§419παράσχες μοι κεῖραι σεαυτὸν, ἢ τῶν ὀνύχων ἀφελεῖν, ἢ ξέσαι, ταῦτα γὰρ ἔσθʼ ἡ ʼμὴ τέχνη;
「私にあなたを刈らせてください、あるいは爪を切らせてください、あるいは(髭を)剃らせてください。 これらが私の技術なのですから」と言うのを。
ἀλλʼ οἶμαι, κἂν ἁλουργίδα τις φορῇ κἂν ὁπωσοῦν ᾖ σεμνὸς, αὐτὸς εἶσι παρʼ ἐκεῖνον καὶ καλεῖ γε ὡς αὑτὸν, ὅταν του τῶν ἐκείνου δεηθῇ.
だが思うに、たとえ誰かが紫衣をまとっていようと、どんなに尊大であろうと、彼自らが理髪師のところへ赴き、彼(理髪師)の技術が必要なときには、自分のもとへ呼ぶのである。
καὶ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον τεχνῶν;
そして、なぜ技術の長い目録を引き延ばす必要があるだろうか。
σχεδὸν γὰρ πάντα ὡς ἔπος εἰπεῖν οὕτως ἔχοντα εὑρήσομεν.
ほとんどすべてのものが、言ってみればそのようになっているのを私たちは見出すだろう。
εἶθʼ οἳ μὲν οὐδʼ αὐτοὶ μεῖζον φρονεῖν οὐδενὸς ἀξιώσαιεν ἂν, οἶμαι δʼ οὐδʼ ἴσον τοῖς ἄλλοις, ἀλλὰ καὶ τέχνην ταύτην ἔχουσιν ὑπηρετεῖν τοῖς πολλοῖς, οὗτοι μὲν τοὺς δεησομένους ἀναμενοῦσι καὶ οὐ ταπεινωθήσονται περαιτέρω τοῦ σχήματος, οἱ δὲ τὴν καλλίστην καὶ τὴν ἐλευθεριωτάτην ἐπαγγελλόμενοι δύναμιν, διʼ ἧς ἅπαντα πράγματα ἐξετάζεται καὶ δοκιμάζεται, καὶ μικρὰ καὶ μείζω καὶ καλλίω καὶ θάτερα, οὗτοι δʼ οὐκ εἰ μηδὲν ἄλλο, τούτους γε μιμήσονται, καὶ τὴν μὲν τῶν λόγων ἐπιμέλειάν τε καὶ μελέτην αὑτοῖς προσήκειν νομιοῦσι, τὸ δʼ ἢ τούτοις ἢ ἑαυτοῖς χρῆσθαι, τοῦτο δʼ ἑτέρων ἔργον ἡγήσονται;
そうすると、一方の人々は、自分自身が誰よりも自尊心を持つに値するとは考えず、他の人々と同じですらなく、むしろ大衆に奉仕するこのような技術を持っているのだが、彼らは必要とする人々を待ち、自分の身分以上に卑下することはない。 他方、最も美しく最も自由人にふさわしい能力を公言している人々、それを通じてすべての事柄が吟味されテストされる(小さなことも大きなことも、美しいこともその反対のことも)、彼らは、せめてこれら(職人たち)を模倣し、言葉への配慮と訓練が自分たちにふさわしいと考え、それらを利用することは、他人の仕事であるとみなさないのだろうか。
καὶ ὡς ἔοικεν ὁ μὲν σκυτοτόμος καὶ ὑφάντης, ἐὰν ἀφέντες ἐφʼ ᾧ κάθηνται περιέρχωνται συλλέγοντες τοὺς προσφοιτήσοντας, οὐ μόνον οὐ πράξουσι τὰ ἐπιβάλλοντα ἑαυτοῖς, ἀλλὰ καὶ διαφθεροῦσι τὰς τέχνας, ὁ δὲ ῥήτωρ ἐὰν τοὺς λόγους ἀφεὶς τοὺς ἀκουσομένους συλλέγῃ, κάλλισθʼ οὕτω περὶ τῶν ἑαυτοῦ βουλεύσεται;
そして、どうやら、靴仕立て屋や織り手が、自分の座っている仕事(場所)を離れて、客を集めようと歩き回るなら、彼らは自分に課せられた義務を果たさないだけでなく、その技術をも台無しにするだろう。 他方、弁論家が言葉を捨てて聴衆を集め回るなら、彼はそのようにして自分自身の事柄を最もうまく決定していると言えるだろうか。
οὒκ, ἀλλʼ οὕτω καὶ μάλισθʼ, ὥς γʼ ἐγὼ φαίην ἂν, τὰ ὑπάρχοντα διαφθερεῖ.
そうではなく、そのようにして、これこそ私が言いたいことだが、今あるものを最も台無しにするだろう。
καὶ μὴν εἰ πανταχοῦ τὸ τὴν τάξιν λιπεῖν αἰσχρὸν καὶ παρὰ τοὺς νόμους, ῥήτωρ γε μάλιστʼ ἂν οὕτω λίποι τὴν τάξιν, εἰ τοὺς τυχόντας θεραπεύων φαυλότερον καθʼ αὑτὸν τὸ σχῆμα τῆς τέχνης ποιοῖ.
さらに、どこにおいても職務を離れることが不名誉であり法に反することであるなら、弁論家こそ、出会う人々に媚びへつらい、自分の技術の品格を自らおとしめるなら、最も職務を放棄していることになるだろう。
σκέψαι γὰρ εἴ σοι τῶν καλῶς ἐχόντων ἢ λόγον καταλιπόντων εἶναι δοκεῖ τοὺς μὲν γῆμαι προθυμουμένους παρὰ τὰς τῶν κορῶν θύρας καθέζεσθαι, θεραπεύοντας ἢ αὐτὰς ἢ γονέας ἤ τινα ἄλλον τῶν προσηκόντων, τοὺς δὲ τῶν λόγων ἐπιθυμητὰς εἶναι φάσκοντας ἀμελήσαντας θεραπεύειν τὸν ῥήτορα αὐτὸν καὶ πειρᾶσθαι πείθειν ἀμωσγέπως προσέσθαι σφᾶς εἰς τὴν κοινωνίαν, ἔπειτα §420καταιτιᾶσθαι καὶ λέγειν ὡς ἄρʼ οὐ βούλεται.
考えてもみよ。 結婚を熱望する人々が乙女たちの門扉のそばに座り、彼女らやその親、あるいは親族の誰かに媚びへつらう一方で、言葉(弁論)の愛好者であると主張する人々が、弁論家自身に媚びへつらうことを怠り、なんとかして自分たちをその交わりに受け入れてもらうよう彼を説得しようと努めもせず、そのくせ、彼が(自分たちを教えることを)望んでいないなどと非難し言うことが、道理にかなったこと、あるいは筋の通ったことと思われるかどうかを。
καὶ τίς ὦ πρὸς θεῶν σοι Κάλχας ἢ Μόψος ταῦτα ἐμαντεύσατο;
いったい神にかけて、どこのカルカスやモプソスがあなたにそのような予言をしたというのか。
οὐ γὰρ αὐτὸς ἐπειράθης.
あなた自身は試みもしなかったのだから。
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας ἢ τέχνας μετιόντες ἴσασι καλῶς ἃ δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δʼ ἐπὶ τῶν λόγων ὄντες μόνοι πάντων ἢ μάλιστά γε ἀγνοήσουσιν.
さらに、他の科学や技術を追求する人々は、それらについて何を決定すべきかをよく知っているが、言葉を携える人々だけが、すべての者の中で、あるいは最も、無知である、などと言うこともできない。
ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀληθινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι, τὸ δʼ ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν.
むしろ、言葉に関して言える最も美しく、最も偉大で、最も真実なことこそはこれである。 すなわち、他のことを行う人々がその技術の事柄を知りつつも、それらについてどのように決定すべきかを知らないのを妨げるものは何もないが、言葉(弁論)は、他の力とは別に、それら(言葉)に対してどのようにアプローチすべきかを知ることを可能にする、ということである。
εἰκότως·
当然である。
οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γʼ αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι.
他の事柄について判断することがふさわしい人々が、自分自身のことについて全く無知であるというのは、もっともらしくないからである。
φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεάσασθε, κἂν μὲν εὑρίσκητε ἢ ῥᾳθυμοῦντα ἤ τι τῶν πάντων ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον ἢ νῦν ἢ πρότερον λέγω, μᾶλλον δʼ ὅλως ἐλλελοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε ὅ τι βούλεσθε.
さあ、これらのことがそのようであるとして、私のことを見てほしい。 もし皆さんが、私が怠けているか、あるいは言葉における専念よりも他のあらゆることを優先していると(今、あるいは以前について言うのだが)見出すなら、いやむしろ、これらに対する熱意と真剣さの限りを全く尽くしていないと見出すなら、望むように非難し、咎めるがよい。
εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην, πέρα δʼ οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δʼ εἴργασται μὲν καὶ πέπρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς ἐπιμελέστατα, περιείργασται δʼ οὐδαμῶς· εἰ ταῦθʼ οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπʼ ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι, ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερʼ αὐτῶν ἁμαρτήματα καὶ κακά.
しかし一方で、おそらく「まさに言葉そのものである」というからかいの余地さえ残していないほどであり、神々に対する務め以外には決して余計なことをせず(それらは神々の助けを得て、我々の能力の及ぶ限り、極めて入念に行われ、なされたのであって、決して余計なこととしてなされたのではないが)、もしこれらのことがそのようであると明らかになるなら、[言葉を]利用しようともせず、さらに女たちを模倣している人々よ、恥じて顔を覆うがよい。 女たちは、自分の心の中でなすべきことを何もしないとき、自分自身の過ちや悪を夫たちになすりつけると言われている。
σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων.
それゆえ、できる限り手短に、最初から一種の会計監査を検証するように検討してほしい。
ἐμοὶ γὰρ ἔδωκεν ὁ θεὸς νέῳ ἔτʼ ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώτας παρʼ ἐκείνων ἦ μὴν πρωτεύσειν γενέσθαι μοι.
神は私がまだ若かった頃、教師たちに師事し、彼らから私が本当に第一人者になるだろうという最初の予言を得ることを授けてくださった。