Humanitext Reader

阿里斯·台德斯 · 论与拉刻代蒙人和谈 §391-392

戒惧傲慢与把握和平契机的劝告

第 1 段,共 5 段 · 希腊语

内容简介

演说者敦促雅典人把握和谈的契机,警告他们切勿骄傲自满,并通过与不朽神明的对比来阐明人类天性的局限,并以眼前屈服的敌人为例证来劝诫城邦保持审慎。

§391πρῶτον μὲν, ὦ Ἀθηναῖοι, χάρις πολλὴ τοῖς θεοῖς, οἳ τοὺς μὲν πρότερον θρασυνομένους καὶ μηδʼ ὄνομα εἰρήνης ἐθέλοντας ἀνασχέσθαι, πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς, ὑπὲρ εἰρήνης δεῦρʼ ἥκειν παρεσκεύασαν ἐν τούτῳ τῷ σχήματι, τῇ πόλει δʼ ἀπέδωκαν ἐξ ἀρχῆς βουλεύσασθαι περὶ τῶν Ἑλληνικῶν ὅπως ἂν πείσησθε.
首先,雅典人啊,我们要对神致以极大的谢意,因为正是神们使得那些先前态度傲慢、甚至不愿听到和平之名的人,在我们多次向他们发出倡议后,以此种姿态为了和平来到这里;神们也将重新从头审议希腊事务的机会归还给了我们城邦,以便让你们能达成共识。
ἄξιον δὲ χρήσασθαι τῷ καιρῷ καὶ τὴν μὲν τούτων ἀγνωμοσύνην καὶ φιλονεικίαν φυλάξασθαι, τοῖς δʼ ὑμετέροις αὐτῶν ἤθεσι καὶ τρόποις ἐμμεῖναι.
我们应当利用这一时机,防范这些人的愚昧与好胜,并坚持你们自己的品格与习惯。
ἔστι μὲν οὖν παλαιός τις λόγος ὡς ἄρα οὐ ῥᾴδιον εὖ πράττοντας εὖ φρονεῖν, ἀλλʼ οἱ πολλοὶ χείρους ὑπὸ τῆς τύχης γίγνονται· ἐγὼ δʼ ὅσοι μὲν, ὦ Ἀθηναῖοι, παρʼ ἀξίαν ἢ παρʼ ἐλπίδας εὐτυχοῦσιν, τούτους μὲν εἰκός τι πάσχειν ὑπολαμβάνω μὴ δυναμένους χρῆσθαι μείζοσιν ἢ καθʼ αὑτοὺς πράγμασιν, ὅσοις δὲ πλεῖστα μὲν τῶν Ἑλλήνων ὑπάρχει κατωρθωκέναι, οὐκ ἐλάττω δὲ τούτων εὐβουλίας σύμβολα πᾶσι παρεσχῆσθαι, λόγος οὐ λείπεται ταυτὸν τοῖς πολλοῖς καὶ τοῖς ἀνοήτοις παθεῖν.
有句古老的谚语说,处于顺境中的人要保持明智并非易事,大多数人反而会因运气而变坏;雅典人啊,我认为,对于那些德不配位或超乎预期地获得幸运的人来说,他们由于无法驾驭超出自身能力的事务而产生某种狂妄,这是合乎情理的;但对于那些在希腊人中已经取得了最多成功,且向所有人展现了不亚于此的贤明决策证明的人来说,他们就没有理由再去遭受与大众和愚者相同的命运。
ἔστι δʼ οὐ περὶ τοῦ μέλλοντος μόνον ἡμῖν ἡ §392βουλὴ, ἀλλὰ καὶ περὶ αὐτῶν ὧν κατωρθώκαμεν.
我们的审议不仅关乎未来,也关乎我们已经成功实现的那些成果。
ἂν μὲν γὰρ ἃ δεῖ προελώμεθα καὶ ταῦτα βεβαίως ἔχῃ, καὶ τοῦ λοιποῦ μετʼ ἀσφαλείας καὶ μετʼ εὐδοξίας τὴν πόλιν οἰκήσομεν· ἐὰν δὲ πέρα τοῦ μετρίου φιλονεικήσωμεν, εὔδηλον δή που τοῦθʼ ὅτι καὶ περὶ τῶν ὑπαρχόντων κινδυνεύειν δεήσει.
因为如果我们选择了应当选择的事物并切实加以巩固,那么在今后我们也将安全且享有盛誉地治理这个城邦;但如果我们过度好胜,显然也将不得不就现有的成果去冒险。
ὥσθʼ ὅσῳ μᾶλλον χαίρομεν αὐτοῖς, τοσούτῳ μειζόνως ἄξιον προϊδεῖν ὅπως ἀσφαλῶς ἕξει.
因此,我们越是为之高兴,就越需要加倍提前预见,以确保其安全。
οὐκ ἀγνοῶ μὲν οὖν ὅτι πάντες, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ὑπηρετοῦντας αὐτῶν ταῖς ἐπιθυμίαις ἀποδέχονται καὶ νομίζουσιν οὐ μόνον εὔνους, ἀλλὰ καὶ μόνους ἄνδρας ὡς ἀληθῶς εἶναι, τοῖς δὲ σωφρονίζειν ἐπιχειροῦσιν ἀηδῶς ἔχουσιν.
我并非不知道,几乎所有人都会接受那些迎合他们欲望的人,并认为这些人不仅怀有善意,而且是唯一真正的男子汉,而对那些试图使他们清醒的人感到不快。
οὐ μὴν ἀλλʼ εἰ μὲν ὁμοίως ἦν τῶν τε λόγων καὶ τῶν πραγμάτων γενέσθαι κύριον, ὥστε μὴ μόνον εἰπεῖν τὰ ἥδιστα, ἀλλὰ καὶ καταπρᾶξαι, δικαίως ἄν τις τοῖς οὐκ ἐθέλουσιν οὕτω ποιεῖν ἤχθετο καὶ δυσκόλους ὑπελάμβανεν· εἰ δὲ χωρὶς μέν ἐστι συνεύξασθαι τὰ μέγιστα, χωρὶς δὲ συμβουλεῦσαι περὶ τῶν ἐνεστηκότων, ἓν τοῦτʼ ἀξιῶ ταῖς γνώμαις ὑποθέντας ὑμᾶς ἀκροᾶσθαι, εἰ μὴ διαμαρτάνω τῶν λογισμῶν, οὓς ἔχω περὶ τούτων.
然而,如果能同样主宰言语与行动,从而不仅能说出最悦耳的话,还能将其付诸实现,那么人们理所当然会对那些不愿这样做的人感到愤怒,并认为他们难以相处;但如果仅仅共同祈愿最伟大的事物是一回事,而针对眼前的局势提出建议是另一回事,那么我请求你们在心中确立这一个前提来听我发言,看我对于这些事情的推论是否有误。
ἐγὼ τοίνυν ἡγοῦμαι τὴν πόλιν τὴν ἡμετέραν τῶν μὲν Ἑλληνίδων εὐτυχεστάτην εἶναι καὶ νὴ Δία γʼ, εἰ βούλεσθε, προσθήσω καὶ τῶν ἁπασῶν, οὐ μήν πω τῆς φύσεως τῆς ἀνθρωπίνης κρείττονα.
因此,我认为我们的城邦是希腊城邦中最幸运的,甚至凭着宙斯起誓,如果你们愿意,我还可以加上是所有城邦中最幸运的,但它尚未超越人类的天性。
ἔστι δʼ αὕτη τίς;
而这种天性又是什么呢?
οὐκ ἐξ ἴσου τὰ πράγματα οἱ θεοὶ σφίσι τʼ αὐτοῖς καὶ τοῖς ἀνθρώποις ἔνειμαν, ἀλλʼ αὐτοὶ μὲν, ἅτʼ ὄντες ἀθάνατοι καὶ κύριοι τῶν ἁπάντων, ἀθανάτους καὶ τὰς εὐτυχίας ἔχουσι καὶ οὐ δέος μή τις αὐτοὺς ἀφέληται κρείττων γενόμενος· οἷς τοσοῦτον περίεστιν, ὥστʼ οὐ μόνον αὐτοὶ τἀγαθὰ πάντα κέκτηνται, ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοὶ νέμουσι.
神并没有在他们自身与人类之间平等地分配事物,他们自己由于是不朽的且是万物的主宰,因而也拥有不朽的幸运,不用担心会有更强者出现并将其夺走;他们拥有如此巨大的优越性,以至于不仅自己拥有一切美好,还亲自将其分配给其他人。
νέμουσι δʼ οὐχ ὅνπερ αὐτοὶ κέκτηνται τρόπον, ἀλλʼ ὅσοις τὰ κράτιστα τῶν ἀνθρώπων ἔδοσαν, τὰ πλείω κατορθοῦν, οὐ πάντʼ, ἔδοσαν.
但他们分配的方式与他们自己占有的方式不同,而是即使对那些他们赐予了人类中最优越境遇的人,也只是赐予了他们在大多数事情上成功,而非在所有事情上成功。
καὶ τούτου μέγιστον παράδειγμα οἱ νῦν ὑμᾶς ἐπὶ τὴν εἰρήνην οὗτοι προκαλούμενοι.
而对此最好的例子就是现在向你们倡议和平的这些人。
ἐξὸν γὰρ αὐτοῖς, εἰ μετριάζειν ἠξίουν, αὐτούς τʼ ἐξ ἀρχῆς ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν, ἐπαρθέντες τοῖς ὑπάρχουσιν, εἰ νῦν δυνήσονται παρʼ ὑμῶν τῶν αὐτῶν τούτων τυχεῖν, εὕρημα ποιοῦνται.
因为如果他们懂得适度,本可以从一开始就保有自己的地位并为他人裁决这些事务,但他们因现有的幸运而冲昏了头脑,以至于如今若能从你们这里获得同样的待遇,便将其视作意外的收获。
μὴ τοίνυν ὅ γε τούτοις
因此,千万不要让这些人的……

词汇与语法注释

  1. 391οἳ τοὺς μὲν πρότερον θρασυνομένους ... παρεσκεύασαν ... ἀπέδωκαν — 关系代词 οἳ(先行词为 τοῖς θεοῖς)支配着两个限定动词 παρεσκεύασαν 和 ἀπέδωκαν。中间插入了宾格分词短语 τοὺς μὲν πρότερον θρασυνομένους...(作 παρεσκεύασαν 的受格宾语)以及属格独立结构 πολλάκις ἡμῶν προκαλουμένων αὐτοὺς,导致了长距离的分隔(hyperbaton)。其核心结构应理解为“神使得(先前傲慢的人)来到这里……并将审议的机会归还给城邦”。
  2. 391ὅπως ἂν πείσησθε — ὅπως ἂν 搭配虚拟式中间/被动语态 πείσησθε。该从句作为表示方式或目的的状语从句,或作为修饰 βουλεύσασθαι 的从句,意为“以便使你们被说服(对条款感到满意)”或作为中间语态意为“以便你们自行决定/信服”。在此解释为“以符合你们意愿/使你们信服的方式”,最符合恢复城邦自主决定权的上下文。
  3. 391λόγος οὐ λείπεται — 此处的 λόγος 意为“道理”、“辩词”或“合理化的根据”。不定式短语 ταυτὸν τοῖς πολλοῖς καὶ τοῖς ἀνοήτοις παθεῖν(遭受与大众和愚者相同的命运,即在好运面前变得傲慢而招致毁灭)作为实质上的主语,整句意为“不留任何余地/理由去做出与愚者相同的行径”。
  4. 392οὐ μὴν ἀλλʼ — 表示对比或转折的典型固定搭配(“然而”、“尽管如此”)。承接前文否定的事实(“深知人们讨厌被劝诫”),并过渡到阐述自己的立场(“但如果言语与行动是两码事,就应该听取我的意见”)。
  5. 392ἐξὸν γὰρ αὐτοῖς — 使用非人称动词 ἔξεστι 的中性宾格分词(ἐξόν)构成的宾格绝对格(accusative absolute),带有让步语气,意为“尽管他们本可以……”。它支配不定式 αὐτούς τʼ ἐξ ἀρχῆς ἔχειν καὶ ἑτέροις ταῦτα βραβεύειν,并内含了与后文条件句 εἰ μετριάζειν ἠξίουν(如果他们懂得适度的话)相对应的、过去未实现的假设语气。

引用这一段

阿里斯·台德斯, 论与拉刻代蒙人和谈 §391-392. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg031.humanitext-grc2:391-392

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。