Humanitext Reader

アイリオス・アリステイデス · ロドス人への和解の勧め §567-568

内乱による自滅の愚行と和合の選択の促し

6 / 8 箇所 · ギリシア語

要旨

著者はロドス人に対し、自己破滅的な対立を止め、和合の有益さと内乱の悲惨さを対比した具体的な比喩を通じて、彼らにふさわしい理性的な選択を行うよう促します。

§567χώραν τοῖς παροξυσμοῖς.
激情に余地を与えることはないでしょう。
πῶς γὰρ οὐχ ὡς ἀληθῶς ἄτοπον εἰς μὲν τοὺς ὑπὲρ τῆς πατρίδος λόγους πάντας ἂν ὡσαύτως ἔχειν, εἰ δεήσειεν, εἰς δʼ αὐτὸ τὸ σῶσαι τὴν πατρίδα καὶ τῇ τῶν λόγων εὐφημίᾳ περὶ αὐτῆς ἔχειν χρῆσθαι μὴ τολμᾶν ταυτὸν φρονῆσαι, ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν, καὶ τὴν Κλεομένους τοῦ Λακωνικοῦ νίκην ἀναμένειν, ὃς τὸ αὑτοῦ σῶμα κατεχόρδευσεν ἐκ ποδῶν ἀρξάμενος;
というのも、祖国を擁護する演説に対しては、必要とあれば誰もが同様の賛同を示すであろうに、祖国を救うことそのものや、祖国に関する好意的な言葉を用いることにおいては、同じ志を抱く勇気を持たず、実際には祖国を滅ぼしながら言葉で飾るというのは、また、自らの体を足元から切り刻んでいったラコニア人クレオメネスの勝利を待ち望むというのは、本当に奇妙極まりないことではないでしょうか。
ἢ τί πρὸς θεῶν οἴεσθε, εἰ τοῦτον ἕκαστος προθέμενοι τὸν ὅρον, ὅταν τοὺς ἐχθροὺς ἐκποδὼν ποιήσηται, τότε σωφρονῆσαι;
あるいは神にかけて、各人がこのような境界を設定し、敵を排除した時に初めて正気に戻るのだと考えるなら、一体何が残ると思うのですか。
ἆρʼ ἄλλο τι λείπεσθαι ἢ τοσούτων ἀνδρῶν καὶ γυναικῶν ἕνα καὶ μίαν λειφθῆναι, καθάπερ τοὺς ἐκ τοῦ κατακλυσμοῦ λέγουσι;
これほど多くの男女のうち、大洪水から生き残った人々について語られるように、一人の男と一人の女だけが残されること以外の何が残るというのでしょうか。
καὶ τί τῶν γυναικῶν διοίσετε τῶν τὸν Πενθέα διασπασαμένων, ὅταν αὐτοὶ τὸ κοινὸν σῶμα τῆς πόλεως ταῖς ὑμετέραις αὐτῶν χερσὶ διασπάσησθε;
また、あなた方自身がその手で都市の共同の体を切り裂くとき、ペンテウスを八つ裂きにしたあの女たちと何が違うというのでしょうか。
δεῖ δὲ τοὺς μὲν πεπονθότας τὰ μὲν συμβεβηκότα καιρῷ τινι καὶ τύχῃ δοῦναι, τούτου δὲ μηδὲν μεῖζον κέρδος ἡγεῖσθαι, τοὺς δʼ αὖ δεδρακότας οἷς μὲν ἔπραξαν αἰσχύνεσθαι, μὴ φιλοτιμεῖσθαι, τῷ δὲ ἑκόντας ὑπάρξαι τῆς ὁμονοίας λῦσαι τὰ πρότερα ἀποχρῶντα, μισθὸν ἐκείνων θεμένους τὸ μὴ δοῦναι δίκην, νομίσαντας λαμβάνειν.
被害を受けた人々は、被った災難をその時々の機会や運命のせいにし、和合以上に大きな利益はないとみなすべきであり、他方、害をなした人々は、自らが行ったことを恥じるべきで、誇るべきではなく、自発的に和合の端緒を開くことによって過去の過ちを帳消しにすれば十分であり、報復を受けないことを自らの報酬とみなし、それを受け取ったと考えるべきです。
ἡγοῦμαι δὲ τοσαῦτα ἐνεῖναι κακὰ τῇ στάσει ὥσθʼ ὑπὲρ μὲν ἄλλου τινὸς εἴ τις βούλοιτο ἀποτρέπειν, προσήκειν ὅσα βλάπτοι λέγειν, ὑπὲρ δὲ τούτου πᾶν τοὐναντίον λυσιτελεῖν σιωπᾶν μᾶλλον ἢ κινεῖν τὴν μνήμην ὧν ἕκαστοι πεπόνθασιν, ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν.
私は、内乱にはあまりにも多くの害悪が含まれているため、もし誰かが別の誰かを説得して内乱を思いとどまらせようとするなら、いかに害があるかを語るのがふさわしいが、これ(和合)については、自分の意図と逆の結果を招こうとする者でない限り、各人が被った被害の記憶を刺激するよりも、むしろ沈黙を守る方が完全に有益であると考えています。
ἀλλʼ οὕς γε ὑπὲρ τοῦ ἑτέρου τις ἂν εἰπεῖν ἔχοι λόγους τῆς ὁμονοίας, εἰσὶ μὲν ἤδη μυρίοι, ὅμως δὲ χρὴ τοὺς ἐπῳδοὺς μιμήσασθαι, οἳ τὰς αὐτὰς φωνὰς φθεγγόμενοι πολλάκις οὕτως ἀνύτειν δοκοῦσι.
しかし、他方の側、すなわち和合について語ることのできる議論はすでに無数にありますが、それでもなお、同じ言葉を何度も唱えることで効果を上げるとされている呪術師を模倣すべきです。
μόνη μὲν γὰρ τὰς ἐκ Διὸς ὥρας βεβαιοῖ, μόνη δὲ ἅπαντα ἐπισφραγίζεται, τὰ μὲν κατὰ τὴν χώραν γεωργίαις κοσμοῦσα καὶ τῶν τε ὑπαρχόντων ἐπικαρπίας καὶ ἑτέρων κτῆσιν διδοῦσα, τὰ δʼ ἐν τῇ πόλει κατʼ εὐχὴν ἄγουσα, διʼ ἣν γάμοι τε ὡραῖοι καὶ ἐκδιδόναι καὶ λαμβάνειν εἰς οὕς τις βούλεται καὶ ὅθεν βούλεται, καὶ παίδων τροφαὶ καὶ παιδεία κατὰ τοὺς πατρίους νόμους, καὶ ὑπὲρ γυναικῶν ἄδεια καὶ πίστεις
なぜなら、和合だけがゼウスからの季節を確かなものとし、すべてのものに決定的な刻印を押し、地方においては農業でそれを飾り、既存のものの収穫や他のものの獲得を与え、都市においては望み通りに物事を導くからです。
§568συμβολαίων, καὶ ξένων ὑποδοχαὶ καὶ θεῶν θεραπεῖαι καὶ πρόσοδοι καὶ χοροὶ καὶ θυμηδίαι, ἔτι δὲ ἐκκλησίαι καὶ βουλευτήρια, ἃ θεῶν ἡ πρεσβυτάτη συνάγει Θέμις, καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφʼ ᾧ σωζόμεθα.
それによって、ふさわしい時期の婚姻がなされ、望む人々へ、望む場所からの嫁入りや婿取りが行われ、祖先の法に従った子供たちの養育と教育が行われ、女性たちにとっての安全が保たれ、契約の信頼が維持され、異邦人の歓待、神々の礼拝、祭列、合唱、喜び、さらには神々の中で最も年長であるテミスが招集する民会や評議会、貧しい者たちの生活の糧、富める者たちの財産の享受、高齢者への老後の世話、若者たちの秩序ある生活、そしていわゆる『万物は共有される』ということが、私たちがそのもとで守られている太陽の光のように実現するからです。
καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλʼ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;
しかしながら、政治を行う者たちのうち、観劇の催しを発案したり、金を分配したり、あるいは何らかの方法で都市を飾ったりして、あなた方に最も多くの喜びをもたらす人々を最も称賛する一方で、自分たち自身はこれほど多くの善きものから自発的に遠ざかり、まるで他人にではなく自分自身に害を与えているかのように振る舞うのは、道理に合わないことではないでしょうか。
δεῖ τοίνυν ὥσπερ ζωγράφου τινὸς εἰκόνας ἀμφοῖν προτεθεικότος βλέποντας ἐναλλὰξ εἰς ἑκατέραν, ἢ καὶ ποιητοῦ τινος διηγουμένου, ὡς ἡ μὲν εὐσχήμων καὶ εὐπαγὴς καὶ εὔχρους καὶ εὔχαρις καὶ ὁμολογοῦσα ἑαυτῇ διὰ πάντων ἀκριβῶς ἐκ θεῶν ἥκουσα ἐπὶ γῆν, ἡ δʼ ἑτέρα θεαμάτων πάντων πικρότατον, τὴν μὲν κεφαλὴν ὑπτία, τὰ δὲ χείλη πελιδνὴ, τοὺς δὲ ὀφθαλμοὺς ἀπεστραμμένη, διεφθαρμένη, ἐξῳδηκυῖα, δάκρυσι νεορράντοις ἀεὶ συνεχομένη, τὼ χεῖρε ἀκρατὴς, τὸ ξίφος εἴσω πρὸς τὸ στῆθος φέρουσα, ἐπὶ λεπτῶν τῶν ποδῶν καὶ σκολιῶν αἰωρουμένη, περὶ δὲ αὐτὴν ὥσπερ δίκτυον ἐν κύκλῳ ζόφος καὶ σκότος, ὑφʼ ὧν τὰ πολλὰ μνήμασιν ἀνθʼ ἱερῶν ἐνδιαιτᾶται.
それゆえ、画家が両者の肖像画を提示し、交互にそれぞれを見つめるように、あるいは詩人が次のように描写するようにすべきです。 すなわち、一方は、気品があり、引き締まり、顔色も良く、優美であり、全身において完全に調和し、神々のもとから地上へとやってきた姿です。 他方は、あらゆる光景の中で最も恐ろしく、頭は仰向け、唇は青ざめ、目は背けられ、衰弱し、腫れ上がり、常に流したばかりの涙に暮れ、両手は力なく、剣を内側の胸へと向け、細く曲がった足で宙に浮いており、その周囲には網のように暗闇と霧が取り巻き、それらによって神殿の代わりに多くの墓に住まうことになっています。
πρὸς ταῦτα χρὴ βλέποντας οὕτω τὴν αἵρεσιν ποιεῖσθαι, δοκιμάζοντας ἐπὶ σχολῆς ὁποτέρᾳ βέλτιον συνεῖναι.
これらを見つめながら、どちらと暮らす方がより良いかを余暇に吟味しつつ、選択を行うべきです。
καὶ μὴν ἅπασι μὲν ἀνθρώποις τοῦ παντὸς ἄξιον σπουδάζειν ὑπὲρ τῆς ὁμονοίας·
そして実際、すべての人々にとって和合のために尽力することはこの上なく価値あることですが、他の誰よりもあなた方にとってそうであることは、多くの言葉を必要とせずに示されます。
ὅσῳ δὲ ὑμῖν μάλιστα τῶν ἄλλων οὐ πολλοῦ λόγου δεῖξαι, οἳ τὸ μὲν ἀρχαῖον ἐστὲ Δωριεῖς ἐκ Πελοποννήσου, μόνοι δὲ εἰς τοῦτον τὸν χρόνον Ἕλληνες διὰ παντὸς, Ἡρακλείδαις δὲ καὶ Ἀσκληπιάδαις ἀρχηγέταις καὶ βασιλεῦσι κέχρησθε.
あなた方は古くはペロポネソス出身のドリス人であり、今日に至るまで一貫して唯一のギリシア人であり、ヘラクレスの末裔やアスクレピオスの末裔を指導者や王として持ってきたからです。
πρὸς δὲ τούτοις ἡ πόλις ὑμῶν καλλίστη τῶν Ἑλληνίδων διὰ πάσης τῆς κατασκευῆς.
これらに加えて、あなた方の都市は、そのすべての設備においてギリシアの都市の中で最も美しいものです。
καίτοι δεινὸν τῶν μὲν σωμάτων τῶν καλῶν καὶ τοῖς ἀλλοτρίοις πλείω τὴν πρόνοιαν εἶναι, ὑμᾶς δὲ
しかしながら、美しい体に対しては他人のものであってもより多くの配慮がなされるのに、あなた方が

語釈・文法注

  1. 567ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν — 対比関係を強調する μέν と δέ を用いた構文。先行する `ταὐτὸν φρονῆσαι`(同じ志を抱く)にかかる不定詞句 `ἀπολλύειν` と `κοσμεῖν` が、対比的に配置され、言論と実際の行動の乖離を鋭く批判しています。
  2. 567ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν — 関係代名詞 `ὅστις` が仮定的な条件(〜するような者でなければ)を表しています。先行詞は文脈上一般の人を指し、否定辞 `μή` が用いられているのは、この節が仮定的な性格を持つためです。
  3. 568τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ — 慣用句としての `τὸ λεγόμενον τοῦτο`(いわゆるこれ、諺に言うところの)が、名詞句 `πάντα κοινὰ`(万物は共有のもの)を同格的に修飾しています。

この箇所を引用する

アイリオス・アリステイデス, ロドス人への和解の勧め §567-568. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg044.humanitext-grc2:567-568

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。