Humanitext Reader

阿里斯·台德斯 · 反对舞者 §405-406

最佳言论的有效性与武器的比喻

第 3 段,共 8 段 · 希腊语

内容简介

作者利用左皮鲁斯和奥德修斯的自我牺牲例子,驳斥了为了取悦听众而降低言论质量的借口。随后,他通过将最优秀的言论比作战场上坚固的武器,论证了其在引导人们时的有效性。

§405ποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον ἥντινα τῆς προθυμίας κομιεῖται χάριν, αὑτὸν τῶν ὄντων τὰ βέλτιστʼ ἀφαιρεῖσθαι.
在(对使用它的人)施予任何好处之前,以及在尚不清楚他们的热忱会换来何种报偿之前,就剥夺了自己拥有的最美好的东西。
οὐ γὰρ δὴ τό γε τοῦ Ζωπύρου καὶ τοῦ Κεφαλλῆνος παράδειγμʼ ἂν εἴποιμεν, ὧν ὁ μὲν τὴν ῥῖνα τὴν ἑαυτοῦ καὶ τὰ ὦτα λωβησάμενος εἰσῆλθεν εἰς Βαβυλῶνα, ὁ δὲ πληγαῖς αὑτὸν αἰκισάμενος κατέδυ Τρώων πόλιν εὐρυάγυιαν, ὁ μὲν Βαβυλῶνα λαβεῖν, ὁ δὲ Τροίαν ἐσπουδακώς.
因为我们确实不能举左皮鲁斯和凯法勒尼亚人的例子,他们当中一人口鼻和耳朵受损后进入巴比伦,另一人则用鞭笞折磨自己后潜入道路宽广的特洛伊城——前者急于夺取巴比伦,后者则急于夺取特洛伊。
πρῶτον μὲν γὰρ οὐκ ἴσα δή που τὰ ἆθλα, κρατῆσαι πολεμίων καὶ τὰ ὦτα γαργαλίσαι τινῶν.
因为首先,奖赏显然并不等同:战胜敌人与骚痒(取悦)某些人的耳朵。
ἔπειτʼ αὐτὸ τοὐναντίον ἐκ τῶν παραδειγμάτων ἀπαντᾷ.
其次,从这些例子中恰恰得出相反的结论。
εἰ γὰρ ἐκεῖνοι μὲν οὕτω σφόδρα καρτερεῖν ἠπίσταντο ὥστε μηδὲ τοῦ σώματος φείδεσθαι τοῦ ἑαυτῶν, ἀλλὰ τὰς ἐσχάτας ἀλγηδόνας καὶ πόνους ὑπομένειν ὑπὲρ τοῦ μηδὲν τῶν ἐξ ἀρχῆς ἐγνωσμένων ἐγκαταλιπεῖν, οὗτοι δʼ, ἐξὸν ἄνευ πραγμάτων καὶ ταλαιπωρίας τὴν ὑπόθεσιν διασώζειν τὴν ἑαυτῶν, αἱροῦνται μαλακίζεσθαι, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοιεν;
因为如果那些人懂得如此强烈地忍耐,以至于不惜惜惜自己的身体,为了不放弃最初决定的任何事情而忍受极端的痛苦和劳苦,而这些人,在没有麻烦和痛苦就可以维护自己立场的情况下,却选择软弱退缩,他们怎么不是理应遭受任何惩罚呢?
ἐγὼ μὲν γὰρ ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν, ταῦτʼ εἰκότως ἂν τούτους ὑπὸ τῶν ἄλλων παθεῖν οἴομαι, πορνείας ἕνεκα καὶ ὕβρεως τῆς εἰς τοὺς λόγους.
因为我认为,这些人由于对言论的淫乱与侮辱,理所当然应该从别人那里遭受那些人对自己所做的事。
ἢ κομιδῆ γʼ ἂν ἐκείνους μιμήσαιντο ὑπὲρ τοῦ τὴν τάξιν μὴ λιπεῖν, οἳ νῦν ἐπὶ τῷ λιπεῖν πάντα ποιοῦσιν, ἵνα μὴ λέγω πάσχουσιν.
或者,他们为了不擅离职守,难道会完全效仿那些人吗? 而他们现在为了放弃职守,却在做着一切事——更不用说在遭受着一切。
ἔτι τοίνυν Ὀδυσσεὺς μὲν καὶ Ζώπυρος οὐκ οὔσης ἴσως ἄλλης ἁλώσεως αὐτοῖς τῶν πολεμίων οὕτω ταῦθʼ ὑπέστησαν· οὗτοι δὲ τί καὶ φήσουσι;
此外,奥德修斯和左皮鲁斯之所以承受这些,是因为他们可能没有其他战胜敌人的方法;但这些人会说什么呢?
πότερον οὐκ εἶναι τοῖς βελτίστοις καὶ τοῖς ὀρθοτάτοις λόγοις ἄγειν καὶ πείθειν ἀνθρώπους;
难道说用最好、最正确的言论无法引导和说服人们吗?
ἀλλʼ αἰσχρὸς ὁ λόγος, οὐ μόνον ψευδής.
但这种说法不仅是虚假的,也是可耻的。
ἀλλʼ ἐξὸν ἐκείνως ἄγειν οὕτως μᾶλλον αἱρεῖσθαι;
或者,既然可以用那种方式引导,他们却更愿意选择这种方式?
περιττὴν ἄρα τὴν αἰσχύνην προστίθενται.
那么,他们是在给自己增加多余的羞耻。
πάλιν δὲ ἀναλάβωμεν.
让我们重新开始。
οὐκ ἔσθʼ ἕτερον τρόπον ἀνθρώπους ἄγειν ἢ τοῦτον, δῶμεν τοῦ λόγου χάριν, εἰ δοκεῖ.
为了讨论起见,如果你愿意,让我们姑息地假定,除了这种方法之外,没有其他方法可以引导人们。
οὐκοῦν εἰ χωρὶς μὲν τὸ βέλτιον, χωρὶς δὲ τὸ ἄγειν, §406τί δεῖ τὸ βέλτιον προΐεσθαι, εἴπερ, κἂν μὴ ἄγωμεν, τό γε βέλτιον τοῦτο πράττομεν;
因此,如果“最好的”是一回事,“引导”是另一回事,那么如果即使我们不进行引导,我们也已经做到了这最好的事情,为什么还要放弃最好的呢?
εἰ δʼ ἐστὶν ὁμοῦ τό τε ἄγειν καὶ τὸ βέλτιον, εἰ μὲν ἐκεῖνο βέλτιον, ἐκείνως ἄγειν ἐστὶν, εἰ δʼ οὕτω μόνως ἄγειν συμβαίνει, τοῦτο βέλτιον.
但如果“引导”和“最好的”是在一起的,如果那一种是更好的,那么以那种方式就是引导;而如果只有这样引导才行得通,那么这就是最好的。
τί οὖν διαιροῦσι καὶ χωρὶς μὲν τὸ βέλτιον τιθέασι, χωρὶς δὲ ἃ τῶν ἄλλων ἕνεχʼ ἡμάρτανον;
那么,为什么他们要进行划分,把“最好的”放在一边,而把“为了他人而犯的错”放在另一边呢?
ἐμοὶ μὲν γὰρ ἄντικρυς οὑτωσὶ μεθύειν δοκοῦσι περὶ τοὺς λόγους ὅταν εἰς ταῦτα καταφεύγωσι.
因为在我看来,当他们逃避到这些托辞中时,他们在言论方面简直就像是喝醉了。
καὶ μὴν ὅτι γε οὔτʼ ἀληθῆ λέγουσιν οὔτʼ ἀληθέσι προσόμοια, ἀλλὰ τῷ μέλλοντι καὶ πείσειν ἀνθρώπους καὶ ὅλως ὑποχειρίους ἕξειν, τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην καὶ πάντως ἀδιάφθορον καὶ ἄμεμπτον ἐκ τῶν δυνατῶν ἰτέον καὶ προαιρετέον, καὶ συχνοῦ λόγου δεῖξαι καὶ βραχέος πάνυ, βραχέος μὲν λέγω, διὰ τὸ σφόδρα οὕτω σαφὲς εἶναι, μακροτέρου δὲ, ὅτι μυρίοις ἄν τις ἔχοι καὶ τεκμηρίοις καὶ παραδείγμασι δεικνύναι.
而且,他们所说的话既不真实,也不接近真实,相反,对于想要既说服人们又使他们完全顺从的人来说,必须尽可能地去追求和选择最好的、最强有力的、完全没有败坏和无可指责的道路,这可以用冗长的论证来表明,也可以用极简短的论证来表明——说简短,是因为它是如此显而易见;说冗长,是因为人们可以用无数的证据和例子来表明。
πρῶτον μὲν, εἰ βούλει, τοὺς τῶν πολέμων ἀγωνιστὰς ἐνθυμηθῶμεν, ποτέρως ἂν μᾶλλον αὐτοί τε σώζοιντο καὶ τοὺς ἀντιτεταγμένους τρέποιντο καὶ χειροῖντο, πότερον βεβαίοις καὶ ὑγιέσι καὶ στεγανοῖς τοῖς ὅπλοις χρώμενοι, ἢ τὸ μὲν ξίφος καττιτέρου φέροντες, φλοιῷ δὲ τὸν θώρακα πεποιημένον, τὸ δʼ αὖ δόρυ σύκινον, καὶ κράνος δὴ καὶ ἀσπίδα ὡς ἀπὸ τούτων εἰκάσαι;
首先,如果你愿意,让我们考虑一下战争中的战士们,他们以哪种方式更能保全自己并击溃和制服对手:是使用坚固、完好且严密的武器,还是带着锡制的剑、用树皮做的胸甲、用无花果木做的长矛,以及可以由此推想的头盔和盾牌?
ἐγὼ μὲν γὰρ οἶμαι τὴν περὶ ταῦτα ἀκρίβειαν καὶ τὸ ἐξ ἀρχῆς τε ἐκ βελτίστων καὶ ὡς βέλτιστα κατεσκευάσθαι καὶ παρὰ τὴν μάχην ἀντέχειν εἰς σωτηρίαν ἅμα καὶ δόξαν καὶ νίκην καὶ πάνθʼ ὅσα ταύτης ἄν τις τῆς μερίδος θείη, διαφέρειν τοῖς ἔχουσι καὶ χρωμένοις.
因为我认为,在这些事情上的严密性,即从一开始就用最好的材料并尽可能最好地装备,以及在战斗中坚持下去,对于拥有和使用它们的人来说,不仅对保全生命,而且对荣誉、胜利以及人们会归入这一类的所有事物,都起着决定性的作用。
ῥαγέντων δὲ ἢ κλασθέντων, ἤ τινʼ ἄλλον συντριβέντων τρόπον, ἢ καὶ οἴκοθεν εὐθὺς χαύνων καὶ σαπρῶν ὄντων, κληρονομεῖν τὰ σώματα τῆς τύχης καὶ μηδὲ τοῖς πάνυ γενναίοις ὑπάρχειν εὑρεῖν ὅ τι χρήσονται· ταῦτά γε καὶ Ὅμηρος μαρτυρεῖ.
但如果它们裂开、折断或以其他方式粉碎,或者一从家里出来就是松垮和腐烂的,他们的身体就会承受这种命运的后果,即便对于非常高贵的人来说,也无法找到该怎么办;荷马也证实了这些。
καὶ γὰρ ἐκείνῳ τῶν ἡρώων
因为在他的诗中,在英雄们当中...

词汇与语法注释

  1. §405ποιῆσαι τοὺς χρωμένους, καὶ πρὶν εἶναι δῆλον... — 延续前一句末尾(«πρὶν εὖ τι...»)的结构,此不定式分句悬挂于主句形容词短语«πολλῆς γʼ ἂν εἴη τῆς ἀλογίας»(将是极大的荒谬)之上。不定式 ποιῆσαι, εἶναι 和 ἀφαιρεῖσθαι 呈并列关系,分别作为带主语的不定式结构发挥作用。
  2. §405ἁκεῖνοι σφᾶς αὐτοὺς ἔδρασαν — 单词 ἁκεῖνοι 是 ἃ ἐκεῖνοι 的混成(crasis)。动词 δράω 支配双宾格结构(“对[某人,宾格]做[某事,宾格]”),其中兼作先行词的关系代名词 ἃ(作为动作对象)与反身代名词 σφᾶς αὐτούς(作为动作承受者)同时作为 ἔδρασαν 的宾格宾语。
  3. §406τὴν βελτίστην καὶ τὴν ἐρρωμενεστάτην... — 阴性单数宾格形容词(如 τὴν βελτίστην)在没有名词的情况下使用,语境中省略了表示“道路、方法”的 ὁδόν。这些形容词作为后续动形容词 ἰτέον(应当走)和 προαιρετέον(应当选择)的宾语或逻辑主语发挥作用。
  4. §406ὡς ἀπὸ τούτων εἰκάσαι — 不定式的限制性用法,为整个句子增添了“仅从这些(指前述的锡剑、树皮甲等)来推测”的语气。这是由 ὡς 引导的带不定式的插入性修饰结构。

引用这一段

阿里斯·台德斯, 反对舞者 §405-406. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg050.humanitext-grc2:405-406

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。