Humanitext Reader

阿里斯·台德斯 · 论与雅典人和谈 §405-406

抵御蛮族的必要性与斯巴达的人道宽大

第 4 段,共 4 段 · 希腊语

内容简介

演说者向斯巴达人阐述了毁灭雅典的荒谬性,强调了雅典在希波战争中为拯救希腊所做出的巨大历史贡献,并警告说此举会触怒雅典娜,并在未来蛮族入侵时使希腊失去坚实的盟友。他提出了抚平盟国不满的方案,并总结指出斯巴达应当在武力和人道两方面都超越雅典。

§405ἠπείχθημεν ὥστʼ ἀνθʼ ἡμεροδρόμων ἐγενόμεθα.
我们[朝向马拉松]如此急行,以至于几乎充当了一日信使的角色。
ἆρʼ οὖν καλὸν ἢ τοὺς συσσώσαντας ἡμῖν τοὺς ἀρχηγέτας αὐτοῖς παισὶ καὶ γυναιξὶ νῦν ὑφʼ ἡμῶν ἀπολέσθαι, ἢ τοὺς τὴν πόλιν ἐκλιπόντας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ὑφʼ ἡμῶν τῆς πόλεως στερηθῆναι, ἢ τοὺς ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τοῖς τυράννοις ὑμᾶς πολεμοῦντας, καὶ ταῦτα πρὶν ἃς εἶπον αὐτοὺς ἀρετὰς ἐπιδείξασθαι, τούτους νῦν πανωλεθρίᾳ τοὺς αὐτοὺς τούτους διαφθεῖραι;
那么,将那些曾与我们一同拯救[希腊]的领袖们,连同他们的妻子儿女,如今由我们亲手毁灭,这难道是正确的吗? 或者,将那些为了希腊人的自由而放弃城市的人们(雅典人),由我们剥夺其城市,这难道是正确的吗? 或者,将那些为了他们的自由而与僭主作战的人们(甚至是在他们展现出我所说的那些美德之前),将这完全相同的人们如今彻底毁灭,这难道是正确的吗?
καὶ τοῖς μὲν τότε μηδίσασι γενέσθαι παρʼ ὑμῶν συγγνώμην, οὓς δεκατεύειν πρότερον ἐψηφίσασθε, καὶ τοὺς Ἀθηναίους οὐχ ἥκιστα εἶναι τοὺς ταῦτα συμπείθοντας, τοῖς δὲ μεθʼ ὑμῶν γενομένοις καὶ μεθʼ ὧν ἐν τοῖς κοινοῖς τῶν Ἑλλήνων ἱεροῖς τετάχθαι προσῆκε τὴν Ἑλλάδα ἐλευθεροῦντας, τούτοις ἐνταῦθα τελευτῆσαι τὴν τύχην;
而且,对于那些当时倒向波斯、你们此前曾投票决定课以什一税的人们(而雅典人正是说服你们宽恕他们的主要力量),他们得到了你们的宽恕;然而,对于那些与你们站在一起、本应当在希腊人的共同圣所中整队解放希腊的人们,难道要在此时此地结束他们的命运吗?
καὶ τοὺς μὲν ἐκ τῶν βαρβάρων περὶ τῆς βώλου καὶ τοῦ ὕδατος ἐλθόντας, ὡς συλῶντας τὰ τῆς Ἀθηνᾶς, οὕτως ὑπʼ ἐκείνων ἀποθανεῖν, καὶ δύο ταύτας πόλεις μόνας κοσμῆσαι τὸ τῶν Ἑλλήνων γένος ὅσοις ἐψηφίσαντο, τήν τε ἡμετέραν καὶ τὴν ἐκείνων·
此外,那些来自蛮族、为了泥土和水而来的使者,被他们(雅典人)视为掠夺雅典娜圣物之人而如此处死,而在这两个城市中,唯有这两个城市以其所表决的荣耀装饰了希腊民族——当如今阿克罗波利斯和神殿被夷为平地、城市被彻底毁灭、土地被赐予不知何许人时,你们难道认为这一切与雅典娜或其他的神明毫无关系吗?
κατασκαπτομένης δὲ ἀκροπόλεως καὶ ἱερῶν καὶ τῆς πόλεως ἄρδην ἀπολλυμένης καὶ τῆς χώρας οὐκ οἶδʼ οἷστισιν ἀνθρώπων διδομένης, οὐδὲν τούτων ἄρα οἴεσθε οὔτε πρὸς τοὺς ἄλλους θεοὺς οὔτε πρὸς τὴν Ἀθηνᾶν εἶναι, ἣ κοινὴ μὲν ἀρχηγέτις ἀμφοῖν ταῖν πόλεοιν, τῆς δʼ ἐκείνων τὴν ἐπωνυμίαν ἔχει;
雅典娜毕竟是两座城市共同的奠基者,并拥有那座城市(雅典)的名字。
μηδαμῶς, ὦ ἄνδρες Λακεδαιμόνιοι, μὴ τοὺς βαρβάρους μιμώμεθα, μηδʼ ἣν ἔρεισμα τῆς Ἑλλάδος πόλιν ᾔδομεν, ταύτην ἀνατρέψωμεν, μηδʼ ὑποσπάσωμεν, μηδʼ ἐκκόψωμεν τῆς Ἑλλάδος τοῖν ὀφθαλμοῖν τὸν ἕτερον, ἀλλʼ ἀναμνησθέντες ἐκείνης τῆς ἡμέρας ἐν ᾗ μὴ καταλιπεῖν τοὺς Ἕλληνας αὐτῶν δεομένοις ἡμῖν ὑπήκουσαν, παριδόντες μὲν τὰς τοῦ βασιλέως ἐπαγγελίας, καταφρονήσαντες δὲ κινδύνων καὶ φόβων, ἐν καιρῷ νῦν τὴν χάριν αὐτοῖς ἀπόδοτε, ἕν τι τῶν αἰσχίστων νομίσαντες, ἰδίᾳ μὲν εἴ τῳ μείζω τῶν ἐγκλημάτων εἴη τὰ τῆς ἀνδραγαθίας εἰδέναι συγγιγνώσκειν, πόλει δὲ τοσαύτῃ τὸ δίκαιον τοῦτο μὴ σωθῆναι.
千万不要这样,斯巴达人,我们不要模仿蛮族,也不要倾覆我们曾歌颂为“希腊支柱”的城市,不要将其拉倒,也不要从希腊的双眼中剜去其中的一只。 相反,让我们回忆起那一天:在我们请求他们不要抛弃希腊人时,他们听从了我们,无视了波斯国王的许诺,蔑视了危险与恐惧。 现在,请在及时的时刻向他们报恩,并将以下两点视为最可耻的事:在个人层面上,明知对方的英勇大于对他的指控却不予宽恕;在国家层面上,对如此伟大的城市,不维护这一正义。
φέρε πρὸς Διὸς, οὐδὲν γὰρ ἀπώμοτον, εἰ πάλιν ἐξ ἀρχῆς ὁ βάρβαρος ἡμῖν ἐγχειρήσειε, §406πάντα δʼ ἂν γένοιτο ἐν τῷ μακρῷ χρόνῳ, καὶ τὴν Ἑλλάδα ἴσμεν ὡς κεκάκωται, τίνας εἰπέ μοι παραστησώμεθα;
请看,奉宙斯之名(因为没有任何事情是绝对不可能发生的),如果蛮族再次从头开始袭击我们,在漫长的岁月中一切皆有可能发生,而且我们知道希腊已经受到了怎样的损害,请告诉我,我们将把谁争取到身边?
πρὸς τίνας προτέρους ἀποστείλωμεν;
我们将先派遣使者去求助谁?
τίσιν οἱ παρʼ ἡμῶν παρακλητικοὶ μᾶλλον καιρὸν ἕξουσιν;
我们派出的动员使者在谁那里更能获得及时的回应?
ἂν ἐμοὶ πείθησθε, φείσεσθε μὲν καὶ τῶν Ἀθηναίων, φείσεσθε δὲ ὑμῶν αὐτῶν πρότερον καὶ τῆς ἁπάσης Ἑλλάδος·
如果你们听从我,你们不仅会宽容雅典人,更会先宽容你们自己以及整个希腊。
καὶ τοὺς ἀγανακτοῦντας εἰκότως ἂν παραιτήσαισθε, ὑπομιμνήσκοντες καὶ κατὰ πόλεις ὅτι ἡμεῖς οὐδένα κίνδυνον οὐδὲ ταλαιπωρίαν αὐτῶν ἕνεκα ὠκνήσαμεν καὶ ὅτι ὧν ἔχρῃζον ἔχουσι, Κορίνθιοι μὲν Ποτίδαιαν καὶ τὰς ἀποικίας, Αἰγινῆται δὲ τὴν αὑτῶν κομίσασθαι, Μεγαρεῖς δὲ ἀγοραῖς καὶ λιμέσι χρῆσθαι τοῖς Ἀθηναίων.
而对于那些感到愤慨的人(盟国),你们理应可以劝慰他们,并向各个城市提醒:我们为了他们的缘故从未退缩于任何危险和艰辛,并且他们已经得到了他们所渴望的东西——科林斯人得到了波提代亚和殖民地,埃吉纳人收回了他们自己的土地,麦加拉人得以使用雅典人的市场和港口。
καὶ μὴν καὶ Θηβαίοις γʼ ἱκανὴ χάρις τὰ συγχωρηθέντʼ ἐν ἀρχῇ περὶ Πλαταιέας·
再者,对于底比斯人来说,起初关于普拉提亚所达成的协议已经给予了他们足够的恩惠。
ταῦτα δὲ οὐκ εἰκὸς προσβιάζεσθαι αὐτοὺς, πολὺ μᾶλλον ὑμῖν εἶξαι, καὶ δοῦναι ταύτην εἰ μή ποτε Ἀθηναίοις, ἀλλʼ ὑμῖν τὴν χάριν μὴ σφῶν ἕνεκα ἐξαμαρτεῖν, μηδʼ ἀλιτηρίους τῆς τε θεοῦ καὶ τῶν Ἑλλήνων γενέσθαι.
他们不应当强求这些,而更应当向你们屈服,并将这一恩惠——即使不是给雅典人,也是给你们的——赐予你们:即不要为了他们自己的缘故而犯下罪行,也不要成为女神和希腊人的罪人。
ἄγος γὰρ τοῦτο πολὺ μᾶλλον ὧν αὐτοί ποτε ἠλαύνετε.
因为这比起你们曾经驱逐的那些不洁,是深重得多的罪孽。
κεφάλαιον δʼ εἰπὼν ἀπαλλάξομαι. εἰ μὲν ὁμοίων ἂν καὶ αὐτοὶ τῶν Ἀθηναίων κρατησάντων ἐτύχετε πανταχῆ, καλὸν ὡς λέγω πρᾶξαι· εἰ δὲ μὴ, νικήσωμεν αὐτοὺς ἀμφοτέροις, καὶ τοῖς ὅπλοις καὶ τῇ φιλανθρωπίᾳ.
最后,我说完要点就离去:如果雅典人获胜时,你们自己也会在各地遭受同样(悲惨)的待遇,那么照我说的(毁灭他们)去做也是好的;但如果不是这样,就让我们在两方面都战胜他们——既在兵器上,也在人道(宽大)上。

词汇与语法注释

  1. 405ἠπείχθημεν ὥστʼ ἀνθʼ ἡμεροδρόμων ἐγενόμεθα — 连接词 `ὥστε` 后接直陈式过去时(`ἐγενόμεθα`),表示过去发生的“实际结果”,而非单纯的意图或可能性。这强调了雅典军队从马拉松战役中急行军返回的这一历史事实。
  2. 405νομίσαντες, ἰδίᾳ μὲν ... πόλει δὲ ... μὴ σωθῆναι — 分词 `νομίσαντες` 以 `ἕν τι τῶν αἰσχίστων`(最可耻的事情之一)为宾语,不定式短语 `μὴ σωθῆναι` 与之同格。在 `ἰδίᾳ μὲν... πόλει δέ...` 的对比结构中,个人宽恕的行为(`συγγιγνώσκειν`)与在国家层面这一正义未能得到维护(`μὴ σωθῆναι`)形成了对照。
  3. 406εἰ ... ἐγχειρήσειε ... τίνας ... παραστησώμεθα; — 条件从句使用祈愿式(`εἰ ... ἐγχειρήσειε`)表示未来的可能性,主句则采用疑虑虚拟式(`παραστησώμεθα`, `ἀποστείλωμεν`)进行迫切的自问。这种混合条件句生动地表现了面对未来潜在危机时的深思与质问。
  4. 406εἰ μὲν ὁμοίων ἂν ... ἐτύχετε — 条件从句 `εἰ` 中包含小词 `ἄν` 和直陈式过去时(`ἐτύχετε`),并伴有独立属格(`τῶν Ἀθηναίων κρατησάντων`),表示与过去事实相反的虚拟条件。这展示了一个非现实的假设:“如果雅典人当年获胜,你们自身本也会遭受同样的待遇(但事实并非如此)”。

引用这一段

阿里斯·台德斯, 论与雅典人和谈 §405-406. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg032.humanitext-grc2:405-406

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。