§421ἀρξάμενος δʼ ἐξ ἐκείνου δεῦρʼ ἀεὶ διαγέγονα σχολάζων μαθήμασι καὶ λόγοις ὅσα μὴ χρεία σώματος διεκώλυσεν, ἢ χρόνων περίοδοι συμφορὰς ἐνεγκοῦσαι μείζους τῆς προαιρέσεως.
从那时起直至今日,只要身体的需要没有阻碍我,或者带来超出我个人抉择之巨大灾难的时代循环没有[阻碍我],我一直都把闲暇时间奉献给学业和言论。
ἀλλʼ ὅμως καὶ τούτοις διεγιγνόμεθα ὥσπερ τις Ὀδυσσεὺς, ἐχόμενοι τῆς σχεδίας, ἅτε οὐδʼ ἔρημοι πλέοντες ἡμεῖς γε, ἀλλʼ ὑπὸ τῷ μεγίστῳ καὶ φιλανθρωποτάτῳ τῶν κυβερνητῶν, ὃς ἡμῖν ἀήτας ἀνεῖχε τὸ μὴ καταδῦναι.
然而,即使在这些[困难]中,我们依然像奥德修斯一样,紧紧抓住我们的木筏渡过难关;而且我们绝非孤身航行,而是在最伟大、最关爱世人的舵手指引下航行,他为我们平息风暴,使我们不致沉没。
μόνοι δὲ ὧν ἴσμεν Ἑλλήνων οὐ πλούτου χάριν, οὐ δόξης, οὐ τιμῆς, οὐ γάμων, οὐ δυναστείας, οὐ προσθήκης οὐδεμιᾶς τοῖς λόγοις ἐπεχειρήσαμεν, ἀλλʼ αὐτῶν ἐρασταὶ καθαρῶς καταστάντες ἐτιμήθημεν τὰ πρέποντα ὑπὸ τῶν λόγων.
在我们所知的希腊人中,我们是唯一不为财富、不为名声、不为荣誉、不为婚姻、不为权势,也不为言论之外的任何附加物而致力于言论的人;相反,我们纯粹成为了言论的爱慕者,并得到了言论本身给予的相称尊荣。
ἄλλοις μὲν οὖν ὁμιλία παιδικῶν ἡδὺ, τοῖς δὲ ὡς πλεῖστα λούσασθαι, τοῖς δʼ εἰς πλῆθος πιεῖν, τοὺς δʼ ἵπποι καὶ κύνες ἐξέπληξαν.
对其他人来说,与男童交往是甜蜜的;对有些人来说,是尽可能多地沐浴;对另一些人来说,是开怀畅饮;还有人则为骏马和猎犬而痴迷。
καὶ νὴ Δίʼ οἱ μὲν παιδιᾷ προσέχοντες ἀφεστᾶσι τῶν λόγων, οἱ δʼ ἕτερʼ ἄττα σπουδάζοντες.
的确,神明作证,有些人热衷于嬉戏而远离言论,有些人则在认真追求其他事物。
ἐμοὶ δὲ λόγοι πάσας προσηγορίας καὶ πάσας δυνάμεις ἔχουσι.
但对我而言,言论拥有一切称呼和一切力量。
καὶ γὰρ παῖδας καὶ γονέας καὶ πράξεις τε καὶ ἀναπαύσεις καὶ πάντα ἐθέμην τούτους.
因为我已将言论视作子女、父母、事业、休息以及一切。
καὶ τὴν Ἀφροδίτην ἐπὶ τούτοις καλῶ.
在这些事情上,我唤来阿佛洛狄忒作证。
ταῦτα δέ μοι παίζεται καὶ ταῦτα σπουδάζεται, τούτοις χαίρω, τούτους ἀσπάζομαι, ἐπὶ τὰς τούτων φοιτῶ θύρας, καὶ πολλὰ ἂν ἔχων ἔτι πρὸς τούτοις ἕτερʼ εἰπεῖν, παραλείπω τοῦ μὴ φορτικὸς εἶναι δοκεῖν.
这些是我所嬉戏的,也是我所认真对待的;我为此欢欣,我将此拥抱,我常造访此处的门扉。 此外,我虽然还能说出许多其他的话,但为了不显得令人厌烦,我予以省略。
ἀλλὰ μὴν ὑπέρ γε τῆς δόξης οὕτω διενοήθην, ἀπαντῶσαν μὲν αὐτὴν δέχεσθαι καὶ στέρχειν· ἦ γὰρ ἂν παντάπασι βλὰξ εἴην τις·
然而,关于名声,我是这样考虑的:当它迎面而来时,我便接受并喜爱它——否则我简直就是一个彻头彻尾的傻瓜;但我绝不在言论本身以及与之相和谐的生活正道之外,为追求名声而奔忙。
πραγματεύεσθαι δὲ μηδὲν εἰς αὐτὴν ἔξω τῶν λόγων αὐτῶν καὶ τῆς περὶ τὸν βίον ὀρθότητος συμφώνου τούτοις, ἀλλʼ εἰ μέν τις εἰς ταῦτα ὁρῶν βούλοιτο θαυμάζειν, εἰ δὲ μὴ, χαίρειν ἐᾶν.
如果有人看到这些并愿意赞美,那便赞美;若不然,就随它去。
παρόδους τοίνυν εἰς τὸ δημόσιον πλείστας ὧν ἐγὼ σύνοιδα ἐποιησάμην, καὶ ταῦτα μὴ πόρρωθεν, εἰ βούλεσθε, ἀλλʼ ἐξ αὐτῶν τῶν παρόντων τουτωνὶ χρόνων σκέψασθε.
因此,据我所知,我曾极多次在公众面前亮相。 如果你们愿意,请不要从遥远的过去,而是从眼前的这些最近时期来予以审视。
τίνα γὰρ πανήγυριν ἡμεῖς ἢ τίνα σύλλογον παρεῖμεν τὸ μὴ οὐ κοσμῆσαι τὴν πόλιν ἐν τῷ μέσῳ;
因为我们曾放过哪一次公共节日或哪一次集会,而没有在公众面前装点这座城市?
καὶ §422ταῦτα οὐκ ἐνδείᾳ δόξης.
并且这并非因为缺乏名声。
σὺν γὰρ θεοῖς εἰπεῖν τοσαύτη γεγένηται ὥστε μὴ ἀγωνίζεσθαι δεῖν ὑπὲρ τοῦ λαβεῖν αὐτὴν, ἀλλʼ ἀσφαλῶς ἔχειν σιωπᾶν ὑπὲρ τοῦ τὴν οὖσαν διασώσασθαι.
在神明的保佑下,我的名声已经大到无需为了获得它而抗争,反而可以安然保持沉默,以守护已有的名声。
καὶ μὴν τοῖς ἰδίᾳ συνιέναι σπουδάσασιν οὐκ ἀγωνιζόμενον μόνον παρέσχον ἐμαυτὸν, ἀλλὰ καὶ παραδεικνύντα ἐπιεικῶς ἐξ ὧν ᾤμην τι βελτίους ἔσεσθαι.
再者,对于那些渴望在私下里集会的人,我不仅向他们展现了自己作为一个抗争者的形象,而且也尽力向他们展示了我认为能让他们变得更好的一些方法。
εἶεν.
好吧。
τὰ μὲν ἡμέτερα τοιαῦτα καὶ τούτοις παραπλήσια.
我们这边的情况就是这样,也与此相类似。
σκέψασθε δὲ καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐν τῷ μέρει πρὸς ταῦτα, ὦ δυσέρωτες ὑμεῖς, οἳ φιλεῖτε μὲν οὑτωσὶ διαφερόντως καὶ τῶν Ἑλλήνων ἄκρον εἶναι πεπιστεύκατε, καὶ ταῦτα κἀν τοῖς γυμνασίοις καὶ κατὰ τὴν ἀγορὰν βοᾶτε, πεπόνθατε δὲ— οὐδὲν ἐρῶ πικρότερον, θαρρεῖτε—ταυτὸν τοῖς παισὶ τῶν ἐπιφανῶν ἀνδρῶν. καὶ γὰρ ἐκείνοις ἀρκεῖ τοὺς πατέρας αὐτοῖς εἶναι τοιούτους, αὐτοὶ δʼ ὡς τὰ πολλὰ τρυφῶσι· καὶ ὑμῖν ἀρκεῖ παρεῖναι ἐμὲ καὶ λέγειν, τὸ δʼ ἀπαντᾶν καὶ μετέχειν τῶν ξένων ἅπαν ἠξιώσατε εἶναι.
但是,狂热的爱慕者们啊,请轮到你们对照这些来审视一下你们自己的情况吧。 你们虽然如此异乎寻常地热爱,并深信自己是希腊人的顶峰,甚至在体育场和广场上大声宣告这一点,但你们的遭遇——放心,我不会说什么太刻薄的话——却与名门子弟一模一样。 因为对他们来说,只要父亲们如此优秀就足够了,而他们自己大多耽于骄奢;对你们来说,只要我在场并宣讲就足够了,而至于前来会面并参与交流,你们却认为完全是外人的事情。
ἀλλʼ ἀντὶ τοῦ βαδίζειν ἐπὶ τὰς ἀκροάσεις περὶ τὰς κολυμβήθρας οἱ πλείους διατρίβετε, εἶτα θαυμάζετε, εἴ τινες ὑμᾶς τῶν λεγόντων λανθάνουσι·
然而,大多数人不去听讲,反而整天在水池旁消磨时光,然后又感到奇怪,为什么有些演讲者在你们不知觉中过去了。
τὸ δʼ ἀληθὲς οὐ βούλεσθε, οἶμαι, πρὸς ὑμᾶς αὐτοὺς λέγειν, ὅτι οὐκ ἔνεστι λίθων ἐρῶντας οὐδὲ λουτρῶν ἐξηρτημένους οὐδʼ ἃ μὴ δεῖ τιμῶντας τὰς περὶ τοὺς λόγους διατριβὰς γιγνώσκειν, ἀλλὰ τὰ ὑμέτερʼ αὐτῶν ἀνατίθετʼ ἐμοὶ καὶ βλασφημεῖτε μετʼ εὐφημίας, εἰ γὰρ ἐβούλετο, καὶ τοιαυτὶ λέγοντες, ὡς νῦν γε νυστάζοντα δηλονότι. καίτοι λόγος μὲν λόγον, ὥς φησιν Ὅμηρος, ἀμείβεται, καὶ ὁποῖʼ ἄττʼ ἂν εἴπῃ τοιαῦτʼ ἂν ἀκούσεσθαι χρὴ προσδοκᾶν, ῥήτορα δʼ εἶναι φάσκοντα λαβόντα αἰτίαν οὐ προσήκουσαν μὴ χρήσασθαι τοῖς οἰκείοις ὀργάνοις ἔσχατα συμφορᾶς. ἐγὼ τοίνυν θεῶν εὐμενῶν ὄντων τοὺς μὲν κατʼ αὐτοὺς τοὺς λόγους ἀγῶνας οὐ σφόδρα φήσαιμʼ ἂν δεδιέναι, δέδοικα δὲ τοὺς δεινοὺς ἀνταγωνιστάς.
但我认为,你们不愿对自己说实话:那些迷恋石头、依恋浴场、尊崇不该尊崇之物的人,是不可能理解关于言论的研操的。 相反,你们把自己的过错归咎于我,用奉承的话来诋毁我,说什么“只要他愿意的话”,仿佛我现在显然是在打瞌睡。 然而,正如荷马所说,“话语回报话语”,一个人必须预料到自己说出什么样的话就会听到什么样的话;但对于一个自称演说家的人来说,在遭受不当指责时却不使用自己的武器,这真是极度的不幸。 因此,在神明眷顾之下,我可以说我并不十分害怕关于言论本身的辩论,但我害怕那些可怕的竞争对手。
εἴπω τίνας;
要我说是谁吗?
τοὺς λίπα ἀληλιμμένους τουτουσὶ καὶ τὸν φοίνικα
就是这些身上涂满油脂的人,还有那棕榈树……