§405ἠπείχθημεν ὥστʼ ἀνθʼ ἡμεροδρόμων ἐγενόμεθα.
われわれは[マラトンへと]急いだため、飛脚(一日走者)の代わりを務めるほどになりました。
ἆρʼ οὖν καλὸν ἢ τοὺς συσσώσαντας ἡμῖν τοὺς ἀρχηγέτας αὐτοῖς παισὶ καὶ γυναιξὶ νῦν ὑφʼ ἡμῶν ἀπολέσθαι, ἢ τοὺς τὴν πόλιν ἐκλιπόντας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ὑφʼ ἡμῶν τῆς πόλεως στερηθῆναι, ἢ τοὺς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τοῖς τυράννοις ὑμᾶς πολεμοῦντας, καὶ ταῦτα πρὶν ἃς εἶπον αὐτοὺς ἀρετὰς ἐπιδείξασθαι, τούτους νῦν πανωλεθρίᾳ τοὺς αὐτοὺς τούτους διαφθεῖραι;
それゆえ、われわれとともに[ギリシアを]救ってくれたその指導者たちを、今われわれ(スパルタ人)の手によって彼らの子供や妻たちとともに滅ぼすことや、ギリシア人の自由のために都市を放棄した者たちからわれわれがその都市を奪うことや、彼らの自由のために僭主たちと戦ってくれた人々(しかも彼らが私の言ったあの美徳を示す前に)を、これら全く同じ人々を今や根絶やしにして滅ぼすことは、果たして正しいことでしょうか。
καὶ τοῖς μὲν τότε μηδίσασι γενέσθαι παρʼ ὑμῶν συγγνώμην, οὓς δεκατεύειν πρότερον ἐψηφίσασθε, καὶ τοὺς Ἀθηναίους οὐχ ἥκιστα εἶναι τοὺς ταῦτα συμπείθοντας, τοῖς δὲ μεθʼ ὑμῶν γενομένοις καὶ μεθʼ ὧν ἐν τοῖς κοινοῖς τῶν Ἑλλήνων ἱεροῖς τετάχθαι προσῆκε τὴν Ἑλλάδα ἐλευθεροῦντας, τούτοις ἐνταῦθα τελευτῆσαι τὴν τύχην;
また、かつてペルシアに与し、あなた方がかつて十分の一税を課す(滅ぼす)と議決した者たち(これらを説得してそうさせたのはアテナイ人に他なりませんでした)に対してはあなた方から寛恕が与えられたというのに、あなた方とともに立ち、ギリシアの共同の聖所において整列してギリシアを解放するのが当然であった者たちに対しては、この地においてその運命を終わらせる(滅亡させる)というのでしょうか。
καὶ τοὺς μὲν ἐκ τῶν βαρβάρων περὶ τῆς βώλου καὶ τοῦ ὕδατος ἐλθόντας, ὡς συλῶντας τὰ τῆς Ἀθηνᾶς, οὕτως ὑπʼ ἐκείνων ἀποθανεῖν, καὶ δύο ταύτας πόλεις μόνας κοσμῆσαι τὸ τῶν Ἑλλήνων γένος ὅσοις ἐψηφίσαντο, τήν τε ἡμετέραν καὶ τὴν ἐκείνων·
また、一握りの土と水を求めてやってきたバルバロイ(ペルシアの使者)を、アテナの神聖なものを奪う者として、彼ら(アテナイ人やスパルタ人など)によってそのように殺害し、ギリシア人の民族全体のうちで、この二つの都市(アテナイとスパルタ)だけが彼らの議決した者たちを装飾したというのに。
κατασκαπτομένης δὲ ἀκροπόλεως καὶ ἱερῶν καὶ τῆς πόλεως ἄρδην ἀπολλυμένης καὶ τῆς χώρας οὐκ οἶδʼ οἷστισιν ἀνθρώπων διδομένης, οὐδὲν τούτων ἄρα οἴεσθε οὔτε πρὸς τοὺς ἄλλους θεοὺς οὔτε πρὸς τὴν Ἀθηνᾶν εἶναι, ἣ κοινὴ μὲν ἀρχηγέτις ἀμφοῖν ταῖν πόλεοιν, τῆς δʼ ἐκείνων τὴν ἐπωνυμίαν ἔχει;
アクロポリスや神殿が破壊され、都市が根底から滅ぼされ、土地がどこの誰とも知れぬ人々に与えられるとき、これらのことが、両都市の共通の創設者(アケゲティス)であり彼らの都市の(あるいは彼らの都市の名前の)由来であるアテナ女神や、他の神々に対して、何の関わりもないとあなた方はお思いになるのですか。
μηδαμῶς, ὦ ἄνδρες Λακεδαιμόνιοι, μὴ τοὺς βαρβάρους μιμώμεθα, μηδʼ ἣν ἔρεισμα τῆς Ἑλλάδος πόλιν ᾔδομεν, ταύτην ἀνατρέψωμεν, μηδʼ ὑποσπάσωμεν, μηδʼ ἐκκόψωμεν τῆς Ἑλλάδος τοῖν ὀφθαλμοῖν τὸν ἕτερον, ἀλλʼ ἀναμνησθέντες ἐκείνης τῆς ἡμέρας ἐν ᾗ μὴ καταλιπεῖν τοὺς Ἕλληνας αὐτῶν δεομένοις ἡμῖν ὑπήκουσαν, παριδόντες μὲν τὰς τοῦ βασιλέως ἐπαγγελίας, καταφρονήσαντες δὲ κινδύνων καὶ φόβων, ἐν καιρῷ νῦν τὴν χάριν αὐτοῖς ἀπόδοτε, ἕν τι τῶν αἰσχίστων νομίσαντες, ἰδίᾳ μὲν εἴ τῳ μείζω τῶν ἐγκλημάτων εἴη τὰ τῆς ἀνδραγαθίας εἰδέναι συγγιγνώσκειν, πόλει δὲ τοσαύτῃ τὸ δίκαιον τοῦτο μὴ σωθῆναι.
決してそのようなことがあってはなりません、スパルタの皆さん。 バルバロイを模倣してはなりません。 われわれが「ギリシアの支え」と歌い讃えたあの都市を覆してはなりません。 それを引きずり落としたり、ギリシアの二つの目のうちの一方をえぐり取ったりしてはなりません。 むしろ、われわれがギリシア人を見捨てないよう懇願したときに彼ら(アテナイ人)が応じてくれたあの日のことを思い出し、王(ペルシア王)の約束を顧みず、危険や恐れを軽蔑したあの日のことを思い出して、いまこそ好機において彼らに恩を返しなさい。 個人においては、告訴よりも相手の武勇の方が大きいと知って許すこと、また国家においては、これほどの都市に対して、この正義(寛恕)が救われない(守られない)ことを、最も恥べきことの一つとみなして。
φέρε πρὸς Διὸς, οὐδὲν γὰρ ἀπώμοτον, εἰ πάλιν ἐξ ἀρχῆς ὁ βάρβαρος ἡμῖν ἐγχειρήσειε, §406πάντα δʼ ἂν γένοιτο ἐν τῷ μακρῷ χρόνῳ, καὶ τὴν Ἑλλάδα ἴσμεν ὡς κεκάκωται, τίνας εἰπέ μοι παραστησώμεθα;
さあ、ゼウスにかけて(何事も絶対に起こらないとは言い切れないのですから)、もしバルバロイが再び最初からわれらに襲いかかってきたなら、長い年月の間にはあらゆることが起こり得るし、われわれはギリシアがいかに損なわれたかを知っているのですから、言ってください、われわれは誰を味方に引き入れるべきでしょうか。
πρὸς τίνας προτέρους ἀποστείλωμεν;
誰を先頭に立たせるべきでしょうか。
τίσιν οἱ παρʼ ἡμῶν παρακλητικοὶ μᾶλλον καιρὸν ἕξουσιν;
われわれからの勧誘の使者は、誰に対してより好機を得るでしょうか。
ἂν ἐμοὶ πείθησθε, φείσεσθε μὲν καὶ τῶν Ἀθηναίων, φείσεσθε δὲ ὑμῶν αὐτῶν πρότερον καὶ τῆς ἁπάσης Ἑλλάδος·
もし私に従うなら、アテナイ人を容赦しなさい。 いや、まず自分自身を、そしてギリシア全体を容赦しなさい。
καὶ τοὺς ἀγανακτοῦντας εἰκότως ἂν παραιτήσαισθε, ὑπομιμνήσκοντες καὶ κατὰ πόλεις ὅτι ἡμεῖς οὐδένα κίνδυνον οὐδὲ ταλαιπωρίαν αὐτῶν ἕνεκα ὠκνήσαμεν καὶ ὅτι ὧν ἔχρῃζον ἔχουσι, Κορίνθιοι μὲν Ποτίδαιαν καὶ τὰς ἀποικίας, Αἰγινῆται δὲ τὴν αὑτῶν κομίσασθαι, Μεγαρεῖς δὲ ἀγοραῖς καὶ λιμέσι χρῆσθαι τοῖς Ἀθηναίων.
そして憤慨している者たち(同盟国)に対しては、個々の都市ごとに「われわれは彼らのためにいかなる危険も苦難も躊躇しなかったこと」、そして「彼らが求めていたものはすでに手に入れていること(コリントス人はポティダイアと植民地を、アイギナ人は自分たちの土地を取り戻し、メガラ人はアテナイの市場と港を利用できること)」を思い出させることで、当然ながら彼らを宥めることができるでしょう。
καὶ μὴν καὶ Θηβαίοις γʼ ἱκανὴ χάρις τὰ συγχωρηθέντʼ ἐν ἀρχῇ περὶ Πλαταιέας·
さらに、テバイ人に対しても、プラタイアをめぐって最初に合意されたことで十分な恩恵があります。
ταῦτα δὲ οὐκ εἰκὸς προσβιάζεσθαι αὐτοὺς, πολὺ μᾶλλον ὑμῖν εἶξαι, καὶ δοῦναι ταύτην εἰ μή ποτε Ἀθηναίοις, ἀλλʼ ὑμῖν τὴν χάριν μὴ σφῶν ἕνεκα ἐξαμαρτεῖν, μηδʼ ἀλιτηρίους τῆς τε θεοῦ καὶ τῶν Ἑλλήνων γενέσθαι.
彼らがこれらのことを(アテナイ人に対して)強要するのは当然ではなく、むしろあなた方に従い、アテナイ人にではなく、あなた方にこの恩恵を与えるべきです。 すなわち、彼ら(テバイ人)のせいで罪を犯さず、女神とギリシア人に対する大罪人(不信心者)とならないという恩恵を。
ἄγος γὰρ τοῦτο πολὺ μᾶλλον ὧν αὐτοί ποτε ἠλαύνετε.
というのも、これはあなた方がかつて追放していたもの(不浄)よりも、はるかに大きな罪(アゴス)だからです。
κεφάλαιον δʼ εἰπὼν ἀπαλλάξομαι.
最後に要点を言って去ることにします。
εἰ μὲν ὁμοίων ἂν καὶ αὐτοὶ τῶν Ἀθηναίων κρατησάντων ἐτύχετε πανταχῆ, καλὸν ὡς λέγω πρᾶξαι·
もしアテナイ人が勝利したとしても、あなた方自身が彼らからあらゆる点で同様の処遇を受けるはずであったなら、私の言う通りに(アテナイを滅ぼすように)行うのもよいでしょう。
εἰ δὲ μὴ, νικήσωμεν αὐτοὺς ἀμφοτέροις, καὶ τοῖς ὅπλοις καὶ τῇ φιλανθρωπίᾳ.
しかし、もしそうでないなら、われわれは彼らに両方において勝利しようではありませんか、兵器(武力)においても、人道(寛大さ)においても。