§403ἀρχῆς μηδὲν αὐτῶν συμβῆναι.
……相反,最好从一开始就不要发生这些事情。
τίς γὰρ τῶν Ἑλλήνων λειφθήσεται, εἰ διὰ τοὺς προτέρους ἀπολωλότας οἱ μετʼ ἐκείνους ἀεὶ ταυτὸν τοῦτο πείσονται;
因为,如果因为先前被毁灭的人,其后的人也要总是遭受这同样的事,那么希腊人中还会剩下谁呢?
ὁρᾶτε δὲ κἀν τοῖς στεφανίταις ἀγῶσι τοὺς ἔξω τῶν νομίμων τρόπων μαχομένους ὅτι οὔτʼ αὐτοὺς ἐπαινοῦμεν οὔτʼ, ἄν τις ἐπαιτιάσηται, τοῖς αὐτοῖς τούτοις ἐῶμεν χρῆσθαι, ἀλλʼ ἐμμένοντας τοῖς κειμένοις οὕτως ἂν δύνωνται κρατεῖν.
而且,你们在冠冕竞技会中也看到,对于那些在法律规定之外进行比赛的人,我们既不赞扬他们,如果有人提出指控,我们也不允许他们使用这些同样的手段,而是让他们遵守既定的规则,如果他们能够以此获胜的话。
καὶ μὴν ὅτι γʼ οἱ πρὸς ἀλλήλους τῶν Ἑλλήνων ἀγῶνες οὐ πόρρω τούτων εἰσὶν ὧν εἶπον, ἀλλʼ εἰκότως ἂν περὶ νίκης μόνης γίγνοιντο, ἡ δὲ ἀναίρεσις τοῖς φύσει πολεμίοις ἂν ὀφείλοιτο, τοῖς βαρβάροις, ὅστις ἑλληνίζειν οἶδεν οὐ μόνον τοῖς ῥήμασιν, ἀλλὰ καὶ τῇ γνώμῃ, συμφήσειεν ἄν.
事实上,希腊人彼此之间的争斗与我所说的这些并无不同,而理应只为了胜利而进行,至于灭绝,则应当留给天生的敌人,即蛮族,任何不仅在言语上、而且在思想上懂得如何做希腊人的人,都会对此表示赞同。
οἶμαι δʼ, εἰ καὶ πάντων ἐχθίστους καὶ πολεμιωτάτους κρίνομεν τοὺς ἄνδρας, οὐχ οὕτω μικρά γε ἡμῖν εἶναι τὰ πεπραγμένα ὥστε προσδεῖσθαι δίκης ἔτι λοιπῆς, εἰ περὶ Λακεδαιμονίων καὶ πρὸς Λακεδαιμονίους δεῖ λέγειν.
我认为,即使我们判定这些人是所有人中最可恨、最敌对的,如果必须谈论拉刻代蒙人并向拉刻代蒙人说话,我们所成就的事业对我们来说也绝非如此渺小,以至于还需要追加剩余的惩罚。
ἐγὼ γὰρ ἕως μὲν ἑώρων τριήρεις πλείους ἢ τριακοσίας ἐν τῷ Πειραιεῖ καὶ χρήματα φοιτῶντα ἑκάστου τοῦ ἔτους τόσα καὶ τόσα καὶ τὴν πλεονεξίαν αὐτῶν μέχρι τῆς Μαιώτιδος λίμνης διήκουσαν, καὶ τὰ μὲν τῇ δυνάμει, τὰ δὲ ταῖς γνώμαις δεδουλωμένους, καὶ τὴν τοῦ Ποσειδῶνος ἀρχὴν ἑαυτῶν νομίζοντας καὶ Πελοπόννησον περιπλέοντας, καὶ τὰ ἐν Σικελίᾳ καὶ Καρχηδόνι καὶ πανταχοῦ περιβλέποντας καὶ οὐδαμοῦ στῆναι δυναμένους, ἀλλὰ πάντα ἑαυτῶν ποιουμένους, ἀμφοτέρων τούτων ᾤμην καιρὸν εἶναι, καὶ μίσους καὶ φόβου, καὶ δεῖν σωφρονίσαι τὴν αὐθάδειαν αὐτῶν καὶ τὰ πράγματα εἰς τὸ ἀρχαῖον καταστῆσαι.
因为,当我看到裴赖乌斯有三百多艘三段桨船,每年有源源不断这般那般的贡金,他们的贪欲一直延伸到麦otis湖,有些人被武力征服,有些人被意志降服,并认为波塞冬的统治权属于他们自己,环航佩洛蓬尼苏斯,窥伺西西里、迦太基及各地,无法在任何地方停下,而是将一切据为己有——在看到这些的时候,我认为这是憎恨和恐惧这双重情感的契机,应当惩治他们的傲慢,将事态恢复到古时的状态。
ἀλλὰ νῦν τίς ἢ δέους ἢ φθόνου καιρός;
但现在,哪里还有恐惧或嫉妒的契机?
ἢ πρὸς τί βλέποντες φιλονεικήσομεν;
或者我们盯着什么去竞争呢?
οὐ πλείους μὲν ἢ τόσας μυριάδας σωμάτων ἐν Σικελίᾳ διεφθείραμεν αὐτῶν, πάντας καταχρησάμενοι τρόπους, ἐλίπομεν δὲ οὐχ ἵππον, οὐ βέλος, οὐ ναῦν, οὐκ εἶδος συμφορᾶς οὐδέν;
我们不是在西西里用尽各种手段毁灭了他们这般那般的数万生灵,没有留下战马、弓矢、船只,也没有留下任何一种灾难吗?
αὗται δʼ ἕτεραι διακόσιαι τριήρεις ἔχονται, τρισχίλιοι δὲ οὑτοιὶ τὸν τῶν ἱεροσύλων ἀπολώλασι τρόπον, οἱ δὲ λοιποὶ καθʼ ἑκάστην ἡμέραν πίπτουσι τῷ λοιμῷ· πάντες δʼ ὥσπερ ἐν δικτύῳ §404συγκέκλεινται· τὰ δὲ πολλὰ καὶ λαμπρὰ ἐκεῖνα ὄναρ δὴ διαπτάμενα αὐτοῖς οἴχεται.
而这里又扣留了另外两百艘三段桨船,这三千人以神殿盗贼的方式灭亡,其余的人每天都因瘟疫而倒下;所有人就像在网中一样被关在一起;而他们的那些许多辉煌的东西,就像梦一样飞走,不复存在了。
εἶτα τούτοις ἡμεῖς ὀργιζώμεθα;
那么,我们还要对这些人发怒吗?
μηδαμῶς.
决不。
ἀνδρῶν γάρ ἐστι καθʼ ὑμᾶς τὴν φύσιν τοὺς μὲν ἀνθεστηκότας κατείργειν τοῖς ὅπλοις, τοὺς δʼ ὑποπεσόντας ἠπίως μεταχειρίζεσθαι, καὶ τοῦ νικῆσαι μαχομένους οὐκ ἐλάττω φιλοτιμίαν ἔχειν ἡγεῖσθαι τὸ καλῶς χρῆσθαι τοῖς ὑπάρχουσιν, ἄλλως τε καὶ εἰ φαυλότατοι πάντων ἐν τῷ νυνὶ χρόνῳ περὶ τοὺς Ἕλληνας γεγόνασιν, ἦν ὅτε οὐδένες τούτων βελτίους μετά γʼ ἡμᾶς.
因为,按照你们的本性,男子的本分是用武器制伏抵抗者,而温和地对待屈服者,并且认为善用现有局面是丝毫不亚于在战斗中获胜的荣耀,尤其是,即使他们在当前这个时期已经成为希腊人中最卑微的人,也曾有一个时期,除了我们之外,他们中没有任何人比他们更好。
ἀλλʼ ἂν ἐξετάζητε ὀρθῶς, οὐδαμοῦ τὰ νῦν ἐγκλήματα πρὸς τὰς τότε αὐτῶν ἀνδραγαθίας ὄντα φανήσεται καὶ μεγέθει λέγω καὶ πλήθει.
但是,如果你们正确地审视,现在的指控与他们那时的英勇相比,无论是在规模上还是在数量上,都显得微不足道。
νυνὶ μέν γε Σκιώνην καὶ Μῆλον καὶ Τορώνην καὶ δύο καὶ τρεῖς ἑτέρας πόλεις ἀοίκους ἐποίησαν, τότε δὲ ἁπάσας τὰς πόλεις συνδιέσωσαν τῇ Ἑλλάδι, ἰδίᾳ μὲν πρὸς Δᾶτιν, κοινῇ δὲ μεθʼ ἡμῶν πρὸς Ξέρξην καὶ τοὺς ὑπάρχους ἀγωνισάμενοι.
现在,他们确实使斯喀奥涅、米洛斯、托罗内和另外两三个城市变得无人居住,但那时,他们通过单独与达提斯战斗,以及与我们共同与薛西斯及其部下战斗,共同拯救了希腊所有的城市。
καὶ νῦν μέν γε Αἰγινήτας ἐξῴκισαν, τότε δʼ ἐξέλιπον τὴν ἑαυτῶν ὑπὲρ τοῦ μηδὲν ἀνήκεστον τοῖς Ἕλλησι συμβῆναι, καὶ παρὸν αὐτοῖς ἀποπλεύσασιν οἴχεσθαι, ἢ καὶ τῷ βασιλεῖ προσθέσθαι καθʼ ἡμῶν, οὐκ ἐτόλμησαν.
现在,他们确实驱逐了埃吉纳人,但那时,为了不让希腊人遭受任何不可挽回的灾难,他们放弃了自己的土地。 而且,明明可以乘船离去,或者加入国王来反对我们,他们却不敢这么做。
ἆρʼ ἐστὶν ἃ τοὺς ἄνδρας ἐξαιτεῖται παρʼ ὑμῶν;
难道这些不构成他们向你们求宽恕的理由吗?
καὶ σιωπῶ σίτου μετάδοσιν τὸ ἀρχαῖον καὶ μυστηρίων ἔτι νῦν ἐφʼ ἑκάστῳ τῷ ἔτει γιγνομένων καὶ τῶν καταφευγόντων ὑποδοχὰς καὶ μυρίας ἑτέρας φιλανθρωπίας.
而且对于古时的粮食分享、至今每年都在举行的神秘仪式、对避难者的收留以及无数其他仁爱之举,我就保持沉默了。
καὶ πρὸς μὲν τὸ κοινὸν τοιοῦτοι τῆς Ἑλλάδος οἱ νῦν ἐπίφθονοι καὶ βαρεῖς, πρὸς δʼ ὑμᾶς ἰδίᾳ τίνες;
对于希腊的共同事业,这些如今被嫉妒和嫌恶的人是这样的,但对于你们个人,他们又是怎样的呢?
ὡς μὲν Ἡρακλείδας ἐδέξαντο ταύτῃ τῇ πόλει καὶ ὡς Ἡρακλέα καὶ Διοσκούρους πρώτους ξένων ἐμύησαν ἐῶ λέγειν· καίτοι κἂν εἰ χωρὶς εὐεργεσίας πρὸς τῶν θεῶν τούτων ὑμᾶς ἱκέτευον λόγον εἶχεν αἰσχυνθῆναι.
他们如何在这座城市接待赫拉克勒斯后裔,以及如何作为首批外邦人接纳赫拉克勒斯和双子神加入神秘仪式,我就不说了;然而,即使在没有恩惠的情况下,他们看在这些神明的份上向你们祈求,也是理应感到敬畏的。
ἀλλʼ ἐν τῷ πρὸς Μεσσηνίους πολέμῳ δεηθέντων ἡμῶν τίνες ἦσαν οἱ τὸν Τυρταῖον πέμψαντες;
但在与美塞尼亚人的战争中,在我们提出请求时,是谁送来了蒂尔泰乌斯?
ἢ τίνες οἱ Κίμωνα ὑπὸ τὸν σεισμὸν τετρακισχιλίους ὁπλίτας ἄγοντα;
或者是谁在地震时,让克蒙带领四千重装步兵前来的?
ἆρʼ οὖν τὰ μὲν ἐκείνων τοιαῦτα εἰς ὑμᾶς, τὰ δʼ ἡμέτερα ἐλάττω πρὸς ἐκείνους, οἳ Δωριέων μέν ποτʼ ἐπʼ αὐτοὺς στρατευόντων μόνοι πάντων οὐκ ἠξιώσαμεν, τυραννουμένοις δὲ μόνοι τῶν πάντων ἐβοηθήσαμεν; εἰς Μαραθῶνα δʼ οὕτως
那么,他们对你们的所作所为是如此,而我们对他们的所作所为难道更少吗? 我们这些人在多利斯人曾对他们发起远征时,是所有人中唯一不认为应当加入的,而在他们被僭主统治时,是所有人中唯一提供帮助的。 而对于马拉松,也是这样……