§405ποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον ἥντινα τῆς προθυμίας κομιεῖται χάριν, αὑτὸν τῶν ὄντων τὰ βέλτιστʼ ἀφαιρεῖσθαι.
(使う人々に対して何か良いことを)する前に、またその熱意に対してどのようなお返しを受け取ることになるかが明らかになる前に、自分から、手元にある最良のものを奪い去ってしまう。
οὐ γὰρ δὴ τό γε τοῦ Ζωπύρου καὶ τοῦ Κεφαλλῆνος παράδειγμʼ ἂν εἴποιμεν, ὧν ὁ μὲν τὴν ῥῖνα τὴν ἑαυτοῦ καὶ τὰ ὦτα λωβησάμενος εἰσῆλθεν εἰς Βαβυλῶνα, ὁ δὲ πληγαῖς αὑτὸν αἰκισάμενος κατέδυ Τρώων πόλιν εὐρυάγυιαν, ὁ μὲν Βαβυλῶνα λαβεῖν, ὁ δὲ Τροίαν ἐσπουδακώς.
というのも、私たちはゾピュロスとケファレニア人の例を挙げることは確かにできないからである。 彼らのうち、一方は自らの鼻と耳を削ぎ落としてバビロンに入り、他方は自らを打ち据えて傷つけて道幅の広いトロイアの市に潜り込んだ。 一方はバビロンを占領することに、他方はトロイアを(占領することに)熱心であったがゆえに。
πρῶτον μὲν γὰρ οὐκ ἴσα δή που τὰ ἆθλα, κρατῆσαι πολεμίων καὶ τὰ ὦτα γαργαλίσαι τινῶν.
第一に、敵を制覇することと、人々の耳をくすぐる(喜ばせる)こととは、およそ等しい褒賞ではない。
ἔπειτʼ αὐτὸ τοὐναντίον ἐκ τῶν παραδειγμάτων ἀπαντᾷ.
第二に、それらの例からはまさに反対の結論が生じる。
εἰ γὰρ ἐκεῖνοι μὲν οὕτω σφόδρα καρτερεῖν ἠπίσταντο ὥστε μηδὲ τοῦ σώματος φείδεσθαι τοῦ ἑαυτῶν, ἀλλὰ τὰς ἐσχάτας ἀλγηδόνας καὶ πόνους ὑπομένειν ὑπὲρ τοῦ μηδὲν τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγκαταλιπεῖν, οὗτοι δʼ, ἐξὸν ἄνευ πραγμάτων καὶ ταλαιπωρίας τὴν ὑπόθεσιν διασώζειν τὴν ἑαυτῶν, αἱροῦνται μαλακίζεσθαι, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοιεν;
なぜなら、もしあの人々が、最初から決心していたことを何一つ見捨てないために、自らの身体をも惜しまず、極限の苦痛や労苦を耐え忍ぶことをこれほど強く心得ていたのに対して、この者たちは、面倒や苦労なしに自らの立場を守り抜くことができるのに、怠けて腑抜けることを選んでいるのだとすれば、彼らがどんな目に遭ったとしても当然ではないだろうか。
ἐγὼ μὲν γὰρ ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν, ταῦτʼ εἰκότως ἂν τούτους ὑπὸ τῶν ἄλλων παθεῖν οἴομαι, πορνείας ἕνεκα καὶ ὕβρεως τῆς εἰς τοὺς λόγους.
というのも、あの人々が自分自身に対して行ったことを、この者たちは言葉に対する不貞と侮辱のゆえに、他者から被るのが当然だと私は思うからである。
ἢ κομιδῆ γʼ ἂν ἐκείνους μιμήσαιντο ὑπὲρ τοῦ τὴν τάξιν μὴ λιπεῖν, οἳ νῦν ἐπὶ τῷ λιπεῖν πάντα ποιοῦσιν, ἵνα μὴ λέγω πάσχουσιν.
あるいは、持ち場を離れないためにあの人々を完全に模倣することなど彼らにできるだろうか。 彼らは今や、(持ち場を)放棄するためにあらゆることを行い、――いや、言わぬでおこうが――あらゆる目に遭っているのだから。
ἔτι τοίνυν Ὀδυσσεὺς μὲν καὶ Ζώπυρος οὐκ οὔσης ἴσως ἄλλης ἁλώσεως αὐτοῖς τῶν πολεμίων οὕτω ταῦθʼ ὑπέστησαν·
さらにまた、オデュッセウスとゾピュロスは、敵を攻略する他の方法がおそらく彼らになかったがゆえに、このように耐え忍んだのである。
οὗτοι δὲ τί καὶ φήσουσι;
しかし、この者たちは一体何と言うつもりか。
πότερον οὐκ εἶναι τοῖς βελτίστοις καὶ τοῖς ὀρθοτάτοις λόγοις ἄγειν καὶ πείθειν ἀνθρώπους;
最も優れ、最も正しい言論によって人々を導き、説得することは不可能であるとでも言うのか。
ἀλλʼ αἰσχρὸς ὁ λόγος, οὐ μόνον ψευδής.
だが、その主張は偽りであるだけでなく、卑劣なものである。
ἀλλʼ ἐξὸν ἐκείνως ἄγειν οὕτως μᾶλλον αἱρεῖσθαι;
あるいは、あのように導くことができるのに、むしろこのようにすることを選ぶのか。
περιττὴν ἄρα τὴν αἰσχύνην προστίθενται.
だとすれば、彼らは余計な恥を自らに付け加えていることになる。
πάλιν δὲ ἀναλάβωμεν.
もう一度議論を戻そう。
οὐκ ἔσθʼ ἕτερον τρόπον ἀνθρώπους ἄγειν ἢ τοῦτον, δῶμεν τοῦ λόγου χάριν, εἰ δοκεῖ.
議論のために、よければ、この方法以外に人々を導く方法はないと仮定しよう。
οὐκοῦν εἰ χωρὶς μὲν τὸ βέλτιον, χωρὶς δὲ τὸ ἄγειν, §406τί δεῖ τὸ βέλτιον προΐεσθαι, εἴπερ, κἂν μὴ ἄγωμεν, τό γε βέλτιον τοῦτο πράττομεν;
では、もし「最善のもの」と「導くこと」が別々であるなら、たとえ私たちが導かないとしても、この最善のことを行っているのだから、なぜ最善のものを放棄する必要があるだろうか。
εἰ δʼ ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δʼ οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον.
他方、もし「導くこと」と「最善のもの」が一体であるなら、もしあちらが最善であるなら、あのように導くことこそが(最善)であり、もしこのようにすることによってのみ導くことが叶うなら、これこそが最善である。
τί οὖν διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχʼ ἡμάρτανον;
それなのに、なぜ彼らは区別して、一方に「最善のもの」を置き、他方に「他人のために自分たちが犯した過ち」を置くのか。
ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑτωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι.
というのも、彼らがこのような弁明に逃げ込むとき、私には彼らが言論に関して完全に酔っ払っているように思えるからである。
καὶ μὴν ὅτι γε οὔτʼ ἀληθῆ λέγουσιν οὔτʼ ἀληθέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώπους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφόδρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι.
さらに、彼らが言っていることは真実でもなければ真実らしいものでもなく、むしろ、人々を説得し、全体として従わせようとする者は、可能な限りにおいて、最も優れ、最も力強く、完全に無垢で非の打ち所のない道を歩み、選択せねばならないということは、長い議論によっても、また極めて短い議論によっても示すことができる。 短いというのは、それが非常に明白だからであり、長いというのは、無数の証拠や実例によって示すことができるからである。
πρῶτον μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς ἐνθυμηθῶμεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀντιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιημένον, τὸ δʼ αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι;
まず第一に、望むなら、戦争の戦士たちのことを考えてみよう。 彼らが自らの身を守り、対峙する敵を敗走させて制圧するためには、どちらの方法がより効果的だろうか。 頑丈で、健全で、隙のない武器・防具を用いることか、それとも、錫でできた剣を帯び、木の皮で作られた胸当てを身につけ、さらにイチジクの木でできた槍を持ち、兜や盾もこれらから推し量られるようなものであることか。
ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθʼ ὅσα ταύτης ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις.
というのも、これらに関する厳密さ、すなわち、最初から最良の素材で、かつ可能な限り最良に製作されていること、そして戦闘において耐え抜くことは、生存と同時に、名誉、勝利、その他この範疇に属するとされるあらゆるものをもたらす上で、それらを所有し使用する人々にとって決定的な違いをもたらすと私は思うからである。
ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τινʼ ἄλλον συντριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σαπρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται·
他方、それらが裂けたり折れたり、あるいは他の方法で砕け散ったりした場合、あるいは最初から家を出る時点で脆く腐っていたりした場合、彼らの身体は運命のなすがままになり、極めて勇敢な者たちであっても、どのように対処すべきか見出すことができなくなる。
ταῦτά γε καὶ Ὅμηρος μαρτυρεῖ.
これらのことはホメロスも証言している。
καὶ γὰρ ἐκείνῳ τῶν ἡρώων
実際、彼にとっても英雄たちのうち……