πρὸς Κόρκυραν πόλεμον ναυσὶ συνήραντο, μάλιστα δὲ οἱ πρέσβεις τῶν Ταραντίνων ἀνέπεισαν τὸν Πύρρον, τήν τε Ἰταλίαν διδάσκοντες ὡς εὐδαιμονίας ἕνεκα ἀντὶ πάσης εἴη τῆς Ἑλλάδος καὶ ὡς οὐχ ὅσιον αὐτῷ παραπέμψαι σφᾶς φίλους τε καὶ ἱκέτας ἐν τῷ παρόντι ἥκοντας.
因为在此之前,他们与罗马人之间已经爆发了战争;而他们单凭自身力量无法支撑,尽管他们对庇洛斯已有先前的恩惠——即当他进行针对科尔库拉的战争时,他们曾用船只协助他——但最主要的还是塔兰托人的使节说服了庇洛斯,他们向他表明,就繁荣程度而言,意大利足可以抵得上整个希腊,而且在目前的情况下,将他们这些作为朋友和哀求者前来的人拒之门外,对他而言是不虔敬的。
ταῦτα λεγόντων τῶν πρέσβεων μνήμη τὸν Πύρρον τῆς ἁλώσεως ἐσῆλθε τῆς Ἰλίου, καί οἱ κατὰ ταὐτὰ ἤλπιζε χωρήσειν πολεμοῦντι· στρατεύειν γὰρ ἐπὶ Τρώων ἀποίκους Ἀχιλλέως ὢν ἀπόγονος.
当使节们说这些话时,庇洛斯的脑海中浮现出伊利奥斯陷落的记忆,并期望自己在交战中也会有同样的遭遇;因为作为阿喀琉斯的后裔,他将出兵对抗特洛伊人的殖民者。
§1.12.2ὡς δέ οἱ ταῦτα ἤρεσκε —διέμελλε γὰρ ἐπʼ οὐδενὶ ὧν ἕλοιτο—, αὐτίκα ναῦς τε ἐπλήρου μακρὰς καὶ πλοῖα στρογγύλα εὐτρέπιζεν ἵππους καὶ ἄνδρας ὁπλίτας ἄγειν.
当这些提议令他满意时(因为他对自己所选定的任何事情绝不拖延),他立即整装战船,并准备商船以运送马匹和重装步兵。
ἔστι δὲ ἀνδράσι βιβλία οὐκ ἐπιφανέσιν ἐς συγγραφήν, ἔχοντα ἐπίγραμμα ἔργων ὑπομνήματα εἶναι.
有一些在写作上并不出名的人所著的书籍,其题签为“业绩备忘录”。
ταῦτα ἐπιλεγομένῳ μοι μάλιστα ἐπῆλθε θαυμάσαι Πύρρου τόλμαν τε, ἣν μαχόμενος αὐτὸς παρείχετο, καὶ τὴν ἐπὶ τοῖς ἀεὶ μέλλουσιν ἀγῶσι πρόνοιαν·
在阅读这些书籍时,最让我惊叹的是庇洛斯在亲自战斗时所展现出的胆识,以及他对始终将要到来的斗争的先见之明;他当时乘船渡海前往意大利时避开了罗马人的注意,到达后也没有立即向他们显露。
ὃς καὶ τότε περαιούμενος ναυσὶν ἐς Ἰταλίαν Ῥωμαίους ἐλελήθει καὶ ἥκων οὐκ εὐθὺς ἦν σφισι φανερός, γινομένης δὲ Ῥωμαίων πρὸς Ταραντίνους συμβολῆς τότε δὴ πρῶτον ἐπιφαίνεται σὺν τῷ στρατῷ καὶ παρʼ ἐλπίδα σφίσι προσπεσών, ὡς τὸ εἰκός, ἐτάραξεν.
但是,当罗马人与塔兰托人发生冲突时,他才第一次率领军队现身,并且出乎意料地袭击了他们,正如所料,使他们陷入了混乱。
§1.12.3ἅτε δὲ ἄριστα ἐπιστάμενος ὡς οὐκ ἀξιόμαχος εἴη πρὸς Ῥωμαίους, παρεσκευάζετο ὡς τοὺς ἐλέφαντας ἐπαφήσων σφίσιν.
由于他深知自己无法与罗马人正面抗衡,他便准备向他们放出大象。
ἐλέφαντας δὲ πρῶτος μὲν τῶν ἐκ τῆς Εὐρώπης Ἀλέξανδρος ἐκτήσατο Πῶρον καὶ τὴν δύναμιν καθελὼν τὴν Ἰνδῶν, ἀποθανόντος δὲ Ἀλεξάνδρου καὶ ἄλλοι τῶν βασιλέων καὶ πλείστους ἔσχεν Ἀντίγονος, Πύρρῳ δὲ ἐκ τῆς μάχης ἐγεγόνει τῆς πρὸς Δημήτριον τὰ θηρία αἰχμάλωτα·
在来自欧洲的人当中,亚历山大是第一个获得大象的人,这是在击败培罗斯和印度人的军队之后;亚历山大死后,其他国王也拥有了大象,其中安提柯拥有的最多,而对于庇洛斯来说,这些猛兽是在与德米特里乌斯的战斗中获得的战利品。
τότε δὲ ἐπιφανέντων αὐτῶν δεῖμα ἔλαβε Ῥωμαίους ἄλλο τι καὶ οὐ ζῷα εἶναι νομίσαντας.
当时大象一出现,罗马人便陷入了恐惧,认为它们是别的什么东西,而不是动物。
§1.12.4ἐλέφαντα γάρ, ὅσος μὲν ἐς ἔργα καὶ ἀνδρῶν χεῖρας, εἰσὶν ἐκ παλαιοῦ δῆλοι πάντες εἰδότες· αὐτὰ δὲ τὰ θηρία, πρὶν ἢ διαβῆναι Μακεδόνας ἐπὶ τὴν Ἀσίαν, οὐδὲ ἑωράκεσαν ἀρχὴν πλὴν Ἰνδῶν τε αὐτῶν καὶ Λιβύων καὶ ὅσοι πλησιόχωροι τούτοις.
因为对于象牙,就工艺品和人类的手工而言,显然所有人自古以来就都知道它;但大象这种猛兽本身,在马其顿人渡海前往亚洲之前,除了印度人自己、利比亚人以及与他们邻近的人之外,(希腊人等)根本连看都没有看过。
δηλοῖ δὲ Ὅμηρος, ὃς βασιλεῦσι κλίνας μὲν καὶ οἰκίας τοῖς εὐδαιμονεστέροις αὐτῶν ἐλέφαντι ἐποίησε κεκοσμημένας, θηρίου δὲ ἐλέφαντος μνήμην οὐδεμίαν ἐποιήσατο· θεασάμενος δὲ ἢ πεπυσμένος ἐμνημόνευσεν ἂν πολύ γε πρότερον ἐμοὶ δοκεῖν ἢ Πυγμαίων τε ἀνδρῶν καὶ γεράνων μάχης.
荷马证明了这一点,他为国王们(尤其是其中较富裕的国王)制作了用象牙装饰的床榻和房屋,但却没有对大象这种野兽做任何提及;因为在我看来,如果他见过或听说过它,他一定会比提及俾格米人与起重机的战斗要早得多地提及它。
§1.12.5Πύρρον δὲ ἐς Σικελίαν ἀπήγαγε πρεσβεία Συρακουσίων· Καρχηδόνιοι γὰρ διαβάντες τὰς Ἑλληνίδας τῶν πόλεων ἐποίουν ἀναστάτους, ἣ δὲ ἦν λοιπή, Συρακούσαις πολιορκοῦντες προσεκάθηντο.
然而,叙拉古人的使节团将庇洛斯带到了西西里;因为迦太基人渡海而来,使希腊人的城市荒废,并包围了仅存的叙拉古,驻军城下。
ἃ τῶν πρέσβεων Πύρρος ἀκούων Τάραντα μὲν εἴα καὶ τοὺς τὴν ἀκτὴν ἔχοντας Ἰταλιωτῶν, ἐς δὲ τὴν Σικελίαν διαβὰς Καρχηδονίους ἠνάγκασεν ἀπαναστῆναι Συρακουσῶν.
庇洛斯从使节那里听到这些事,便留下了塔兰托和占领海岸的意大利人,渡海前往西西里,迫使迦太基人从叙拉古撤军。
φρονήσας δὲ ἐφʼ αὑτῷ Καρχηδονίων, οἳ θαλάσσης τῶν τότε βαρβάρων μάλιστα εἶχον ἐμπείρως Τύριοι Φοίνικες τὸ ἀρχαῖον ὄντες, τούτων ἐναντία ἐπήρθη ναυμαχῆσαι τοῖς Ἠπειρώταις χρώμενος, οἳ μηδὲ ἁλούσης Ἰλίου θάλασσαν οἱ πολλοὶ μηδὲ ἁλσὶν ἠπίσταντό πω χρῆσθαι.
但他对迦太基人(在当时的蛮族中,他们最精通航海,因为他们古时候是泰尔的腓尼基人)产生了自负,竟然冲动地企图用伊庇鲁斯人与他们进行海战,而大多数伊庇鲁斯人甚至在伊利奥斯陷落时还不懂得大海,甚至还不知道如何使用盐。
μαρτυρεῖ δέ μοι καὶ Ὁμήρου ἔπος ἐν Ὀδυσσείᾳ·
荷马在《奥德赛》中的诗句也为我作证: "那些不知大海的人们,他们也不吃掺了盐的食物。
"
οἳ οὐκ ἴσασι θάλασσαν
ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν. "
"