§559τοὺς δʼ ὅπως ἀκούσονται ταῦθʼ ἃ μὴ πρότερον, ἀλλʼ ὅ τι μέλλει κοινῇ συνοίσειν, τοῦτο καὶ λέγειν προαιρεῖσθαι.
一方、後者(聞き手)は、以前に聞いたことがないようなことをいかにして聞くかということではなく、むしろ共同体にとって益となるであろうこと、まさにそれを(助言者が)語ることを選ぶようにと[考慮すべきです]。
οὐδὲ γὰρ ἐν ταῖς τοῦ σώματος χρείαις τοῦθʼ ἡμῶν ἕκαστος ἐσπούδακεν, ὅπως τι καινὸν ἀκούσεται, ἀλλʼ οὗτος ἄριστος ἰατρὸς ὅστις ἂν ὑγιεῖς ποιεῖν ἐπίστηται·
というのも、身体の必要に際しても、私たち一人一人は何か新しいことを聞くことに熱中するのではなく、健康にする術を知っている者こそが最善の医師だからです。
οὐδʼ ἔσθʼ ὅστις ὑμῶν ἀγανακτήσει, ἐὰν διὰ τῶν αὐτῶν σωθῆ διʼ ὧν τις ἤδη καὶ πρότερον.
また、かつてすでに誰かが救われたのと同じ方法によって救われるからといって、憤慨する者は皆さんの中に一人もいないでしょう。
οὐ μὴν ἀλλʼ ἔγωγε βουλοίμην ἂν ὥσπερ κἀνταῦθʼ ὑμῖν ἔχειν ἡγοῦμαι χαρίσασθαι τῷ τι καὶ πλεῖον ἂν εἰπεῖν ὧν οἱ πρὸ ἡμῶν τοῖς ὁμοίοις ἐγκεχειρηκότες, οὕτως καὶ ὑμᾶς ὑμῖν αὐτοῖς ἐθελῆσαι χαρίσασθαι καὶ μὴ μόνον τὸν χρόνον τοῦτον ὃν νῦν ἀκροᾶσθε τούτου τοῦ λόγου ταὐτὰ φρονῆσαι περὶ τῶν λεγομένων, [ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα]—πείσεσθε γὰρ σαφῶς αὐτῷ, εὖ οἶδα ἐγὼ τὴν ὑμετέραν δεξιότητα καὶ φιληκοΐαν—ἀλλὰ καὶ περὶ τῶν πρὸς ὑμᾶς αὐτοὺς μιᾷ γνώμῃ τὸ λοιπὸν χρῆσθαι καὶ τὴν ἔργῳ πίστιν ὡς ἥσθητε τῷ λόγῳ προσθεῖναι.
とはいえ、私は、ここで私が同様の試みをした先人たちよりも何か多くのことを語ることで皆さんに恩恵を施すと自分自身で考えているのと同様に、皆さんもご自身に恩恵を施すことを望んでほしいと思います。 そして、この演説を聴いている今この時間だけ、語られていることについて同じ考えを持つのではなく、[その後の時間においても](というのも、皆さんがその言葉に説得されることは明らかであり、私は皆さんの賢明さと聴く耳をよく知っているからです)、今後は皆さん自身の間において一つの決意をもって行動し、皆さんがこの言葉を喜んだという事実を行動によって証明してほしいのです。
οἶμαι δὲ ἅπαντας ἂν ὑμᾶς συμφῆσαι, ὥσπερ τῶν ἐν τοῖς δικαστηρίοις λόγων τούτους ἀληθεστάτους ἡγεῖσθε, ὧν ἂν πλεῖστοι καὶ γνωριμώτατοι μάρτυρες ὦσιν, οὕτως καὶ τῶν εἰς συμβουλὴν ἡκόντων οἷς ἂν πλεῖστοι καὶ σπουδαιότατοι μάρτυρες ὦσι, τούτοις μάλιστα χρῆναι πιστεύειν.
また、法廷での弁論においては、最も多く、かつ最も著名な証人がいるものを皆さんが最も真実であると見なすように、助言に関する言葉についても、最も多く、かつ最も真剣な証人がいるものにこそ、最も信頼を寄せるべきであるということに、皆さんの全員が同意してくれるものと思います。
τοῦτο τοίνυν εἰς Ὅμηρον τὸν κοινὸν τῶν Ἑλλήνων σύμβουλον καὶ προστάτην ἀνενέγκατε, ὃς ἐποίησε τὸν σοφώτατον τῶν τότε Ἑλλήνων τῇ Ναυσικάᾳ συνευχόμενον ἔτʼ οὔσῃ κόρῃ ἄνδρα τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσαι τοὺς θεοὺς αὐτοῖς·
そこで、このことを、ギリシア人全体の助言者であり指導者であるホメロスへと帰してください。 彼は、当時のギリシア人で最も賢い男が、まだ乙女であったナウシカアに対して、神々が夫と家、そして互いの心の和合を授けてくださるようにと祈る姿を描いています。
"οὐ μὲν γὰρ τοῦδε κρεῖσσον καὶ ἄρειον,
ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδὲ γυνή·
「これより勝り、より良きことはない。 夫と妻が、心を一つにして家を保つとき。
πόλλʼ ἄλγεα δυσμενέεσσι,
χάρματα δʼ εὐμενέτησι· μάλιστα δέ τʼ ἔκλυον αὐτοῦ.
それは敵には多くの苦痛を、味方には喜びをもたらし、本人たちこそがそれを最も深く実感するのだから。
"
καίτοι μὴ νομίζετε ἑτέρως μὲν ἂν μίαν οἰκίαν καλῶς οἰκῆσαι, ἑτέρως δʼ ἂν πόλιν τὴν πᾶσαν, ἀλλʼ εἰ μία τῶν καθʼ ἕνα ἐστὶν οἰκιῶν σωτηρία τὸ ταὐτὰ φρονεῖν, πολὺ μᾶλλον τὰς πόλεις οὕτω δεῖν ἔχειν, ὅσῳ μιᾶς μὲν οἰκίας διαστάσης εὐκόλως ἴασις εὑρίσκεται, πόλεως δὲ οὐδʼ εὑρεῖν ῥᾳδία γίγνεται·
」しかし、一軒の家を良く治める方法と、都市全体を良く治める方法とが異なると考えてはなりません。 もし個々の家々の唯一の救いが同じ考えを持つことであるなら、都市はなおさらそうあるべきです。 一軒の家が分裂した場合には容易に治療法が見つかりますが、都市の分裂の治療法は見出すことすら容易ではないからです。
καὶ μιᾶς μὲν οἰκίας εὖ τε καὶ χεῖρον §560πραττούσης μικρὸν ὄφελος τοῖς ἅπασι, κοινῇ δὲ εὐθενοῦντας καὶ τοῖς ἰδίοις οἴκοις ἄμεινον πράττειν εἰκός ἐστιν.
また、一軒の家が栄えようと衰えようと、全体にとってはわずかな影響しかありませんが、共同体が共に繁栄すれば、個々の家庭もより良く暮らせるようになるのが当然だからです。
εἰ τοίνυν καὶ τοῖς μέλλουσιν οἰκήσειν οἰκίαν ἤδη συνεύχεσθαι καιρὸν ἡγεῖτο ὁ σύμβουλος περὶ τῆς ὁμονοίας, ἦ που τούς γε ἐκ παλαιοῦ πόλιν οἰκοῦντας καὶ ταύτην οὕτως ἐπιφανῆ πάντα τἄλλα δεύτερα τούτου νομιστέον αὐτοῖς.
それゆえ、これから家を構えようとする者たちに対してすら、あの助言者が協調について祈るべき潮時だと考えたのであれば、古くから都市に住み、しかもこのように顕著な都市に住む人々にとっては、協調のほかのあらゆる事柄はこれに次ぐものと見なされるべきなのは言うまでもありません。
εἶεν.
よし。
τριχῆ γὰρ δὴ διαστησώμεθα, καὶ θεωρήσαντες μίαν οἰκίαν ἐκ πόλεως πρῶτον, εἶτα εἰς ἄνδρα ἕνα ἀναβῶμεν τῷ λόγῳ καὶ σκεψώμεθα ποῖός τις ᾧ τις οὐκ ἂν αἰσχύναιτο ὁμοιούμενος.
では、私たちは議論を3つに分けましょう。 まず都市の中から一軒の家を考察し、それから議論を1人の人間に引き上げて、どのような人物であれば、その人に似ることを恥じないでいられるかを検討してみましょう。
ἀλλʼ ἐνταῦθα καὶ μάλιστʼ ἂν κατίδοιμεν τὸ διαπεφευγὸς τῆς ὁμονοίας ἀγαθόν.
しかし、この点においてこそ、私たちが失ってしまった協調の善が最もよく理解できるでしょう。
τίς γὰρ οὕτως ἔξω τοῦ φρονεῖν ἢ τίς οὕτως ἄπειρος τῶν ἐν τῇ φύσει ὅστις ἂν τὸν εἰκῆ καὶ ῥᾳδίως μεταβαλλόμενον καὶ μηδέποτε ἐν ταὐτῷ μένοντα μηδὲ ἃ γνοίη φυλάττοντα τοῦ διὰ τέλους χρηστοῦ καὶ βεβαίου προέλοιτʼ ἂν εἰς χρῆσιν;
というのも、気まぐれに、また容易に態度を変え、決して同じ状態に留まらず、一度決意したことを守り通しもしない者を、終始一貫して誠実で信頼できる者よりも優先して付き合おうとするほど、良識を失い、人間の本性を知らない者がいるでしょうか。
οἷον τίς ἂν ἢ κηδεῦσαι τῷ τοιούτῳ πρὸ τοῦ ἑτέρου βούλοιτο, ἢ συμβαλεῖν, ἢ συσκηνῶσαι, ἤ τι τῶν πᾶσι κοινῶν, ὁπόσαι πράξεις κατʼ ἀνθρώπους μετασχεῖν, ὅστις μηδʼ αὐτὸς οἶδεν ὃ βούλεται, ἀλλʼ ὥσπερ Εὔριπος ἄνω καὶ κάτω φέρεται, πολεμῶν καὶ στασιάζων αὐτὸς ἑαυτῷ;
例えば、自分が何を望んでいるのか自分でも分からず、まるでエウリポス海峡のように行ったり来たりして、自分自身と闘い、内紛を起こしているような者と、他の者よりも優先して、婚姻関係を結びたい、あるいは取引をしたい、あるいは宿を共にしたい、あるいは人々の間で共有されるあらゆる活動に参加したいと、誰が思うでしょうか。
οὐκοῦν ὅ γʼ ἐναντίος τούτῳ νικᾷ πᾶσι τοῖς κριταῖς, ὅστις ἁπλοῦς, γενναῖος, ἀψευδὴς, ταὐτὰ γιγνώσκων περὶ τῶν αὐτῶν, ὁμονοῶν ὡς οἷόν τε μάλιστα αὐτὸς αὑτῷ.
したがって、これとは反対の人物、すなわち、純朴で、気高く、偽りがなく、同じ事柄について常に同じ考えを持ち、自分自身とできる限り最も調和している者こそが、あらゆる審判者において勝利を収めることになります。
πῶς οὖν οὐκ ἄτοπον δυοῖν ἀνδροῖν ὑποκειμένοιν, τοῦ μὲν κατὰ τὴν στασιάζουσαν πόλιν, τοῦ δὲ ὡς δεῖ τὴν ὁμονοοῦσαν ἔχειν, τὸν μὲν ὡς ἀνίατον κακίζοντας, τῷ δὲ ὡς ἀρίστῳ τιθεμένους μὴ διασώσασθαι τὸ εἰκὸς, ἀλλʼ ᾧ τις ἀπεύξαιτʼ ἂν μὴ συντυχεῖν, πῶς χρὴ τοῦτον εἰς τὰ κοινὰ φανῆναι μιμουμένους;
それならば、二人の人物が仮定されているとき、一方は内紛状態にある都市のようであり、他方は協調している都市があるべき姿のようであるとして、前者を不治の病のものとして非難し、後者を最善のものとして位置づけながら、その一貫性を保とうとせず、人が出会わないようにと祈るような者を、どのようにして共同の事柄において模倣して現れるべきだというのでしょうか。
καὶ μὴν οὐδὲν ὄνειδος τοῖς ἰδιώταις οὕτως προσήκει φεύγειν ὡς πόλει κοινῇ.
しかも、個人が避けるべきいかなる不名誉も、共同体としての都市ほど避けるべきものはありません。
ὅσῳ γὰρ μεῖζον τὸ σχῆμα καὶ ὅσῳ πλείους οἱ συνεισόμενοι, τοσούτῳ μᾶλλον καθαρεύειν ἁπάντων εἰκός ἐστι τῶν αἰσχρῶν.
というのも、その地位が大きく、それを共にする人々が多ければ多いほど、それだけあらゆる恥ずべき事柄から清らかであるべきなのが当然だからです。
χωρὶς δὲ τούτων οὐδὲ ὁ κίνδυνος παραπλήσιος.
これらのこととは別に、危険の度合いも同様ではありません。
ἰδιώτης μὲν γὰρ οὐχ ἑστὼς τὴν γνώμην οὐδὲν μᾶλλον αὐτόχειρ αὑτοῦ γίγνεται, ἀλλʼ ὅσον δοκεῖν εἶναι φαῦλος, τοσοῦτον ζημιοῦται·
個人の場合、たとえ決意が定まっていなくても、それによって自分自身を破滅させるわけではなく、ただ劣った人間だと思われる分だけ不利益を被るにすぎません。
πόλις δὲ διεστῶσα πρῶτον μὲν διπλῆν φέρεται τὴν ἄνοιαν,
しかし、分裂した都市は、第一に二重の愚行を被ることになり、