§565ποιείσθω τὸ τοὺς καιροὺς ἑτέρους εἶναι, ἀλλʼ ἐκεῖνο κοινὸν ἐνθυμείσθω κατὰ πάσης στάσεως ὅτι τῶν παρόντων ἀγαθῶν ἀεὶ πέφυκεν ἀποστερεῖν.
あなたがたの誰もが、安全な状態にあって、時代が異なっているということを言い訳にすべきではありません。 むしろ、あらゆる内乱について、現在の善きものを常に奪い去る性質があるという共通の事実を心に留めるべきです。
χωρὶς δὲ τούτων, ὦ ἄνδρες Ῥόδιοι, καὶ ἡ συμφορὰ μείζων, εἰ τοιούτων καιρῶν ἐν οἷς φόβος μὲν οὐδεὶς οὐδὲ κίνδυνος, εὐδαιμονίας δὲ ἀπολαύειν ὁπόσης τις βούλεται πάρεστι, τὸ ἐπιβάλλον ἐφʼ ὑμᾶς μέρος ὥσπερ θεωρικοῦ προήσεσθε ἐξεπίτηδες.
これらを別にしても、ロドスの人々よ、恐れも危険もなく、望むだけの幸福を享受することが可能であるこのような好機において、自分たちに割り当てられた部分を、まるで観劇手当であるかのように故意に放棄するならば、その不幸はなおさら大きいものとなります。
μέχρι μὲν γὰρ διειστήκει τὰ τῶν Ἑλλήνων, εἰκὸς ἦν συνοίσειν καὶ τοὺς μὲν ταῦτα, τοὺς δὲ ἐκεῖνα ὑμῶν αἱρεῖσθαι. νῦν δὲ τίς ἢ στάσεως ἀφορμὴ, ἢ ῥᾳστώνης οὐκ ἐξουσία;
なぜなら、ギリシア人の諸事情が分裂していた間は、あなた方のうち一部の者はこれらを、他の者はあれらを選ぶことが適うこともあったでしょうが、今や内乱のいかなる口実があるでしょうか、あるいは、平穏を楽しむいかなる自由がないでしょうか。
οὐ κοινὴ μὲν ἅπασα γῆ, βασιλεὺς δὲ εἷς, νόμοι δὲ κοινοὶ πᾶσι, πολιτεύεσθαι δὲ καὶ σιωπᾶν καὶ ἀπαίρειν καὶ μένειν ἄδεια ὁπόσην τις βούλεται;
全大地は共有され、君主は一人であり、法律はすべての人に共通であり、政治に関わることも、沈黙を守ることも、旅立つことも、とどまることも、望むだけの自由があるのではないですか。
τί οὖν δεῖ κακῶν ἐπεισάκτων, ἢ μανίας τοῖς πᾶσι περιττῆς;
それなら、なぜ自ら持ち込んだ災いや、すべての人にとって過度な狂気が必要なのでしょうか。
ἀλλὰ γὰρ οὐχ ὡς ἔσχατον ἡ στάσις τῶν κακῶν δεῖξαι χαλεπώτατον, ἀλλʼ ὅπως αὐτῆς ἀπαλλάξεσθε, τοῦτʼ ἴσως ἔργον εὑρεῖν.
しかしながら、内乱が諸悪の最たるものであると示すことよりも、いかにしてそれから逃れるか、その方法を見出すことこそが、おそらく困難な仕事なのです。
οὐ γὰρ ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν μοι δοκεῖτε τοσοῦτον, ὅσον, εἰ οἷόν τε εἰπεῖν, ἀπονοίᾳ τινὶ καὶ τῶν διαφορῶν ἑκόντες ἡττώμενοι.
というのも、あなた方は、自らの利益を知らないがゆえに過ちを犯しているというよりは、――そう言ってよければ――ある種の狂気によって、また自発的に対立に屈することによって、過ちを犯しているように私には思われるからです。
λέγω δὴ κεφάλαιον, πρῶτον μὲν ὀργὴν ἅπασαν ἀπελθεῖν ἐκποδὼν ὡσπερεὶ πολιορκίαν, τὰ ἑαυτῆς ἔχουσαν·
そこで、私は要点を述べましょう。 まず第一に、すべての怒りは、あたかも包囲戦のように、自らの手荷物をまとめて立ち去るべきです。
ὡς οὐ τῷ θυμῷ κάλλιστα τὰ πράγματα κρίνεται.
なぜなら、激情によって事態が最も美しく判断されることはないからです。
ἔπειτα φθόνον καὶ πλεονεξίαν ἑκατέρωθεν περιελεῖν·
次に、双方から嫉妬と強欲を取り除くべきです。
φθόνον μὲν λέγω τῶν ἐλαττόνων τοῖς μείζοσι, πλεονεξίαν δὲ εἰς τοὺς ἥττους τῶν μειζόνων·
嫉妬とは、持たざる者が持つ者に対して抱くもののことであり、強欲とは、持つ者が持たざる者に対して行うもののことです。
συνελόντι δʼ εἰπεῖν οἰκίας σχῆμα καὶ τύπον μιμήσασθαι.
要約して言えば、家庭のあり方と手本を模倣することです。
τί δὴ τοῦτʼ ἐστίν;
では、それはいかなることでしょうか。
εἰσὶν ἄρχοντες ἐν οἰκίᾳ, πατέρες παίδων καὶ δούλων δεσπόται.
家の中には支配者たる者がいます。 すなわち、子供たちの父親であり、奴隷たちの主人です。
πῶς οὖν οὗτοι καλῶς οἰκοῦσιν;
では、彼らはどのようにして家を立派に治めているでしょうか。
ὅταν οἱ μὲν ἄρχοντες μὴ πάντʼ ἐξεῖναι νομίζωσιν ἑαυτοῖς, ἀλλʼ ἑκόντες ὑφαιρῶσι τῆς ἐξουσίας, οἱ δʼ ὅ τι ἂν δοκῇ τοῖς κρείττοσιν ὡς ἐξὸν δέχωνται.
それは、支配する者が自分たちにすべてが許されているとは考えず、自発的に自らの権限を縮小し、他方は、優れた者たちが決定したことを、それが正当なこととして受け入れるときです。
ἄνευ δὲ ταύτης τῆς ἑκατέρωθεν εὐγνωμοσύνης οὐ ῥᾴδιον εὑρεῖν οἰκίαν ἥτις σωθήσεται.
双方のこのような思いやりがなければ、存続しうる家庭を見出すことは容易ではありません。
τοῦτο τοίνυν καὶ ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα ἀγαγεῖν ἔμοιγε δοκεῖ νῦν, λογιζομένους τοὺς μὲν ἀξιοῦντας εἶναι κρείττους ὅ τι ἂν
それゆえ、私の考えでは、今やこの原則を都市の共同の事柄にも適用すべきです。 すなわち、自らを優れた者であると自負する人々は、次のように考えるべきです。
§566τοὺς ἥττους ἑκόντες διαφθείρωσι τῇ σφετέρᾳ λυμαίνονται φιλοτιμίᾳ.
すなわち、彼らが持たざる者を自発的に滅ぼすことは、自分たちの名誉欲によって国を損なうことになると。
τὸ γὰρ εἶναι τοὺς ἥττους κέρδος τοῖς κρείττοσιν, εἴπερ ἕξουσιν ὧν ἔσονται κρείττους δεικνύναι, τοὺς δὲ ἀπολειπομένους ἢ ταῖς οὐσίαις ἢ κατὰ τὴν ἄλλην τύχην, ὅτι τοῖς μείζοσιν, ἐὰν ἐπηρεάζωσι, τῇ σφετέρᾳ λυμαίνονται σωτηρίᾳ πολὺ μᾶλλον ἢ εἰ τὸ τεῖχος ἑκόντες καθῄρουν.
というのも、強者にとって、弱者が存在することは利益となるからです。 もし彼らが、自分たちが誰に対して勝っているかを示す対象を持つのであれば。 他方、財産やその他の境遇において劣っている者たちは、もし自分たちが優れた者たちに対して嫌がらせをするならば、自ら進んで城壁を取り壊すよりもはるかに、自分たちの安全を損なうことになるのだ、と考えるべきです。
νόμος γάρ ἐστιν οὗτος φύσει κείμενος ἀληθῶς ὑπὸ τῶν κρειττόνων καταδειχθεὶς, ἀκούειν τὸν ἥττω τοῦ κρείττονος.
なぜなら、弱者は強者に従うべきであるということは、自然によって定められ、真に優れた者たちによって示された法だからです。
κἄν τις ἐλευθερίας σύμβολον ποιῆται τὸ διαφθείρειν τὸν νόμον, αὑτὸν ἐξαπατᾷ καὶ ποιεῖ παραπλήσιον ὥσπερ ἂν εἰ κοινῇ πάντες ἄνθρωποι τοῖς θεοῖς φθονήσαντες, εἶτα μὴ νομίζοιεν.
そして、もし誰かがこの法を破ることを自由の象徴とするなら、その者は自分自身を欺いているのであり、それはあたかも、全人類が共同で神々に嫉妬し、それから神々の存在を認めないようにするのと同様のことをしているのです。
εἰ δέ τις ὑμῶν τῷ πολλὰ καὶ δεινὰ πεπονθέναι πρὶν λαβεῖν δίκην, οὐκ ἀνεκτὸν ἡγεῖται καταλύσασθαι, πρῶτον μὲν αὑτῷ τοὔμπαλιν διάκειται.
また、もしあなた方のうちに、報復をする前に、多くの恐ろしい苦しみを受けたという理由で、和解して争いを終息させることは耐え難いと考える者がいるなら、その者はまず第一に、自分自身の不利益になるような心構えをしています。
εἰ γὰρ τοσούτων καὶ τηλικούτων κακῶν ἡ στάσις αἰτία γίγνεται ὥστʼ ἀβίωτον νομίζειν εἰ μή τις ὁπωσοῦν δίκην λήψεται, πῶς οὐ φεύγειν κράτιστον ἀπʼ αὐτῆς;
というのも、もし内乱が、何らかの方法で報復を遂げない限り人生は生きるに値しないと考えさせるほどに、これほど多くの、かつこれほど甚大な災いの原因となるのであれば、どうして内乱から逃れることが最善ではないと言えるでしょうか。
ἔστι γὰρ εὖ φρονούντων ὧν μὲν εὐφραινόντων πεπείρανται μὴ θέλειν ἀφίστασθαι, ἃ δʼ οὕτως σκληρὰ καὶ ταραχώδη καὶ πανταχοῦ μεστὰ ἀηδίας εὑρήκασι, τούτων ὡς τάχιστα παύσασθαι, μὴ τὸ κακὸν τοῦ κακοῦ φάρμακον ἡγουμένους, ἀλλὰ νομίζοντας μνήμην καὶ λήθην δύο προσρήματα ἐναντίω δυοῖν ἐναντίοιν εἶναι πραγμάτοιν, καὶ δεῖν τὰ μὲν χρηστὰ τῇ μνήμῃ σημειοῦσθαι, τὰ δὲ φαῦλα τῇ λήθη παραγράφεσθαι.
なぜなら、自らが味わった快いものからは離れようとせず、他方で、このように過酷で、混乱に満ち、至る所不快さに満ちていると知ったものからは、できるだけ速やかに足を洗うことこそが、思慮深い人々のすることだからです。 災いを災いの薬と見なすのではなく、記憶と忘却という二つの言葉が、二つの相反する事物のための相反する名称であると考え、有益なことは記憶に留め、悪いことは忘却によって消し去るべきだと考えるべきです。
ἔπειθʼ ὅταν καὶ παντάπασιν ὁ θυμὸς προσίστηται, τὸν ἀρχαῖον ἀντίπαλον παραλαμβάνοντας αὐτοῦ δεῖ τὸν λογισμὸν ὡδὶ λέγειν πρὸς αὑτοὺς, ἡμεῖς ἐσμὲν Ῥόδιοι, κἄν τις ἡμῖν Ἑλλήνων ἢ βαρβάρων εὐγενείας ἀμφισβητῇ, βουλοίμεθʼ ἂν αὐτοῦ κρατεῖν.
さらに、激情が完全に押し寄せてくるときには、その古くからの敵手である理性を呼び寄せ、自らに向かって次のように語りかけるべきです。 「我々はロドス人であり、もしギリシア人や野蛮人の誰かが我々の高貴さに異議を唱えるなら、我々は彼らに打ち勝ちたいと願うだろう。
οὐκοῦν ὅτε τοῦτο βουλόμεθα, ἡ πατρὶς ἡμῖν σωστέα κοινῇ, ἵνʼ ἔχοιμεν ἐφʼ ᾗ φρονοῖμεν.
」そうであるなら、我々がこれを望むとき、我々が誇りを持てる対象を保つために、祖国は共同で救われるべきです。
οὐκοῦν στασιαζόντων μὲν ἀπόλλυται, μιᾷ δὲ γνώμῃ χρησαμένων ἅμα καλλίων καὶ μείζων γίγνεται.
そうであるなら、内乱を起こせば祖国は滅び、一つの意志を用いるなら祖国はより美しく、より偉大になります。
τί οὖν ἡμᾶς αὐτοὺς καταλύομεν;
それなら、なぜ我々は自分自身を破滅させるのでしょうか。
ταῦθʼ εἷς ἕκαστος εἰ πρὸς αὑτὸν εἰπεῖν ἐθελήσειεν, οὐ δώσει
これらの一文を、もし一人ひとりが自分自身に語りかけようとするなら、決して…