§391πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρις πολλὴ τοῖς θεοῖς, οἳ τοὺς μὲν πρότερον θρασυνομένους καὶ μηδʼ ὄνομα εἰρήνης ἐθέλοντας ἀνασχέσθαι, πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς, ὑπὲρ εἰρήνης δεῦρʼ ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δʼ ἀπέδωκαν ἐξ ἀρχῆς βουλεύσασθαι περὶ τῶν Ἑλληνικῶν ὅπως ἂν πείσησθε.
まず第一に、アテナイの人々よ、神々に大いなる感謝を捧げます。 神々は、かつては傲慢に振る舞い、平和という言葉さえ口にすることに耐えようとしなかった人々を、我々が何度も彼らを促したにもかかわらず、このような姿で平和のためにここへ来させ、他方、我々の都市には、あなた方が納得のいく形でギリシアの諸事について最初から審議する機会を返してくれたからです。
ἄξιον δὲ χρήσασθαι τῷ καιρῷ καὶ τὴν μὲν τούτων ἀγνωμοσύνην καὶ φιλονεικίαν φυλάξασθαι, τοῖς δʼ ὑμετέροις αὐτῶν ἤθεσι καὶ τρόποις ἐμμεῖναι.
この好機を利用し、彼らの無分別と執念深さを警戒し、あなた方自身の品性と習慣を貫くことは価値のあることです。
ἔστι μὲν οὖν παλαιός τις λόγος ὡς ἄρα οὐ ῥᾴδιον εὖ πράττοντας εὖ φρονεῖν, ἀλλʼ οἱ πολλοὶ χείρους ὑπὸ τῆς τύχης γίγνονται·
さて、「順境にある者が正気を保つのは容易ではなく、むしろ多くの者は幸運によって堕落する」という古い言葉があります。
ἐγὼ δʼ ὅσοι μὲν, ὦ Ἀθηναῖοι, παρʼ ἀξίαν ἢ παρʼ ἐλπίδας εὐτυχοῦσιν, τούτους μὲν εἰκός τι πάσχειν ὑπολαμβάνω μὴ δυναμένους χρῆσθαι μείζοσιν ἢ καθʼ αὑτοὺς πράγμασιν, ὅσοις δὲ πλεῖστα μὲν τῶν Ἑλλήνων ὑπάρχει κατωρθωκέναι, οὐκ ἐλάττω δὲ τούτων εὐβουλίας σύμβολα πᾶσι παρεσχῆσθαι, λόγος οὐ λείπεται ταυτὸν τοῖς πολλοῖς καὶ τοῖς ἀνοήτοις παθεῖν.
アテナイの人々よ、私は、分不相応に、あるいは予期せずして幸運を得た人々が、自らの身の丈を超える大事業を扱うことができずに、何らかの思い上がりに陥ることは無理からぬことと考えます。 しかし、ギリシア人の中で最も多くの成功を収めており、それに劣らぬ思慮深さの証拠をすべての人に示してきた人々にとっては、多くの人々や愚者たちと同じ過ちを犯すための道理は残されていません。
ἔστι δʼ οὐ περὶ τοῦ μέλλοντος μόνον ἡμῖν ἡ §392βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν.
私たちの審議は、未来のことについてだけではなく、私たちがすでに成功を収めた事柄そのものについてもなされるのです。
ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετʼ ἀσφαλείας καὶ μετʼ εὐδοξίας τὴν πόλιν οἰκήσομεν·
もし私たちがなすべきことを選択し、それを確実に維持するならば、将来も安全かつ名誉をもってこの都市で暮らすことができるでしょう。
ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον δή που τοῦθʼ ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει.
しかし、もし私たちが度を越して張り合うならば、現在持っているものさえも危険にさらすことになるのは極めて明白です。
ὥσθʼ ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μειζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει.
したがって、私たちがそれらを喜べば喜ぶほど、それらが安全に保たれるよう、それだけ入念にあらかじめ配慮することが求められます。
οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν.
ほぼすべての人が、自らの欲望に迎合する者たちを受け入れ、彼らを好意的であると思うだけでなく、真の意味で唯一の男であると考え、他方、自分たちを戒めようと試みる者たちに対しては不快感を抱くということを、私は知らないわけではありません。
οὐ μὴν ἀλλʼ εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν·
しかしながら、もし言葉と現実の双方を等しく支配することができ、最も心地よいことを語るだけでなく、それを実現することも可能であるならば、そうしようとしない人々に対して腹を立て、彼らを気難しい者とみなすのももっともでしょう。
εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτʼ ἀξιῶ ταῖς γνώμαις ὑποθέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων.
しかし、最も偉大なことを単に共に願うことと、直面している事態について現実的に助言することとが全く別物であるならば、私はあなた方に、私がこれらの事柄について抱いている推論において間違っていないかどうか、この一つの前提を心に留めた上で耳を傾けてほしいと求めます。
ἐγὼ τοίνυν ἡγοῦμαι τὴν πόλιν τὴν ἡμετέραν τῶν μὲν Ἑλληνίδων εὐτυχεστάτην εἶναι καὶ νὴ Δία γʼ, εἰ βούλεσθε, προσθήσω καὶ τῶν ἁπασῶν, οὐ μήν πω τῆς φύσεως τῆς ἀνθρωπίνης κρείττονα.
そこで私は、私たちの都市がギリシアの都市の中で最も幸運であり、もし望まれるなら、ゼウスにかけて、世界中のすべての都市の中でも(最も幸運である)と付け加えますが、それでも人間の本性を超えるものではないと考えます。
ἔστι δʼ αὕτη τίς;
では、その人間の本性とはいかなるものでしょうか。
οὐκ ἐξ ἴσου τὰ πράγματα οἱ θεοὶ σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἀνθρώποις ἔνειμαν, ἀλλʼ αὐτοὶ μὲν, ἅτʼ ὄντες ἀθάνατοι καὶ κύριοι τῶν ἁπάντων, ἀθανάτους καὶ τὰς εὐτυχίας ἔχουσι καὶ οὐ δέος μή τις αὐτοὺς ἀφέληται κρείττων γενόμενος·
神々は自らと人間との間で物事を平等に分配したわけではなく、自らは不死であり万物の支配者であるため、その幸運もまた不滅であり、より強い者が現れてそれを奪い去るという恐れもありません。
οἷς τοσοῦτον περίεστιν, ὥστʼ οὐ μόνον αὐτοὶ τἀγαθὰ πάντα κέκτηνται, ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοὶ νέμουσι.
神々にはそれほどの余裕があるため、自らすべての善いものを所有しているだけでなく、他の人々にもそれを分配します。
νέμουσι δʼ οὐχ ὅνπερ αὐτοὶ κέκτηνται τρόπον, ἀλλʼ ὅσοις τὰ κράτιστα τῶν ἀνθρώπων ἔδοσαν, τὰ πλείω κατορθοῦν, οὐ πάντʼ, ἔδοσαν.
しかし、彼らは自らが所有しているのと同じような仕方で分配するのではない。 人間の中で最も優れた境遇を授けた人々に対しても、多くのことにおいて成功することを授けたのであり、すべてにおいてそれを授けたのではない。
καὶ τούτου μέγιστον παράδειγμα οἱ νῦν ὑμᾶς ἐπὶ τὴν εἰρήνην οὗτοι προκαλούμενοι.
そして、このことの最大の例が、現在あなた方に平和を申し入れているこれらの人々です。
ἐξὸν γὰρ αὐτοῖς, εἰ μετριάζειν ἠξίουν, αὐτούς τʼ ἐξ ἀρχῆς ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν, ἐπαρθέντες τοῖς ὑπάρχουσιν, εἰ νῦν δυνήσονται παρʼ ὑμῶν τῶν αὐτῶν τούτων τυχεῖν, εὕρημα ποιοῦνται.
なぜなら、もし彼らが節度を保つことをよしとしたならば、当初から自らの地位を維持し、他者にそれらを裁定することが可能であったのに、現在の成功に思い上がったために、今やあなた方からそれらと全く同じものを得ることができるならば、それを思いがけない幸運とみなしているからです。
μὴ τοίνυν ὅ γε τούτοις
したがって、これらの一人々に対して…