§403ἀρχῆς μηδὲν αὐτῶν συμβῆναι.
むしろ最初からそれらが全く起こらないことが望ましいのです。
τίς γὰρ τῶν Ἑλλήνων λειφθήσεται, εἰ διὰ τοὺς προτέρους ἀπολωλότας οἱ μετʼ ἐκείνους ἀεὶ ταυτὸν τοῦτο πείσονται;
というのも、もし以前に滅ぼされた者たちのゆえに、その後に続く者たちが常にこれと同じ目に遭うのだとしたら、ギリシア人の誰が残されるでしょうか。
ὁρᾶτε δὲ κἀν τοῖς στεφανίταις ἀγῶσι τοὺς ἔξω τῶν νομίμων τρόπων μαχομένους ὅτι οὔτʼ αὐτοὺς ἐπαινοῦμεν οὔτʼ, ἄν τις ἐπαιτιάσηται, τοῖς αὐτοῖς τούτοις ἐῶμεν χρῆσθαι, ἀλλʼ ἐμμένοντας τοῖς κειμένοις οὕτως ἂν δύνωνται κρατεῖν.
また、花冠を賞とする競技会においても、規則から外れた方法で戦う者たちについて、われわれが彼らを称賛もしないし、もし誰かが告発したなら、彼らが同じこの手段を用いることを許しもせず、むしろ規定に従い留まった上で、そのようにして勝利を収めることができるようにさせているのを、あなた方は見ているはずです。
καὶ μὴν ὅτι γʼ οἱ πρὸς ἀλλήλους τῶν Ἑλλήνων ἀγῶνες οὐ πόρρω τούτων εἰσὶν ὧν εἶπον, ἀλλʼ εἰκότως ἂν περὶ νίκης μόνης γίγνοιντο, ἡ δὲ ἀναίρεσις τοῖς φύσει πολεμίοις ἂν ὀφείλοιτο, τοῖς βαρβάροις, ὅστις ἑλληνίζειν οἶδεν οὐ μόνον τοῖς ῥήμασιν, ἀλλὰ καὶ τῇ γνώμῃ, συμφήσειεν ἄν.
さらに、ギリシア人同士の争いは、私が今言ったことから遠く離れてはおらず、当然ながらただ勝利のみをめぐって行われるべきであり、他方で根絶は本性上の敵、すなわちバルバロイに対してなされるべきであるということは、言葉においてだけでなく精神においてもギリシア人らしくあることを知っている者なら誰でも同意することでしょう。
οἶμαι δʼ, εἰ καὶ πάντων ἐχθίστους καὶ πολεμιωτάτους κρίνομεν τοὺς ἄνδρας, οὐχ οὕτω μικρά γε ἡμῖν εἶναι τὰ πεπραγμένα ὥστε προσδεῖσθαι δίκης ἔτι λοιπῆς, εἰ περὶ Λακεδαιμονίων καὶ πρὸς Λακεδαιμονίους δεῖ λέγειν.
私は、たとえわれわれが彼らをすべての者のうちで最も憎むべき最大の敵であると判定するとしても、もしラケダイモン人について、またラケダイモン人に向けて語る必要があるならば、われわれが成し遂げたことは、さらに残された処罰を付け加える必要があるほど些細なものではないと考えます。
ἐγὼ γὰρ ἕως μὲν ἑώρων τριήρεις πλείους ἢ τριακοσίας ἐν τῷ Πειραιεῖ καὶ χρήματα φοιτῶντα ἑκάστου τοῦ ἔτους τόσα καὶ τόσα καὶ τὴν πλεονεξίαν αὐτῶν μέχρι τῆς Μαιώτιδος λίμνης διήκουσαν, καὶ τὰ μὲν τῇ δυνάμει, τὰ δὲ ταῖς γνώμαις δεδουλωμένους, καὶ τὴν τοῦ Ποσειδῶνος ἀρχὴν ἑαυτῶν νομίζοντας καὶ Πελοπόννησον περιπλέοντας, καὶ τὰ ἐν Σικελίᾳ καὶ Καρχηδόνι καὶ πανταχοῦ περιβλέποντας καὶ οὐδαμοῦ στῆναι δυναμένους, ἀλλὰ πάντα ἑαυτῶν ποιουμένους, ἀμφοτέρων τούτων ᾤμην καιρὸν εἶναι, καὶ μίσους καὶ φόβου, καὶ δεῖν σωφρονίσαι τὴν αὐθάδειαν αὐτῶν καὶ τὰ πράγματα εἰς τὸ ἀρχαῖον καταστῆσαι.
というのも私は、ペイライエウスに三百隻以上の三段櫂船があり、毎年これこれの額の貢納金が入り、彼らの貪欲さがマイオティス湖にまで達しており、ある者たちは武力によって、ある者たちは意向によって従属させられ、ポセイドンの支配権を自分たちのものと考え、ペロポネソスを周航し、シケリアやカルタゴやあらゆる場所を見回してどこにもとどまることができず、すべてを自分たちのものにしようとしているのを見ていた間は、憎しみと恐れの双方の好機であると考え、彼らの傲慢さを懲らしめ、事態を昔の状態に戻す必要があると考えていたからです。
ἀλλὰ νῦν τίς ἢ δέους ἢ φθόνου καιρός;
しかし今、恐れや妬みの何の好機があるでしょうか。
ἢ πρὸς τί βλέποντες φιλονεικήσομεν;
あるいは、何をめがけてわれわれは張り合おうというのでしょうか。
οὐ πλείους μὲν ἢ τόσας μυριάδας σωμάτων ἐν Σικελίᾳ διεφθείραμεν αὐτῶν, πάντας καταχρησάμενοι τρόπους, ἐλίπομεν δὲ οὐχ ἵππον, οὐ βέλος, οὐ ναῦν, οὐκ εἶδος συμφορᾶς οὐδέν;
われわれはシケリアにおいて、あらゆる方法を尽くして、彼らのこれこれの数万の命を滅ぼしたのではなかったでしょうか。 アンド馬一頭、矢一本、船一隻、いかなる種類の災厄も残さなかったのではなかったでしょうか。
αὗται δʼ ἕτεραι διακόσιαι τριήρεις ἔχονται, τρισχίλιοι δὲ οὑτοιὶ τὸν τῶν ἱεροσύλων ἀπολώλασι τρόπον, οἱ δὲ λοιποὶ καθʼ ἑκάστην ἡμέραν πίπτουσι τῷ λοιμῷ·
さらに、こちらに別の二百隻の三段櫂船が捕らえられており、ここにいる三千人が神殿荒らしのような方法で滅ぼされ、生き残った者たちは毎日疫病で死んでいっています。
πάντες δʼ ὥσπερ ἐν δικτύῳ §404συγκέκλεινται·
彼らは皆、網の中に閉じ込められています。
τὰ δὲ πολλὰ καὶ λαμπρὰ ἐκεῖνα ὄναρ δὴ διαπτάμενα αὐτοῖς οἴχεται.
そして彼らのあの多くの輝かしい栄光は、夢のように飛び去って失われてしまいました。
εἶτα τούτοις ἡμεῖς ὀργιζώμεθα;
それなのに、われわれは彼らに対して怒るべきでしょうか。
μηδαμῶς.
決してそうであってはなりません。
ἀνδρῶν γάρ ἐστι καθʼ ὑμᾶς τὴν φύσιν τοὺς μὲν ἀνθεστηκότας κατείργειν τοῖς ὅπλοις, τοὺς δʼ ὑποπεσόντας ἠπίως μεταχειρίζεσθαι, καὶ τοῦ νικῆσαι μαχομένους οὐκ ἐλάττω φιλοτιμίαν ἔχειν ἡγεῖσθαι τὸ καλῶς χρῆσθαι τοῖς ὑπάρχουσιν, ἄλλως τε καὶ εἰ φαυλότατοι πάντων ἐν τῷ νυνὶ χρόνῳ περὶ τοὺς Ἕλληνας γεγόνασιν, ἦν ὅτε οὐδένες τούτων βελτίους μετά γʼ ἡμᾶς.
というのも、抵抗する者たちを兵器で制圧し、ひざまずいた者たちを寛大に扱うこと、また、戦って勝利することに劣らず、手元にある状況を立派に処理することを名誉あることとみなすのが、あなた方の本性にかなう男たちの務めだからです。
ἀλλʼ ἂν ἐξετάζητε ὀρθῶς, οὐδαμοῦ τὰ νῦν ἐγκλήματα πρὸς τὰς τότε αὐτῶν ἀνδραγαθίας ὄντα φανήσεται καὶ μεγέθει λέγω καὶ πλήθει.
とりわけ、たとえ彼らが現時点においてギリシア人の中で最も卑小な者となってしまったとしても、かつては彼ら以上に優れた者は、われわれを除いては誰もいなかった時代があったのですから。
νυνὶ μέν γε Σκιώνην καὶ Μῆλον καὶ Τορώνην καὶ δύο καὶ τρεῖς ἑτέρας πόλεις ἀοίκους ἐποίησαν, τότε δὲ ἁπάσας τὰς πόλεις συνδιέσωσαν τῇ Ἑλλάδι, ἰδίᾳ μὲν πρὸς Δᾶτιν, κοινῇ δὲ μεθʼ ἡμῶν πρὸς Ξέρξην καὶ τοὺς ὑπάρχους ἀγωνισάμενοι.
しかし、もしあなた方が正しく吟味するなら、現在の告発は、かつての彼らの功績に比して、規模においても数においても、到底及ばないものであることが明らかになるでしょう。
καὶ νῦν μέν γε Αἰγινήτας ἐξῴκισαν, τότε δʼ ἐξέλιπον τὴν ἑαυτῶν ὑπὲρ τοῦ μηδὲν ἀνήκεστον τοῖς Ἕλλησι συμβῆναι, καὶ παρὸν αὐτοῖς ἀποπλεύσασιν οἴχεσθαι, ἢ καὶ τῷ βασιλεῖ προσθέσθαι καθʼ ἡμῶν, οὐκ ἐτόλμησαν.
確かに、現在彼らはスキオネやメロス、トロネ、そして他に二、三の都市を無人にしましたが、かつてはギリシアのためにすべての都市をともに救い、単独ではダティスと戦い、共同ではわれわれとともにクセルクセスやその部下たちと戦ったのです。 また、現在彼らはアイギナ人を追放しましたが、かつてはギリシア人に取り返しのつかない災厄が及ばないように、自分たちの土地を放棄しました。 そして、船で立ち去ることも、あるいは王に味方してわれわれに敵対することもできたのに、彼らはあえてそうしようとはしませんでした。
ἆρʼ ἐστὶν ἃ τοὺς ἄνδρας ἐξαιτεῖται παρʼ ὑμῶν;
これらは、彼らのためにあなた方に寛恕を求める理由にならないでしょうか。
καὶ σιωπῶ σίτου μετάδοσιν τὸ ἀρχαῖον καὶ μυστηρίων ἔτι νῦν ἐφʼ ἑκάστῳ τῷ ἔτει γιγνομένων καὶ τῶν καταφευγόντων ὑποδοχὰς καὶ μυρίας ἑτέρας φιλανθρωπίας.
そして私は、昔の食糧の分け与えや、今なお毎年行われている神秘儀礼、亡命者たちの受け入れ、その他無数の人道的な善行については言及しません。
καὶ πρὸς μὲν τὸ κοινὸν τοιοῦτοι τῆς Ἑλλάδος οἱ νῦν ἐπίφθονοι καὶ βαρεῖς, πρὸς δʼ ὑμᾶς ἰδίᾳ τίνες;
そして、ギリシアの全体に対して、今や嫉妬され疎まれている彼らはこのような存在ですが、あなた方個別に対してはどのような存在でしょうか。
ὡς μὲν Ἡρακλείδας ἐδέξαντο ταύτῃ τῇ πόλει καὶ ὡς Ἡρακλέα καὶ Διοσκούρους πρώτους ξένων ἐμύησαν ἐῶ λέγειν·
彼らがヘラクレスの子孫をこの都市に受け入れたことや、ヘラクレスとディオスクロイを異邦人として最初に神秘儀礼に入信させたことについては、語るのをやめておきましょう。
καίτοι κἂν εἰ χωρὶς εὐεργεσίας πρὸς τῶν θεῶν τούτων ὑμᾶς ἱκέτευον λόγον εἶχεν αἰσχυνθῆναι.
もっとも、たとえ恩恵がなかったとしても、彼らがこれらの神々にかけてあなた方に懇願したとしたら、それだけでもはばかる理由はあったのですが。
ἀλλʼ ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ δεηθέντων ἡμῶν τίνες ἦσαν οἱ τὸν Τυρταῖον πέμψαντες;
しかし、メッセニア人との戦争において、われわれが要請したときに、ティルタイオスを送り届けてくれたのは誰だったでしょうか。
ἢ τίνες οἱ Κίμωνα ὑπὸ τὸν σεισμὸν τετρακισχιλίους ὁπλίτας ἄγοντα;
あるいは、地震の際に、キモンが四千人の重装歩兵を率いて来るようにしてくれたのは誰だったでしょうか。
ἆρʼ οὖν τὰ μὲν ἐκείνων τοιαῦτα εἰς ὑμᾶς, τὰ δʼ ἡμέτερα ἐλάττω πρὸς ἐκείνους, οἳ Δωριέων μέν ποτʼ ἐπʼ αὐτοὺς στρατευόντων μόνοι πάντων οὐκ ἠξιώσαμεν, τυραννουμένοις δὲ μόνοι τῶν πάντων ἐβοηθήσαμεν;
では、彼らのわれわれに対する行いはこのようであったのに、彼らに対するわれわれの行いはそれより劣るものでしょうか。 かつてドリス人が彼らに対して遠征したとき、われわれだけがすべての者の中でそれをよしとせず、また彼らが僭主に支配されていたときには、すべての者の中でわれわれだけが援助したのではないでしょうか。
εἰς Μαραθῶνα δʼ οὕτως
またマラトンへは、このように...