§416οὐκ ἀμφοτέρων ἄρα τῶν καιρῶν διήμαρτον, εἴπερ χάριεν μὲν ἥκοντα ἐκ τῆς ἀποδημίας δέξασθαι καὶ προσειπεῖν, ἄλλως τε καὶ ἀφʼ ὧν συνευξάμεθα ἐπανήκοντα, εἴη δʼ ἄν τι καὶ προπέμψαι ἅμα τῷ μέλει.
それゆえ、私はこれら二つの機会をどちらも逃したわけではない。 もしも、旅から帰ってきた人を歓迎し挨拶することが好ましいことであり、とりわけ我々が共に祈りを捧げた事柄から戻ってきた人であればなおさらであり、同時に歌とともに送り出すこともまた何かでありうるならば。
σὺ δὲ τοῦτον ἥκειν τὸν καιρὸν ἀπέδωκας·
ところで、あなたはこの機会が訪れるようにしてくれた。
ἐδεξάμεθα οὖν, ἐπειδὴ καὶ ὁ §417καιρὸς οὕτω συνῆγε.
それゆえ私たちは受け入れたのだ、機会もまたそのように私たちを集めてくれたのだから。
θεοῦ δὲ, φησὶ Πίνδαρος, δείξαντος ἀρχὴν εὐθεῖα δὴ κέλευθος ἑλεῖν τὸ προκείμενον.
神が始まりを示されたときには、目の前にあるものを手に入れるための道は確かに真っ直ぐである、とピンダロスは言っている。
καὶ δῆτα σοὶ μὲν πλεῖν ἡμῖν ἐξ οὐρίας τε καὶ ἐπὶ χρηστοῖς καὶ δευτέρων ἀμεινόνων ἀγγέλλεσθαι, ἡμῖν δʼ αὖ τὰ ἡμέτερα ἐξ οὐρίας τε ἀγωνίζεσθαι καὶ ῥοθίῳ κώπῃ παρενεγκεῖν ἅπαντας Ἕλληνας ὅσον πλεῖστον ἔξεστιν, Ἀσκληπιός τε προστάτης ἡμέτερος καὶ Ζεὺς ὁ πάντα νέμειν κύριος παρέχοι διὰ τέλους.
そして実に、あなたにとっては、追い風に乗って、また吉兆のもとに、そしてさらに優れた第二の知らせが我々に報ぜられるなかで航海することであり、我々にとっては他方、我々の義務を追い風に乗って競い、轟くオールによってすべてのギリシア人を可能な限り引き離すことであって、これを我々の守護者アスクレピオスと、すべてを配分する主宰者ゼウスが、最後までもたらしてくださいますように。
καὶ ταῦτα μὲν δὴ ταῦτα.
さて、これらのことはこれくらいにしておこう。
μέτειμι δὲ ἐφʼ ἕτερον προοίμιον κατὰ Στησίχορον.
私はステシコロスに倣って、もう一つの序奏へと移る。
σκιαμαχεῖν μὲν οὖν πως οἶδʼ ὅτι δεῖ, πρὸς οὓς γὰρ εἰρήσεται τὰ λεγόμενα οὐχ ἥκουσιν.
とはいえ、私がある意味で影と戦わねばならないことは分かっている。 なぜなら、これらの言葉が向けられるべき相手は来ていないからである。
ὥστε συμβαίνει ἅμα μὲν σχεδὸν ὥσπερ ἂν εἰς μάτην γίγνεσθαι τοὺς λόγους, ἅμα δʼ εἶναι σαφέστατον ὡς ὀρθῶς καὶ προσηκόντως εἰρήσονται.
その結果、一方では、言葉がほとんど無駄になってしまうのと同様であるが、他方では、それらが正しくかつ適切に語られるであろうことが極めて明白になる、という事態が生じる。
αὐτόθεν γάρ που φανερὸν ὅτι οὐ τὸ ἡμέτερον αἴτιον οὔτε νῦν οὔτε ἄλλοτε πώποτε σὺν θεοῖς εἰπεῖν, ἀλλʼ ἡ τούτων περὶ πάντα συνήθης ῥᾳθυμία.
というのも、神々の助けを借りて言えば、現在も、またかつて他のいかなるときも、原因は我々の側にあるのではなく、あらゆることに関する彼らのいつもの怠惰にあるということは、そのこと自体からして明らかだからである。
σκεψώμεθα δὲ ὥσπερ ἀντωμοσίαν τινὰ ἢ γραφήν.
そこで、一種の宣誓抗弁書か起訴状のようなものを検討してみよう。
ἀδικεῖν φασί με τὰς μελέτας τῶν λόγων οὐ συνεχεῖς ποιούμενον·
彼らは、私が弁論の訓練を継続的に行っていないことによって不当なことをしていると主張している。
εἶναι γὰρ ἂν πάντα ἐπʼ ἐμοί τε καὶ ὑπʼ ἐμοὶ, καὶ τοῦτο ὁμαλῶς ὑπὸ πάντων λέγεσθαι τὸ εἰ ἐβούλετο· κἂν βουληθῇ ποτε, τοῦτʼ ἐστὶ τὸ ἔγκλημα.
すなわち、すべてのことは私次第であり、私の支配下にあるはずであり、誰もが一様に「もし彼が望むなら」と言っており、もし彼がいつか望むならば、それこそが非難の的なのである、と。
εἰ μὲν οὖν κεχαρισμένον τινὰ ἀκοῦσαι λόγον ζητεῖτε, ὥσπερ ἡνίκʼ ἂν πανηγυρίζων τυγχάνω, ληρεῖτε, εἰ δʼ ἀνέξεσθε τἀληθῆ λέγοντος, οὐ πάνυ μέμψεως ἄξιος ἡγοῦμαι φανήσεσθαι.
さて、もしあなた方が、私が祝祭の演説を行っているときのように、聞いて心地よい言葉を求めているのであれば、あなた方は愚かである。 しかし、もし真実を語る私を容認してくれるのであれば、私が全く非難に値しない者に見えるようになるだろうと私は思う。
πάντως δὲ οὔτε πανήγυρις τὸ νῦν εἶναι οὔτε παρουσία τοσαύτη ξένων, ἐν οἷς ἐξελεγχόμενοι δυσχερῶς οἴσεσθε—λέγω γὰρ οὖν ὡς πρὸς παρόντας τοὺς ἄνδρας— ἀλλʼ ἐν ἐλάττοσιν ἢ ἐπὶ Ληναίῳ τὰ τῆς παρρησίας ἔσται.
いずれにせよ、現在のところは、祝祭でもなければ、異邦人が大勢集まっているわけでもない。 そのような席で非難されれば、あなた方は不快に思うだろうが(私は彼らがその場にいるかのように語っているのだ)、むしろレナイア祭よりも少人数の前で、忌憚のない発言が行われることになる。
διελέχθην μὲν οὖν ὑμῖν καὶ πρότερον περὶ τούτων, ἡνίχʼ ὁ λοιμὸς ἤκμαζε, τοῦ θεοῦ παρελθεῖν κελεύσαντος·
それゆえ私は以前、疫病が猛威を振るっていたときにも、神が進み出るよう命じられたので、これらのことについてあなた方に語った。
εἰρήσεται δὲ καὶ ταῦτα τῆς αὐτῆς γνώμης ἐχόμενα, ἵνʼ εἰδῆτε ὅτι ἐγὼ μὲν οὐδʼ ἐν αὐτοῖς τοῖς σφαλερωτάτοις καιροῖς §418ἠξίουν ῥᾳθυμεῖν, ἕτεροι δʼ εἰσὶν οἷς λόγων ὀλίγον μέλει.
そして今回の言葉もまた、同じ意図を保って語られるだろう。 それは、私自身は最も危機的な時期においてさえ怠惰であることをよしとせず、一方で言論をほとんど気にかけない人々が他にいる、ということをあなた方に知ってもらうためである。
πρότερον μὲν οὖν ἔγωγε οὐκ ᾔδειν πρὸς τί ποτʼ εἴη λεγόμενον τὸ προσεγκαλεῖν τοὺς φῶρας, νυνὶ δέ μοι δοκῶ γιγνώσκειν.
それゆえ以前は、私自身、「泥棒が先に告発する」という言葉が一体何を指して言われているのか知らなかったが、今や分かったように思う。
ὅταν γὰρ οἷς ἀπαντᾶν ἐπὶ τὰς μελέτας καὶ τὰς ἀκροάσεις προσῆκον, τοῦτο παρέντες ὡς οὐδεὶς ἔσθʼ ὁ λέγων αἰτιῶνται, πῶς οὐ τὰ σφέτερʼ αὐτῶν ἑτέρων λογίζονται, ὥσπερ ἂν εἴ τινες ἡλίου καθαρῶς φλέγοντος μύσαντες λέγουσι τὸ φαινόμενον οὐκ εἶναι.
というのも、訓練や講義に出席すべき人々が、それを怠っておきながら、語り手が誰もいないなどと非難するとき、どうして自分たちの過失を他人のものと見なしていると言えないだろうか。 それはちょうど、太陽が輝いているときに目を閉じて、見えている光は存在しないと言う人々と同じである。
ἀλλʼ οἶμαι. ταῦτα μέν ἐστιν αὑτοὺς ἐξαπατώντων, δοκούντων δὲ ἑτέρους.
だが、私が思うに、このような行為は、自分自身を欺きながら、他者を欺いていると思っている者たちのすることである。
ὡς δʼ εἰκός τέ ἐστι καὶ δεῖ διανοεῖσθαι περὶ τούτων, εἰ βούλεσθε, ἀκούσατε.
では、これらのことについて、どのように考えるのが妥当であり、またそうすべきであるか、もしよろしければお聞きいただきたい。
ἐγὼ νομίζω τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα ἄχρι μὲν τοῦ μεταχειρίζεσθαι πρὸς τοὺς μετιόντας εἶναι, τὸ πέρας δʼ οὐκέτι πρὸς τούτους, ἀλλʼ εἶναι διττὴν χρῆσιν ἁπάσης τέχνης, τὴν μὲν αὐτοῦ τοῦ τὸ ἔργον μεταχειριζομένου, τὴν δὲ τῶν χρωμένων.
私は、諸々の技術やいとなみは、それを実践する段階までは従事する人々の側にあるが、その成果はもはや彼らの側にはなく、すべての技術には二通りの使用法があると考えている。 すなわち、一方はその仕事を実践する者自身によるものであり、他方はそれを利用する人々によるものである。
ὅταν μὲν οὖν τις ἐκλίπῃ τὰς οἰκείας πράξεις, ὑπεύθυνος κατὰ τοῦτο·
したがって、誰かが自らの務めを怠るとき、その点においてその者は責任を問われる。
ὁ γὰρ δὴ χρῆσθαι βουληθεὶς κεκώλυται·
なぜなら、それを利用したいと望む者が妨げられるからである。
ὅταν δʼ ὁ μὲν ὡς οἷόν τε μάλιστα ἐργάζηται τὰ ἑαυτοῦ, οἱ δʼ ἐκποδὼν ὦσιν, οὐχ ὁ πράττων, οἶμαι, τὰ δέοντα ὑπεύθυνος, ἀλλʼ οἱ μὴ χρώμενοι.
しかし、ある人が自らのなすべきことをできる限り最大限に行っている一方で、他の人々が欠席しているときには、義務を果たしている行為者ではなく、それを利用しない人々こそが責任を問われる。
τί χρὴ τὸν ἰατρὸν τὸν ἀγαθὸν ποιεῖν;
優れた医師は何をすべきだろうか。
παρεσκευάσθαι τὰ φάρμακα, τὴν χεῖρα, τὴν ἐπιστήμην·
薬、手、そして知識を準備しておくことである。
χρῆσθαι δὲ τούτοις κελεύειν οὐκέτι τῆς τέχνης ἐστὶν, ἀλλὰ δεῖ τὸν κάμνοντα βαδίζειν, ἢ πέμπειν ὡς ἐκεῖνον.
しかし、これらを利用するよう命じることはもはや技術の領分ではなく、病人が歩いていくか、あるいは彼のもとに使いを送らねばならないのである。
ἂν δέ γε ὁ ἰατρὸς δέηται τοῦ σωθῆναι δεομένου, ἢ νὴ Δίʼ ὁ κυβερνήτης τῶν πλεῦσαι δεομένων, ἢ τῶν ἀμφισβητούντων ὁ δικαστὴς, ἢ τῶν στρατιωτῶν ὁ στρατηγὸς, ἢ ὁ ῥήτωρ τῶν ἀκροατῶν, ἄνω ποταμῶν ἅπαντʼ ἂν εἴη τὰ πράγματα.
だが、もし医師が治療を必要としている患者に懇願しなければならなかったり、あるいはゼウスにかけて言うが、舵手が航海を必要としている乗客に、裁判官が係争中の当事者に、将軍が兵士に、あるいは弁論家が聴衆に懇願しなければならないのだとしたら、万事は川が逆流することになるだろう。
μὴ γὰρ ὅτι ἐν τοῖς σπουδαίοις καὶ τοσοῦτον ἀξίᾳ προήκουσιν, ἀλλʼ ἐπὶ τῶν βαναύσων τεχνῶν οὐδαμοῦ τοῦτο ἐνομίσθη, τοὺς δημιουργοὺς παρὰ τοὺς χρῄζοντας ἰέναι δεησομένους αὑτοῖς χρῆσθαι, ἀλλʼ οἱ μὲν χρῄζοντες οἰκοδομῆσαι δέονται τῶν τεκτόνων, οὐχ οἱ τέκτονες τούτων·
重大でそれほど価値の高い事柄においてだけでなく、職人的な技術においても、職人がそれを必要とする人々のところへ行き、自分たちを利用してくれと懇願することは、どこにおいても決して習慣とはされてこなかった。 むしろ、建築を必要とする人々が大工を求めるのであって、大工が彼らを求めるのではない。
γεωργὸς δὲ ἐπὶ τὰς τοῦ χαλκέως βαδιεῖται θύρας, ὅταν ἢ σμινύης ἤ τινος ἄλλου τῶν τοιούτων δεηθῇ, καὶ πάλιν γε ὡς ἐκεῖνον ὁ χαλκεὺς, ὅταν σίτου.
農夫は、鍬やその他そのようなものを必要とするときには、鍛冶屋の戸口へと歩いていくのであり、逆に鍛冶屋もまた、穀物が必要なときには農夫のもとへ行く。
κουρέα δὲ ἤδη πώποτʼ εἶδες προσιόντα τῳ καὶ λέγοντα, ὦ βέλτιστε ἀνδρῶν
ところで、あなたはこれまでに、理髪師が誰かに近づいて行って、「おおい、そこの立派な方よ」と言うのを見たことがあるだろうか。