Humanitext Reader

阿里斯·台德斯 · 致罗得岛人论和谐 §567-568

内讧自残之愚与对选择和合的呼吁

第 6 段,共 8 段 · 希腊语

内容简介

作者敦促罗得岛人停止自取灭亡的内讧,通过将和合的种种福祉与内讧的恐怖形象进行生动对比,呼吁他们做出明智的选择。

§567χώραν τοῖς παροξυσμοῖς.
绝不会给激情留下余地。
πῶς γὰρ οὐχ ὡς ἀληθῶς ἄτοπον εἰς μὲν τοὺς ὑπὲρ τῆς πατρίδος λόγους πάντας ἂν ὡσαύτως ἔχειν, εἰ δεήσειεν, εἰς δʼ αὐτὸ τὸ σῶσαι τὴν πατρίδα καὶ τῇ τῶν λόγων εὐφημίᾳ περὶ αὐτῆς ἔχειν χρῆσθαι μὴ τολμᾶν ταυτὸν φρονῆσαι, ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν, καὶ τὴν Κλεομένους τοῦ Λακωνικοῦ νίκην ἀναμένειν, ὃς τὸ αὑτοῦ σῶμα κατεχόρδευσεν ἐκ ποδῶν ἀρξάμενος;
因为,如果真的在必要时,大家都会同样赞同那些为保卫祖国而发表的言论,但在真正拯救祖国本身并对其使用赞美之词时,却不敢抱有同样的志向,反而是在行动上毁灭它而在言辞上装饰它,并且等待着拉哥尼亚人克莱奥梅尼斯的胜利(他从脚开始切碎了自己的身体),这难道不是极其荒谬的吗?
ἢ τί πρὸς θεῶν οἴεσθε, εἰ τοῦτον ἕκαστος προθέμενοι τὸν ὅρον, ὅταν τοὺς ἐχθροὺς ἐκποδὼν ποιήσηται, τότε σωφρονῆσαι;
或者,看在神明的份上,如果每个人都设定这样的界限:只有在消灭了敌人之后才恢复理智,你们认为还会留下什么?
ἆρʼ ἄλλο τι λείπεσθαι ἢ τοσούτων ἀνδρῶν καὶ γυναικῶν ἕνα καὶ μίαν λειφθῆναι, καθάπερ τοὺς ἐκ τοῦ κατακλυσμοῦ λέγουσι;
在这么多男女中,难道还会剩下别的,而不是像人们所说的洪水泥潦中幸存的人那样,只留下一男一女吗?
καὶ τί τῶν γυναικῶν διοίσετε τῶν τὸν Πενθέα διασπασαμένων, ὅταν αὐτοὶ τὸ κοινὸν σῶμα τῆς πόλεως ταῖς ὑμετέραις αὐτῶν χερσὶ διασπάσησθε;
当你们亲手撕裂城邦的共同身体时,你们与那些将彭透斯撕成碎片的妇女又有什么区别呢?
δεῖ δὲ τοὺς μὲν πεπονθότας τὰ μὲν συμβεβηκότα καιρῷ τινι καὶ τύχῃ δοῦναι, τούτου δὲ μηδὲν μεῖζον κέρδος ἡγεῖσθαι, τοὺς δʼ αὖ δεδρακότας οἷς μὲν ἔπραξαν αἰσχύνεσθαι, μὴ φιλοτιμεῖσθαι, τῷ δὲ ἑκόντας ὑπάρξαι τῆς ὁμονοίας λῦσαι τὰ πρότερα ἀποχρῶντα, μισθὸν ἐκείνων θεμένους τὸ μὴ δοῦναι δίκην, νομίσαντας λαμβάνειν.
遭受痛苦的人应当把过去发生的事归咎于一时的时机和命运,并认为没有比这(和解)更大的利益;而那些作恶的人则应当为自己的所作所为感到羞耻,而不应争强好胜,通过自愿开启和合来消除过去的恩怨就足够了,把免受惩罚作为自己的回报,并认为自己已经得到了它。
ἡγοῦμαι δὲ τοσαῦτα ἐνεῖναι κακὰ τῇ στάσει ὥσθʼ ὑπὲρ μὲν ἄλλου τινὸς εἴ τις βούλοιτο ἀποτρέπειν, προσήκειν ὅσα βλάπτοι λέγειν, ὑπὲρ δὲ τούτου πᾶν τοὐναντίον λυσιτελεῖν σιωπᾶν μᾶλλον ἢ κινεῖν τὴν μνήμην ὧν ἕκαστοι πεπόνθασιν, ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν.
我认为,内讧中包含着如此多的罪恶,以至于如果有人想为了别的事劝阻他人,就应当说明它所造成的危害;但为了这(和解)一事,除非有人想要做出与自己愿望相反的事,否则保持沉默要比唤起每个人所遭受痛苦的记忆更有益处。
ἀλλʼ οὕς γε ὑπὲρ τοῦ ἑτέρου τις ἂν εἰπεῖν ἔχοι λόγους τῆς ὁμονοίας, εἰσὶ μὲν ἤδη μυρίοι, ὅμως δὲ χρὴ τοὺς ἐπῳδοὺς μιμήσασθαι, οἳ τὰς αὐτὰς φωνὰς φθεγγόμενοι πολλάκις οὕτως ἀνύτειν δοκοῦσι.
然而,人们可以为另一方即和合所发表的言论已经多达无数;尽管如此,我们还是应当模仿那些念咒者,他们通过多次发出相同的声音,似乎就能达到目的。
μόνη μὲν γὰρ τὰς ἐκ Διὸς ὥρας βεβαιοῖ, μόνη δὲ ἅπαντα ἐπισφραγίζεται, τὰ μὲν κατὰ τὴν χώραν γεωργίαις κοσμοῦσα καὶ τῶν τε ὑπαρχόντων ἐπικαρπίας καὶ ἑτέρων κτῆσιν διδοῦσα, τὰ δʼ ἐν τῇ πόλει κατʼ εὐχὴν ἄγουσα, διʼ ἣν γάμοι τε ὡραῖοι καὶ ἐκδιδόναι καὶ λαμβάνειν εἰς οὕς τις βούλεται καὶ ὅθεν βούλεται, καὶ παίδων τροφαὶ καὶ παιδεία κατὰ τοὺς πατρίους νόμους, καὶ ὑπὲρ γυναικῶν ἄδεια καὶ πίστεις §568συμβολαίων, καὶ ξένων ὑποδοχαὶ καὶ θεῶν θεραπεῖαι καὶ πρόσοδοι καὶ χοροὶ καὶ θυμηδίαι, ἔτι δὲ ἐκκλησίαι καὶ βουλευτήρια, ἃ θεῶν ἡ πρεσβυτάτη συνάγει Θέμις, καὶ πένησιν ἀφορμαὶ βίου καὶ πλουσίοις ἀπόλαυσις τῶν ὄντων, καὶ πρεσβύταις γηροκομηθῆναι καὶ νέοις ἐν κόσμῳ ζῆν, καὶ τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ, ὥσπερ τὸ τοῦ ἡλίου φῶς, ὑφʼ ᾧ σωζόμεθα.
因为唯有和合能使来自宙斯的季节稳定,唯有它能印证一切,它用农业装饰乡村,赋予既有之物的收获并带来其他财富,使城邦中的事务如愿进行,由此带来了适时的婚礼,能向自己希望的人家娶亲或嫁女,并按照祖传法律抚养和教育孩子,保障妇女的安全,维护契约的信誉,接待外宾,敬奉神明,举行祭典、合唱和娱乐,更有由神明中最年长的忒弥斯所召集的大会和议事会,为穷人提供生活资助,为富人提供享有财产的乐趣,使老人得到赡养,青年过上有秩序的生活,以及所谓的“一切共有”,就像我们在其下得以保存的太阳光一样。
καίτοι πῶς οὐκ ἄλογον τῶν μὲν πολιτευομένων τούτους μάλιστα ἐπαινεῖν οἵτινες ἂν πλείστας ὑμῖν τὰς εὐφροσύνας παρασκευάζωσιν, ἢ θεάματα ἀνευρίσκοντες, ἢ χρήματα νέμοντες, ἢ κοσμοῦντες ἑνί γέ τῳ τρόπῳ τὴν πόλιν, αὐτοὺς δὲ τοσούτων ἀγαθῶν ἑκόντας ἀποστατεῖν, ὥσπερ ἄλλοις τισὶν, ἀλλʼ οὐχ ὑμῖν αὐτοῖς λυμαινομένους;
然而,在政治家中,你们最赞赏那些为你们提供最多娱乐的人,他们要么发明景观,要么分发钱财,要么以某种方式装饰城邦;而你们自己却自愿远离如此多的福祉,仿佛是在伤害别人而不是在伤害自己,这难道不是不合情理吗?
δεῖ τοίνυν ὥσπερ ζωγράφου τινὸς εἰκόνας ἀμφοῖν προτεθεικότος βλέποντας ἐναλλὰξ εἰς ἑκατέραν, ἢ καὶ ποιητοῦ τινος διηγουμένου, ὡς ἡ μὲν εὐσχήμων καὶ εὐπαγὴς καὶ εὔχρους καὶ εὔχαρις καὶ ὁμολογοῦσα ἑαυτῇ διὰ πάντων ἀκριβῶς ἐκ θεῶν ἥκουσα ἐπὶ γῆν, ἡ δʼ ἑτέρα θεαμάτων πάντων πικρότατον, τὴν μὲν κεφαλὴν ὑπτία, τὰ δὲ χείλη πελιδνὴ, τοὺς δὲ ὀφθαλμοὺς ἀπεστραμμένη, διεφθαρμένη, ἐξῳδηκυῖα, δάκρυσι νεορράντοις ἀεὶ συνεχομένη, τὼ χεῖρε ἀκρατὴς, τὸ ξίφος εἴσω πρὸς τὸ στῆθος φέρουσα, ἐπὶ λεπτῶν τῶν ποδῶν καὶ σκολιῶν αἰωρουμένη, περὶ δὲ αὐτὴν ὥσπερ δίκτυον ἐν κύκλῳ ζόφος καὶ σκότος, ὑφʼ ὧν τὰ πολλὰ μνήμασιν ἀνθʼ ἱερῶν ἐνδιαιτᾶται.
因此,我们应当像画家展出两幅肖像并交替注视每一幅,或者像诗人所描述的那样:一幅是端庄、结实、气色红润、优美,且在所有方面都与自身完全协调、从神明降临人间的形象;而另一幅则是所有景象中最痛苦的,头朝后仰,双唇苍白,双眼斜视,枯萎,肿胀,总是被新流下的泪水所湿润,双手无力,将剑刺向自己的胸口,在纤细而弯曲的双脚上摇晃,周围环绕着网状的黑暗和阴霾,在这些黑暗中,她大多居住在墓穴中而不是神殿里。
πρὸς ταῦτα χρὴ βλέποντας οὕτω τὴν αἵρεσιν ποιεῖσθαι, δοκιμάζοντας ἐπὶ σχολῆς ὁποτέρᾳ βέλτιον συνεῖναι.
看着这些,我们应当做出选择,在闲暇时审视与哪一个相处更好。
καὶ μὴν ἅπασι μὲν ἀνθρώποις τοῦ παντὸς ἄξιον σπουδάζειν ὑπὲρ τῆς ὁμονοίας· ὅσῳ δὲ ὑμῖν μάλιστα τῶν ἄλλων οὐ πολλοῦ λόγου δεῖξαι, οἳ τὸ μὲν ἀρχαῖον ἐστὲ Δωριεῖς ἐκ Πελοποννήσου, μόνοι δὲ εἰς τοῦτον τὸν χρόνον Ἕλληνες διὰ παντὸς, Ἡρακλείδαις δὲ καὶ Ἀσκληπιάδαις ἀρχηγέταις καὶ βασιλεῦσι κέχρησθε.
而且,对于全人类来说,为和合而奋斗都是至关重要的;但对于你们来说,这比其他任何人都更不需要多加说明,因为你们自古以来就是来自伯罗奔尼撒的多利安人,是唯一至今依然保持纯洁的希腊人,并且曾以赫拉克勒斯的子孙和阿斯克勒庇俄斯的子孙为领袖和国王。
πρὸς δὲ τούτοις ἡ πόλις ὑμῶν καλλίστη τῶν Ἑλληνίδων διὰ πάσης τῆς κατασκευῆς.
除此以外,你们的城邦在整个建筑布局上是希腊城邦中最美丽的。
καίτοι δεινὸν τῶν μὲν σωμάτων τῶν καλῶν καὶ τοῖς ἀλλοτρίοις πλείω τὴν πρόνοιαν εἶναι, ὑμᾶς δὲ
然而,对于美丽的身体,甚至是别人的身体,人们都会给予更多的关照,而你们却

词汇与语法注释

  1. 567ἀλλʼ ἔργῳ μὲν ἀπολλύειν, λόγῳ δὲ κοσμεῖν — 使用 μέν 和 δέ 强调对比关系的结构。不定式 `ἀπολλύειν` 和 `κοσμεῖν` 相互对照,尖锐地批判了言论与实际行动之间的背离。
  2. 567ὅστις μὴ τοὐναντίον οὗ βούλεται μέλλει ποιήσειν — 关系代名词 `ὅστις` 在此引导一个具有假设性质的条件从句。先行词在语境中指一般人,使用否定词 `μή` 是因为该从句具有虚拟或假设特征。
  3. 568τὸ λεγόμενον δὴ τοῦτο πάντα κοινὰ — 习惯用语 `τὸ λεγόμενον τοῦτο`(所谓、俗话说)在语法上同格修饰名词短语 `πάντα κοινὰ`(万物共有)。

引用这一段

阿里斯·台德斯, 致罗得岛人论和谐 §567-568. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg044.humanitext-grc2:567-568

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。