Humanitext Reader

阿里斯·台德斯 · 致因其不作即席演说而批评他的人 §419-420

对手艺人比喻的运用与对言论事业的忠诚

第 2 段,共 4 段 · 希腊语

内容简介

作者通过理发师等手艺人的比喻,论证了拥有言论技术(辩论)的人不应谄媚招揽听众,并针对听众指责其懈怠的说法,表白了自己对言论事业的高度忠诚与正当性。

§419παράσχες μοι κεῖραι σεαυτὸν, ἢ τῶν ὀνύχων ἀφελεῖν, ἢ ξέσαι, ταῦτα γὰρ ἔσθʼ ἡ ʼμὴ τέχνη;
“…… 请让我为你理发,或是剪指甲,或是刮胡子,因为这难道不是我的技术吗?
ἀλλʼ οἶμαι, κἂν ἁλουργίδα τις φορῇ κἂν ὁπωσοῦν ᾖ σεμνὸς, αὐτὸς εἶσι παρʼ ἐκεῖνον καὶ καλεῖ γε ὡς αὑτὸν, ὅταν του τῶν ἐκείνου δεηθῇ.
”但是,我想,即使有人穿着紫袍,即使他多么尊贵,当他需要理发师的服务时,他自己也会走到那个人那里,甚至把理发师召到自己这里。
καὶ τί δεῖ μακρόν τινα ἐκτείνειν κατάλογον τεχνῶν;
而且,为什么需要列举冗长的技术清单呢?
σχεδὸν γὰρ πάντα ὡς ἔπος εἰπεῖν οὕτως ἔχοντα εὑρήσομεν.
因为我们可以说,几乎所有的技术都是这样的情况。
εἶθʼ οἳ μὲν οὐδʼ αὐτοὶ μεῖζον φρονεῖν οὐδενὸς ἀξιώσαιεν ἂν, οἶμαι δʼ οὐδʼ ἴσον τοῖς ἄλλοις, ἀλλὰ καὶ τέχνην ταύτην ἔχουσιν ὑπηρετεῖν τοῖς πολλοῖς, οὗτοι μὲν τοὺς δεησομένους ἀναμενοῦσι καὶ οὐ ταπεινωθήσονται περαιτέρω τοῦ σχήματος, οἱ δὲ τὴν καλλίστην καὶ τὴν ἐλευθεριωτάτην ἐπαγγελλόμενοι δύναμιν, διʼ ἧς ἅπαντα πράγματα ἐξετάζεται καὶ δοκιμάζεται, καὶ μικρὰ καὶ μείζω καὶ καλλίω καὶ θάτερα, οὗτοι δʼ οὐκ εἰ μηδὲν ἄλλο, τούτους γε μιμήσονται, καὶ τὴν μὲν τῶν λόγων ἐπιμέλειάν τε καὶ μελέτην αὑτοῖς προσήκειν νομιοῦσι, τὸ δʼ ἢ τούτοις ἢ ἑαυτοῖς χρῆσθαι, τοῦτο δʼ ἑτέρων ἔργον ἡγήσονται;
如果说,那些自己甚至不认为比任何人更值得自豪的人——我想他们甚至不认为自己与其他普通人平等,而是拥有这种为大众服务的技术的人——他们尚且会等待需要者,而不会将自己贬低到超出其职业身份的程度;那么,那些宣称拥有最美丽、最自由的尊贵能力的人,通过这种能力,所有的事情,无论大小美恶,都能得到检验和考量,难道他们,哪怕不为别的,也至少应该模仿那些人,认为对言论的关照和演练属于自己的职责,而至于使用这些言论或他们自己,则认为是别人的事情吗?
καὶ ὡς ἔοικεν ὁ μὲν σκυτοτόμος καὶ ὑφάντης, ἐὰν ἀφέντες ἐφʼ ᾧ κάθηνται περιέρχωνται συλλέγοντες τοὺς προσφοιτήσοντας, οὐ μόνον οὐ πράξουσι τὰ ἐπιβάλλοντα ἑαυτοῖς, ἀλλὰ καὶ διαφθεροῦσι τὰς τέχνας, ὁ δὲ ῥήτωρ ἐὰν τοὺς λόγους ἀφεὶς τοὺς ἀκουσομένους συλλέγῃ, κάλλισθʼ οὕτω περὶ τῶν ἑαυτοῦ βουλεύσεται;
显而易见,如果鞋匠和织工放下他们坐着工作的岗位,四处奔波招揽顾客,他们不仅无法履行自己的职责,还会败坏自己的手艺;而如果演说家放下言论,四处奔波招揽听众,他这样做就是对自己事务的最佳考虑吗?
οὒκ, ἀλλʼ οὕτω καὶ μάλισθʼ, ὥς γʼ ἐγὼ φαίην ἂν, τὰ ὑπάρχοντα διαφθερεῖ.
不,相反,正如我会说的那样,他这样做最会败坏已有的根基。
καὶ μὴν εἰ πανταχοῦ τὸ τὴν τάξιν λιπεῖν αἰσχρὸν καὶ παρὰ τοὺς νόμους, ῥήτωρ γε μάλιστʼ ἂν οὕτω λίποι τὴν τάξιν, εἰ τοὺς τυχόντας θεραπεύων φαυλότερον καθʼ αὑτὸν τὸ σχῆμα τῆς τέχνης ποιοῖ.
再者,如果在任何地方擅离职守都是可耻且违法的,那么演说家如果去讨好每一个遇到的庸人,使自己的技术品格自贬身价,那他就最是在擅离职守了。
σκέψαι γὰρ εἴ σοι τῶν καλῶς ἐχόντων ἢ λόγον καταλιπόντων εἶναι δοκεῖ τοὺς μὲν γῆμαι προθυμουμένους παρὰ τὰς τῶν κορῶν θύρας καθέζεσθαι, θεραπεύοντας ἢ αὐτὰς ἢ γονέας ἤ τινα ἄλλον τῶν προσηκόντων, τοὺς δὲ τῶν λόγων ἐπιθυμητὰς εἶναι φάσκοντας ἀμελήσαντας θεραπεύειν τὸν ῥήτορα αὐτὸν καὶ πειρᾶσθαι πείθειν ἀμωσγέπως προσέσθαι σφᾶς εἰς τὴν κοινωνίαν, ἔπειτα
因为请考虑一下,在你们看来,这是否属于合情合理或说得通的事情:那些渴望结婚的人坐在少女们的门前,讨好她们或其父母或任何其他亲属;而那些自称热爱言论的人,却疏于讨好演说家本人,也不设法说服他接纳他们加入这种交往,然后反过来指责并声称他其实不愿意。
§420καταιτιᾶσθαι καὶ λέγειν ὡς ἄρʼ οὐ βούλεται. καὶ τίς ὦ πρὸς θεῶν σοι Κάλχας ἢ Μόψος ταῦτα ἐμαντεύσατο;
神啊,到底是哪里的卡尔卡斯或莫普索斯向你预言了这些?
οὐ γὰρ αὐτὸς ἐπειράθης.
因为你自己根本没有去尝试过。
καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν ὡς ἄρα οἱ μὲν τὰς ἄλλας ἐπιστήμας ἢ τέχνας μετιόντες ἴσασι καλῶς ἃ δεῖ βεβουλεῦσθαι περὶ αὐτῶν, οἱ δʼ ἐπὶ τῶν λόγων ὄντες μόνοι πάντων ἢ μάλιστά γε ἀγνοήσουσιν.
而且,绝不能说,追求其他科学或技术的人都清楚知道关于这些应该如何抉择,而唯独从事言论的人,在所有人中,或者至少是最严重地,处于无知状态。
ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κάλλιστον καὶ μέγιστον καὶ ἀληθινώτατόν ἐστιν ὑπὲρ τῶν λόγων εἰπεῖν ὅτι τοὺς μὲν ἄλλο τι πράττοντας οὐδὲν κωλύει τὰ μὲν τῆς τέχνης ἐπίστασθαι, τὸ δʼ ὅπως χρὴ βεβουλεῦσθαι περὶ αὐτῶν ἀγνοεῖν. οἱ δὲ λόγοι χωρὶς τῆς ἄλλης δυνάμεως καὶ τὸ πῶς προσοιστέον ἐστὶν αὐτοῖς παρέχουσι γιγνώσκειν.
相反,关于言论,能够说出的最美丽、最伟大、最真实的话正是:从事其他行业的人,知道其技术的内容,却不知道关于这些内容应该如何抉择,这并不罕见;而唯独言论,除了其自身的能力之外,还提供了如何对待它们的知识。
εἰκότως· οἷς γὰρ περὶ τῶν ἄλλων κρίνειν προσήκει, κομιδῆ περί γʼ αὑτῶν ἀγνοεῖν οὐκ εἰκός ἐστι.
理所当然,因为对于那些应当对其他事物进行审判的人来说,对自己本身的事情完全无知是不合情理的。
φέρε δὴ τούτων οὕτως ὑποκειμένων τοὐμὸν θεάσασθε, κἂν μὲν εὑρίσκητε ἢ ῥᾳθυμοῦντα ἤ τι τῶν πάντων ἄλλο προὐργιαίτερον τῆς ἐν τοῖς λόγοις διατριβῆς ποιούμενον ἢ νῦν ἢ πρότερον λέγω, μᾶλλον δʼ ὅλως ἐλλελοιπότα ὑπερβολὴν τῆς περὶ ταῦτα προθυμίας τε καὶ σπουδῆς, αἰτιᾶσθε καὶ μέμφεσθε ὅ τι βούλεσθε.
那么,在这些前提之下,请看我的情况。 如果你们发现我无论是在现在还是在过去(我说的是以前),要么懈怠,要么把其他任何事情看得比专注于言论更重要,或者更确切地说,完全没有在这些事情上尽到最大的热忱和努力,那么你们可以随意指责和批评。
εἰ δὲ καὶ σκώμματος οὐδὲν ἴσως λελοιπότα, ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην, πέρα δʼ οὐδέν μοι περιείργασται πώποτε πλὴν ὅσα πρὸς θεοὺς, ταῦτα δʼ εἴργασται μὲν καὶ πέπρακται σὺν αὐτοῖς εἰπεῖν εἰς δύναμιν τὴν ἡμετέραν ὡς ἐπιμελέστατα, περιείργασται δʼ οὐδαμῶς· εἰ ταῦθʼ οὕτως ἔχοντα φαίνοιτο, συγκαλύψασθε ἐπʼ ἀμφοτέροις οἱ μήτε χρῆσθαι τολμῶντες καὶ προσέτι τὰς γυναῖκας μιμούμενοι, ἅς φασιν, ἐπειδὰν αὐταὶ μηδὲν ὧν δεῖ τῇ γνώμῃ ποιῶσι, τοῖς ἀνδράσι περιτρέπειν τὰ σφέτερʼ αὐτῶν ἁμαρτήματα καὶ κακά.
但是,如果我甚至可能连被嘲讽的余地都没有留下——仿佛我简直就是言论本身的化身,而且除了对神明的事情之外,我从未在其他事情上多管闲事(借着神明的帮助可以说,在我们的能力范围内,神明的事已经被极其尽心地完成和践行,而绝对没有任何多余的纠缠)——如果事实显得确实如此,那么你们这些既不敢使用言论,又去模仿女人的人,就应该为这两点感到羞愧而遮住脸,据说女人只要自己心中没有做好该做的事,就会把自己的过错和罪恶推给丈夫。
σκοπεῖτε δὴ καθάπερ τινὰς εὐθύνας ἐξ ἀρχῆς ἐξετάζοντες ὡς δυνατὸν διὰ βραχυτάτων.
因此,请从头开始,就像检验某种账目审计一样,尽可能简短地予以考察。
ἐμοὶ γὰρ ἔδωκεν ὁ θεὸς νέῳ ἔτʼ ὄντι χρῆσθαι διδασκάλοις καὶ φήμας πρώτας παρʼ ἐκείνων ἦ μὴν πρωτεύσειν γενέσθαι μοι.
因为神在我还年轻的时候,就赐予我求学于名师的机会,并从他们那里得到了我必将独占鳌头的最初预言。

词汇与语法注释

  1. §419εἰ μηδὲν ἄλλο — 意为“即使没有别的”、“至少”的惯用法,源自省略了动词的条件从句(εἰ μηδὲν ἄλλο εἴη),此处作副词性使用。
  2. §419τῶν καλῶς ἐχόντων ἢ λόγον καταλιπόντων — 两者均为中性复数属格,作为谓语性属格(意为“属于……”或“是……的特征”),修饰主句中非人称动词 δοκεῖ 的主语不定式短语(καθέζεσθαι、ἀμελήσαντας... θεραπεύειν、καταιτιᾶσθαι...)。整句意为“那些渴望结婚的人做这做那,是否属于合情合理或说得通的事情”。
  3. §420ὡς ἄρα αὐτόχρημα λόγος τις εἴην — 连词 ὡς 引导他人传闻中或(不公正的)主张。希求法动词 εἴην 是受主句动词(过去时或历史现在时)影响的斜格希求法(optative of oblique case),表示他人带有嘲讽意味的指责内容,即“他简直就是言论本身(不过是言论的集合体)”。

引用这一段

阿里斯·台德斯, 致因其不作即席演说而批评他的人 §419-420. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg051.humanitext-grc2:419-420

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。