§421ἀρξάμενος δʼ ἐξ ἐκείνου δεῦρʼ ἀεὶ διαγέγονα σχολάζων μαθήμασι καὶ λόγοις ὅσα μὴ χρεία σώματος διεκώλυσεν, ἢ χρόνων περίοδοι συμφορὰς ἐνεγκοῦσαι μείζους τῆς προαιρέσεως.
そしてその時から今日に至るまで、身体の必要が妨げなかった限りにおいて、あるいは、私の志よりも大きな災いをもたらした時代の巡り合わせが[妨げなかった限りにおいて]、私は常に学びと言葉に専念して過ごしてきた。
ἀλλʼ ὅμως καὶ τούτοις διεγιγνόμεθα ὥσπερ τις Ὀδυσσεὺς, ἐχόμενοι τῆς σχεδίας, ἅτε οὐδʼ ἔρημοι πλέοντες ἡμεῖς γε, ἀλλʼ ὑπὸ τῷ μεγίστῳ καὶ φιλανθρωποτάτῳ τῶν κυβερνητῶν, ὃς ἡμῖν ἀήτας ἀνεῖχε τὸ μὴ καταδῦναι.
しかしながら、これら[の困難]にあっても私たちは、まるでオデュッセウスのように筏にしがみつきながら、決して孤独に航海していたのではなく、操舵手たちの中で最も偉大で最も人類を愛する方のもとで航海し、その方が私たちが沈没しないように風を和らげてくださって、生き抜いてきたのである。
μόνοι δὲ ὧν ἴσμεν Ἑλλήνων οὐ πλούτου χάριν, οὐ δόξης, οὐ τιμῆς, οὐ γάμων, οὐ δυναστείας, οὐ προσθήκης οὐδεμιᾶς τοῖς λόγοις ἐπεχειρήσαμεν, ἀλλʼ αὐτῶν ἐρασταὶ καθαρῶς καταστάντες ἐτιμήθημεν τὰ πρέποντα ὑπὸ τῶν λόγων.
私たちが知るギリシア人の中で唯一、私たちは富のためでも、名声のためでも、名誉のためでも、婚礼のためでも、権力のためでも、あるいは言葉へのいかなる付け足しのためでもなく、言葉に手を染めた。 むしろ、純粋に言葉の恋人となり、言葉自体によってふさわしい敬意を払われたのである。
ἄλλοις μὲν οὖν ὁμιλία παιδικῶν ἡδὺ, τοῖς δὲ ὡς πλεῖστα λούσασθαι, τοῖς δʼ εἰς πλῆθος πιεῖν, τοὺς δʼ ἵπποι καὶ κύνες ἐξέπληξαν.
他の人々にとっては、若者たちとの交際が心地よく、ある人々にとってはできるだけ多く入浴すること、またある人々にとっては浴びるように飲むことであり、またある人々は馬や猟犬に心を奪われている。
καὶ νὴ Δίʼ οἱ μὲν παιδιᾷ προσέχοντες ἀφεστᾶσι τῶν λόγων, οἱ δʼ ἕτερʼ ἄττα σπουδάζοντες.
そして誓って、ある人々は遊びに熱中して言葉から遠ざかり、他の人々は別の何かを真剣に追い求めている。
ἐμοὶ δὲ λόγοι πάσας προσηγορίας καὶ πάσας δυνάμεις ἔχουσι.
しかし私にとっては、言葉こそがすべての呼び名とすべての力を有している。
καὶ γὰρ παῖδας καὶ γονέας καὶ πράξεις τε καὶ ἀναπαύσεις καὶ πάντα ἐθέμην τούτους.
なぜなら、私は言葉を、子供たちとも、両親とも、仕事とも、休息とも、そして万事ともみなしてきたからである。
καὶ τὴν Ἀφροδίτην ἐπὶ τούτοις καλῶ.
そして、これらのことについて私はアプロディテを証人に呼ぶ。
ταῦτα δέ μοι παίζεται καὶ ταῦτα σπουδάζεται, τούτοις χαίρω, τούτους ἀσπάζομαι, ἐπὶ τὰς τούτων φοιτῶ θύρας, καὶ πολλὰ ἂν ἔχων ἔτι πρὸς τούτοις ἕτερʼ εἰπεῖν, παραλείπω τοῦ μὴ φορτικὸς εἶναι δοκεῖν.
これらが私によって戯れられ、これらが真剣に扱われ、これらを私は喜び、これらを抱きしめ、これらの戸口に私は通う。 そして、これらのことに加えてさらに多くの他のことを語ることができるが、押し付けがましいと思われるのを避けるために省略する。
ἀλλὰ μὴν ὑπέρ γε τῆς δόξης οὕτω διενοήθην, ἀπαντῶσαν μὲν αὐτὴν δέχεσθαι καὶ στέρχειν· ἦ γὰρ ἂν παντάπασι βλὰξ εἴην τις·
しかしながら名声に関しては、私は次のように考えてきた。 すなわち、向こうからやって来る名声は受け入れて愛する(そうでなければ私はまったくの愚か者であろうから)。
πραγματεύεσθαι δὲ μηδὲν εἰς αὐτὴν ἔξω τῶν λόγων αὐτῶν καὶ τῆς περὶ τὸν βίον ὀρθότητος συμφώνου τούτοις, ἀλλʼ εἰ μέν τις εἰς ταῦτα ὁρῶν βούλοιτο θαυμάζειν, εἰ δὲ μὴ, χαίρειν ἐᾶν.
しかし、言葉そのもの、および、言葉と調和した生の正しさ以外のいかなる手段によっても、名声のために奔走することはない。 ただ、もし誰かがこれらを見て賞賛したいと思うならそうすればよいし、そうでなければ、放っておくことだ。
παρόδους τοίνυν εἰς τὸ δημόσιον πλείστας ὧν ἐγὼ σύνοιδα ἐποιησάμην, καὶ ταῦτα μὴ πόρρωθεν, εἰ βούλεσθε, ἀλλʼ ἐξ αὐτῶν τῶν παρόντων τουτωνὶ χρόνων σκέψασθε.
さて、私は公の場への登場を、私の知る限り極めて数多く行ってきた。 そして、皆さんが望むなら、それを遠い過去からではなく、まさに現在のごく最近の時期から検討してほしい。
τίνα γὰρ πανήγυριν ἡμεῖς ἢ τίνα σύλλογον παρεῖμεν τὸ μὴ οὐ κοσμῆσαι τὴν πόλιν ἐν τῷ μέσῳ;
というのも、私たちは、どのような公の祭典やどのような集会を、公衆の面前で都市を飾ることを怠って見過ごしただろうか。
καὶ §422ταῦτα οὐκ ἐνδείᾳ δόξης.
そしてそれも名声の不足からではない。
σὺν γὰρ θεοῖς εἰπεῖν τοσαύτη γεγένηται ὥστε μὴ ἀγωνίζεσθαι δεῖν ὑπὲρ τοῦ λαβεῖν αὐτὴν, ἀλλʼ ἀσφαλῶς ἔχειν σιωπᾶν ὑπὲρ τοῦ τὴν οὖσαν διασώσασθαι.
神々のおかげで、名声は非常に大きくなっているので、それを獲得するために闘う必要はなく、むしろ、現在ある名声を維持するために静かに沈黙していることで安全でいられるほどなのだ。
καὶ μὴν τοῖς ἰδίᾳ συνιέναι σπουδάσασιν οὐκ ἀγωνιζόμενον μόνον παρέσχον ἐμαυτὸν, ἀλλὰ καὶ παραδεικνύντα ἐπιεικῶς ἐξ ὧν ᾤμην τι βελτίους ἔσεσθαι.
さらに、個人的に集まることを切望した人々に対して、私はただ競う者として自分を提供しただけでなく、彼らがより良くなるだろうと思う事柄を十分に手本として示す者としても自分を提供したのだ。
εἶεν.
よし。
τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ τούτοις παραπλήσια.
私たちの側の事情はそのようなものであり、これらに類することである。
σκέψασθε δὲ καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐν τῷ μέρει πρὸς ταῦτα, ὦ δυσέρωτες ὑμεῖς, οἳ φιλεῖτε μὲν οὑτωσὶ διαφερόντως καὶ τῶν Ἑλλήνων ἄκρον εἶναι πεπιστεύκατε, καὶ ταῦτα κἀν τοῖς γυμνασίοις καὶ κατὰ τὴν ἀγορὰν βοᾶτε, πεπόνθατε δὲ— οὐδὲν ἐρῶ πικρότερον, θαρρεῖτε—ταυτὸν τοῖς παισὶ τῶν ἐπιφανῶν ἀνδρῶν.
しかし、これに対して今度はあなた方自身のことを検討してみよ、愚かな愛に狂う者たちよ。 あなた方はこれほど並外れて愛好し、ギリシア人の中で頂点にいると信じ込んでおり、しかもそのことを体育場でも広場でも大声で叫んでいるが、実際には――何も辛辣なことは言わないから安心するがよい――名家の子息たちと同じ状態に陥っているのだ。
καὶ γὰρ ἐκείνοις ἀρκεῖ τοὺς πατέρας αὐτοῖς εἶναι τοιούτους, αὐτοὶ δʼ ὡς τὰ πολλὰ τρυφῶσι·
なぜなら、彼らにとっては父親たちがそのような立派な人物であるだけで十分であり、彼ら自身はたいてい贅沢に耽っているからだ。
καὶ ὑμῖν ἀρκεῖ παρεῖναι ἐμὲ καὶ λέγειν, τὸ δʼ ἀπαντᾶν καὶ μετέχειν τῶν ξένων ἅπαν ἠξιώσατε εἶναι.
画像、そして、あなた方にとっても、私がそこにいて語るだけで十分であり、出向いて行って分かち合うことは、すべて他人のすることだと考えている。
ἀλλʼ ἀντὶ τοῦ βαδίζειν ἐπὶ τὰς ἀκροάσεις περὶ τὰς κολυμβήθρας οἱ πλείους διατρίβετε, εἶτα θαυμάζετε, εἴ τινες ὑμᾶς τῶν λεγόντων λανθάνουσι·
しかし、講義に足を運ぶ代わりに、あなた方の大部分は水浴場のあたりで時間を潰し、それから、語り手たちの誰かがあなた方の気づかないうちに通り過ぎてしまうと驚くのだ。
τὸ δʼ ἀληθὲς οὐ βούλεσθε, οἶμαι, πρὸς ὑμᾶς αὐτοὺς λέγειν, ὅτι οὐκ ἔνεστι λίθων ἐρῶντας οὐδὲ λουτρῶν ἐξηρτημένους οὐδʼ ἃ μὴ δεῖ τιμῶντας τὰς περὶ τοὺς λόγους διατριβὰς γιγνώσκειν, ἀλλὰ τὰ ὑμέτερʼ αὐτῶν ἀνατίθετʼ ἐμοὶ καὶ βλασφημεῖτε μετʼ εὐφημίας, εἰ γὰρ ἐβούλετο, καὶ τοιαυτὶ λέγοντες, ὡς νῦν γε νυστάζοντα δηλονότι.
だが、あなた方は自分自身に対して真実を語ることを望んでいないのだと思う。 すなわち、石を愛し、浴場に依存し、重んじるべきでないものを重んじている者たちが、言葉に関する研鑽を理解することは不可能である、という真実を。 そうではなく、あなた方は自分自身の過ちを私に帰し、「もし彼が望みさえすれば」などと言い、あたかも今私が居眠りでもしているかのように、お世辞を交えて私を誹謗しているのだ。
καίτοι λόγος μὲν λόγον, ὥς φησιν Ὅμηρος, ἀμείβεται, καὶ ὁποῖʼ ἄττʼ ἂν εἴπῃ τοιαῦτʼ ἂν ἀκούσεσθαι χρὴ προσδοκᾶν, ῥήτορα δʼ εἶναι φάσκοντα λαβόντα αἰτίαν οὐ προσήκουσαν μὴ χρήσασθαι τοῖς οἰκείοις ὀργάνοις ἔσχατα συμφορᾶς.
もっとも、ホメロスが言うように「言葉は言葉に報いる」のであり、どのようなことを言おうとも、そのようなことを聞き返すものと覚悟すべきである。 しかし、自分が弁論家であると主張する者が、不当な非難を受けたときに、自分自身の道具を用いないというのは、極限の不運である。
ἐγὼ τοίνυν θεῶν εὐμενῶν ὄντων τοὺς μὲν κατʼ αὐτοὺς τοὺς λόγους ἀγῶνας οὐ σφόδρα φήσαιμʼ ἂν δεδιέναι, δέδοικα δὲ τοὺς δεινοὺς ἀνταγωνιστάς.
それゆえ、神々が好い的である限り、言葉そのものに関する闘いを私はそれほど恐れてはいないと言おう。 しかし、私は恐るべきライバルたちを恐れている。
εἴπω τίνας;
彼らが誰であるか言おうか。
τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα
油をたっぷりと塗られた者たち、そしてナツメヤシの……