Humanitext Reader

阿里斯·台德斯 · 致阿喀琉斯的使团演说 §435-436

引用喀戎教诲与平息过度怒火的劝导

第 6 段,共 7 段 · 希腊语

内容简介

说话者劝导阿喀琉斯平息过度怒火,向其陈述撤退将带来的耻辱、赫克托耳攻来时的惨烈后果,并引用其师喀戎关于克制愤怒的教诲,以及涅墨西斯和迪刻惩罚傲慢的道理。

§435ἀλλὰ τί φήσουσιν οἱ Τρῶες;
但是特洛伊人会怎么说呢?
ἆρʼ οὐ φεύγειν σε φοβούμενον, ὁρῶντα οὐδεμίαν σωτηρίαν ἐὰν μένῃς;
难道他们不会说你是因为害怕才逃跑,因为你看到如果留下来就没有一丝生路吗?
ἄξιόν γε, οὐ γάρ;
这可真是太般配了,难道不是吗?
τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν τοιαύτης αἰσχύνης.
普里阿摩斯与涅斯托尔合在一起的暮年,竟然要承受如此耻辱。
ἀλλὰ ταῦτα μὲν οὐ ποιήσεις, μενεῖς δὲ ἄχρι ἂν ἐπὶ τὰς σὰς σκηνάς τε καὶ ναῦς ὁ Ἕκτωρ ἀφίκηται, κτείνων πάντας ἑξῆς, τηνικαῦτα δὲ αὐτοῖς δείξεις ὅστις εἶ;
然而你不会做这些事,而是要一直留到赫克托耳攻到你的幕帐和船只前、把所有人接连杀光,到那时你才向他们展示你究竟是谁吗?
εἰ μέν σοι τοσοῦτον περίεστι, πῶς οὐκ αἰσχρὸν ἐκεῖνον τὸν καιρὸν ἐᾶσαι γενέσθαι καὶ μὴ περὶ τῆς ἁπάντων σωτηρίας τῇ περιουσίᾳ χρήσασθαι, ἀλλʼ ὅταν μηδεὶς λίπηται;
如果你的力量如此充裕,放任那个时刻到来,而不把这充裕的力量用于拯救所有人,却等到无一人幸存时才用,这难道不是可耻的吗?
εἰ δʼ ἐργῶδες ἤδη γίγνεται, βοηθητέον ἡνίκʼ ἔξεστιν;
或者说,如果这已经成了一件难事,难道不应该在还来得及的时候施以援手吗?
ἐγὼ δʼ ἀπιστῶ οὐδʼ ἐκείνῳ, τῷ μὴ οὐ καὶ μόνον σὲ πρὸς ἅπαντας τοὺς βαρβάρους ἱκανὸν εἶναι καὶ ἔτι κρείττω.
而且我甚至不怀疑那一点,即单凭你一人就足以对抗所有野蛮人,甚至比他们更强大。
ἡγοῦμαι μέντοι τῷ παντὶ τὸ τοῦ καιροῦ διαφέρειν οὐ μόνον κατὰ τοῦτο ὅτι ἄμεινον ὄντων σοι τῶν θεατῶν καὶ μαρτύρων ἐπιδείξασθαι τὴν ὑπερβολὴν ταύτην, ἀλλʼ ἔτι καὶ κατʼ ἐκεῖνο, ὅτι τηνικαῦτα μὲν σαυτῷ δόξεις βοηθεῖν καὶ κατʼ ἀνάγκας ἀμύνεσθαι, νῦν δʼ ὑπὲρ τῶν κεκληκότων ἐξιέναι καὶ βοηθεῖν τούτοις· ὥστε οὐ μικρὸν κερδανεῖς παρὰ τὴν χάριν.
然而,我认为时机至关重要,不仅在于:当你的观众和见证人还安好时展现你这无上的力量是更好的,还在于:到那时,你看起来会是在拯救自己并因迫于无奈而防卫,而现在则像是为了那些请求你的人而出战并给他们提供援助;因此,在获得感激这方面,你将受益匪浅。
ὅλως δὲ οὐκ ἔστι τοῦ πολέμου ταμίαν γενέσθαι καθʼ ὅσον βούλει μέρος. ἀλλὰ πολλὰ γένοιτʼ ἂν ὧν βούλει μεθʼ ὧν οὐκ ἂν δέξαιο.
总之,人不可能只在自己期望的范围内去充当战争的掌控者;相反,许多你所期望发生的事,可能会伴随着你所不愿接受的事一同发生。
πεσεῖταί τις καὶ τῶν πάνυ σοι κεχαρισμένων.
某些对你来说极其珍贵的人也可能会倒下。
καὶ τοὺς μὲν ἄλλους ἐῶ, ἀλλʼ ἡμᾶς τουτουσὶ οὓς προσεῖπας φιλτάτους, καὶ οὓς ἀνέστης ἰδὼν, καὶ οἷς τὸν κρατῆρα ἔστησας καὶ προεῖπας ζωρότερον εἶναι, τί κωλύει καὶ ἡμᾶς αὔριον κεῖσθαι τηνικάδε ὁμοῦ τοῖς ἄλλοις ἀναμεμιγμένους, καὶ μεθʼ ὧν νῦν σπένδεις, ἀπὸ τούτων ῥυῆναι τὴν γῆν αἵματι καὶ κρατῆρας ἐν Ἕκτορος ἵστασθαι ἐπινικίους καὶ παιᾶνας ᾁδεσθαι σοῦ ζῶντος ὦ Ζεῦ;
且不说其他人,单说我们这些人——你曾称我们为最亲爱的人,一看见我们就起立迎接,并为我们陈设混和酒缸、吩咐注入更浓烈之酒的我们——有什么能阻止我们明天在此时也和别人混杂地倒在一起? 有什么能阻止大地被你如今正与之同饮奠酒之人的鲜血染红? 有什么能阻止在赫克托耳的营帐里设立胜利的混和缸、并在你还活着的时候唱起凯歌呢,哦,宙斯啊!
τί δʼ, ἂν ἅμα ταῖς σκηναῖς ἐχομέναις καὶ ταῖς ναυσὶν ἐμπιμπραμέναις καὶ τὴν περιπόθητον ταύτην §436ἀποσφάξωσιν, ἢ καὶ λαβόντες αἰχμάλωτον αὖθις ἄγωσι πρὸς ἑαυτούς;
如果营帐被占领、船只被焚烧的同时,他们杀死了这个你所深爱的女子,或者再次将她俘虏带回他们身边,那该怎么办?
ἢ νῦν αὕτη κεφάλαιόν ἐστι πάντων τῶν πραγμάτων;
难道现在她竟成了所有事情的全部吗?
ἡδέως δʼ ἄν σου πυθοίμην, εἰ τότε αὐτὴν παραλαβὼν Ἀγαμέμνων ἀπέκτεινεν, ἢ καὶ παρὰ σοὶ μένουσαν, τί χρῆν αὐτὸν ποιεῖν νῦν, ἢ πόσα τὰ ὑποφόνια καταθέντα εὐμενοῦς τυχεῖν, εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος ἃ μάλιστʼ ἂν σὺ βουληθείης, εἶτʼ οὐ παύσει, ἀλλʼ εἰς τοσοῦτον ἥξεις ὀργῆς, ὥστʼ εἰ μὴ παρὰ πάντων λήψει τὴν δίκην κατὰ ἔθνη καὶ κατὰ πόλεις καὶ κατὰ σῶμα ἕκαστον, ἀβίωτον ἠγήσει τὸν βίον σαυτῷ.
我很乐意向你请教,如果当时阿伽门农带走她并杀死了她,或者哪怕是在她留在你身边时杀死了她,那么他现在应该怎么做? 或者他应该付出多少杀人赎罪金才能赢得你的宽恕? 如果如今在他将活着的她归还、并且发誓保证了你最期望的事情之后,你仍然不肯罢休,反而陷入如此深重的愤怒中,以至于除非你向所有人——按部族、按城市、按每个个人——投回公道,否则你就会认为自己的生命不再值得活下去?
ὅρα μὴ αὐτὴν τὴν παῖδα μισήσῃς, ὅταν διʼ αὐτὴν διαφθαρῇ πασσυδὶ τὸ στρατόπεδον.
要当心,别等到整个军队因她而彻底毁灭时,你反而怨恨起这个女孩自己来。
βούλομαι δέ σοι καὶ τοῦ διδασκάλου Χείρωνος λόγον εἰπεῖν, ὅν ποτʼ ἐν τῷ Πηλίῳ διελέχθη πρός τινα τῶν ἀπʼ Αἰτωλίας.
我也想向你转述你的老师喀戎的一句话,那是他曾在培利翁山上对某个来自埃托利亚的人说过的。
θυμοῦ γὰρ ἔφη μετρίου μὲν οὐδὲν ἂν κάλλιον ἀνθρώπῳ γενέσθαι, τοῦ δὲ ὑπερβάλλοντος οὐδὲν αἴσχιον· ὃς τοὺς μὲν ἐχθροὺς ἀντιλυπήσας ἀπήλλακται, τὸν δὲ ἔχοντα ἀεὶ καὶ συνεχῶς ἀπόλλυσι.
因为他说,对人而言,没有什么比适度的愤怒更美好的了,也没有什么比过度的愤怒更丑陋的了;过度的愤怒在报复了敌人、让其痛苦之后便会消逝,但它却会永远且持续地毁灭拥有它的人。
σὺ δὲ μήτε ἐργάσῃ περαιτέρω μηδὲν μήτε αὐτὸς πάθῃς.
愿你既不要再做出更甚的事,也免于自己遭受痛苦。
ἐνθυμοῦ δὲ ὅτι πᾶσι πράγμασιν ὥσπερ ὅρους ἡ φύσις ἐστήσατο καὶ οὐδέν ἐστιν ἀθάνατον τῶν ἐν ἀνθρώποις, οὐ πόλεμος, οὐκ εἰρήνη, οὐ χάρις, οὐκ ὀργὴ, οὐκ ἄλλο τῶν πάντων οὐδέν·
你当牢记,自然为万事万物都设定了界限,在人类的事物中,没有什么能永恒存在——战争、和平、感激、愤怒,以及所有其他一切事物,皆非永恒。
ἢ τῆς μὲν φιλίας τῆς ὑπαρχούσης σοι πρὸς τὸν βασιλέα λύσις εὑρέθη, τῆς δὲ ὀργῆς οὐ φανεῖται πάλιν;
难道你与国王之间曾有的友谊已经找到了终结,而你的怒火却不会再次显现出终结吗?
καὶ μὴν πολὺ βέλτιον τὰς φιλίας ἀθανάτους ἀξιοῦν εἶναι ἢ ʼκείνων ἐρχομένων ὑπὸ τὴν τύχην τῆς ἔχθρας μὴ βούλεσθαι πορίζεσθαι λύσεις·
而且,主张友谊应当永恒,确实比在友谊屈服于命运而破裂时、不愿为敌意寻求化解,要好得多。
δύο γὰρ τούτω θεὰ περιέρχεσθον ἅπαντα τὰ τῶν ἀνθρώπων, Νέμεσις καὶ Δίκη, οὐκ ἐῶσαι μεῖζον τῆς φύσεως φρονεῖν, ἀλλὰ ῥᾳδίως μικροὺς ἐκ μεγάλων ποιοῦσαι, ἐάν τις αὐτῶν μηδένα ποιῆται λόγον.
因为涅墨西斯和迪刻这两位女神巡行于人类的万事之间,她们不容许人们生出超出本分的傲慢想法,而且如果有人根本不把她们放在眼里,她们就会轻易地使伟大者变得渺小。
καὶ τούτου σοι τὸ παράδειγμα ἐγγύθεν· ὃς σοῦ τότʼ ἐφρόνησε μεῖζον, τίνος
而关于这一点的例子就在你身边:那个当时比你还要傲慢的人,如今处于何种[境地]……

词汇与语法注释

  1. 435ἄξιόν γε, οὐ γάρ; τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν τοιαύτης αἰσχύνης. — 形容词 ἄξιον(“配得上、值得”,此处为中性单数,用作表语)支配句末的属格 τοιαύτης αἰσχύνης(“如此耻辱”)。主语是 τὸ Πριάμου καὶ Νέστορος γῆρας συντεθὲν(“普里阿摩斯与涅斯托尔合在一起的暮年”)。整句带有一极强的反讽语气:“普里阿摩斯与涅斯托尔合在一起的暮年竟然要承受如此耻辱,这可真是太般配了!”
  2. 435τῷ μὴ οὐ καὶ μόνον σὲ πρὸς ἅπαντας τοὺς βαρβάρους ἱκανὸν εἶναι — 在带有否定意味的动词 ἀπιστῶ(“不信、怀疑”)之后,使用双重否定 μὴ οὐ 来引导带对格的不定式从句(以 σὲ 为主格,εἶναι 为不定式),表示怀疑的内容。定冠词与格 τῷ 与前文的代词 ἐκείνῳ 构成同位语,形成一个名词性从句,意为“即……这件事”。
  3. 435ἀλλʼ ἡμᾶς τουτουσὶ οὓς προσεῖπας φιλτάτους... τί κωλύει — 虽然该句的主干结构是 τί κωλύει καὶ ἡμᾶς ... κεῖσθαι(“有什么能阻止我们……倒下呢”),但位于句首的对格代词 ἡμᾶς τουτουσὶ(“正是这里的我们”)被一连串关系从句(οὓς... οὓς... οἷς...)层层修饰,形成极长的前置(一种先行控诉或倒装)。这个首置的 ἡμᾶς 与后面不定式 κεῖσθαι 前的 καὶ ἡμᾶς 在语法上实质重复,起到了将读者的注意力瞬间聚焦在“我们使节团”之上的修辞效果。
  4. 436εἰ δὴ νῦν ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος... εἶτʼ οὐ παύσει — 紧跟在连词 εἰ(“如果”)之后的属格分词短语 ζῶσαν ἀποκαθιστάντος καὶ προσέτι ὀμνύντος 构成了一个独立属格结构,在语境中其逻辑主语省略,应理解为阿伽门农。在随后的条件从句中,以直陈式将来时 ἥξεις(“你将陷入”)为主动词,副词 εἶτα(“然而、即便如此”)在此表示在让步性前提下的强烈转折(“即便如此你还是不肯罢休……”)。
  5. 436τίνος — 位于文本最末尾的疑问代词 τίνος(属格)表明该句在比较级结构后未完结。在语法上,它很可能引导一个如“他变得比谁[更卑微]”或“他落入了何种[境地]”的疑问,用以指代阿伽门农如今的悲惨境遇。

引用这一段

阿里斯·台德斯, 致阿喀琉斯的使团演说 §435-436. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg052.humanitext-grc2:435-436

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。