§367ἡγουμένου, ἐναντιώτατα τῷ στόλῳ ἔχοντος, καὶ χρόνων τριβέντων, ὅμως τοσαύταις πλεονεξίαις ἐπὶ τῶν πραγμάτων κεχρήμεθα, εὔδηλον ὡς ἐξ ἀρχῆς γε οὐδὲν ἡμάρτομεν οἷς ἐψηφισάμεθα.
ニキアスが率い、彼はこの遠征に極めて反対であり、時間が浪費されたにもかかわらず、それでもなお我々はこれほど多くの優位を実地に享受してきたのだから、我々が当初決議したことで何ら誤っていなかったことは明らかです。
εἰ δʼ αὖ μηδενὸς ἡμῖν τοσούτου προκεκομμένου λόγον εἶχεν ἡ πεῖρα, εὔδηλον ὡς αὐταῖς γε ταῖς Συρακούσαις νῦν προσκαθημένων καὶ τῆς ἔξω χώρας ὑφʼ ἡμῖν οὔσης ῥᾳδίως ἕτερος στόλος παρακύψας ἅπαν τὸ λοιπὸν ἐξεργάσεται.
また他方、もし我々にとってこれほど大きな前進が何一つなされていなかったとしても、この試みには理由があったはずですが、今や我々がまさにシラクサそのものを包囲し、外の領土が我々の支配下にあるのだから、もう一つの艦隊がさっと現れれば、残りのすべてを容易に成し遂げることは明らかです。
μὴ γὰρ οἴεσθε Συρακοσίους μὲν ἐπελθόντος Γυλίππου δυοῖν τριήροιν ἀναθαρρῆσαι, τοὺς δʼ ἡμετέρους στρατιώτας, ὅσην εἰκὸς πεμψάντων ὑμῶν δύναμιν, μὴ πολὺ μείζους τὰς γνώμας ἔσεσθαι, οἷς ἅμα τῇ τῶν οἰκείων ὄψει καὶ τὸ συνειδέναι τὸ πλῆθος ὧν ἐφʼ αὑτῶν κατώρθωσαν μεγάλη πρὸς εὐθυμίαν προϋπάρχει ῥοπή.
というのも、ギュリッポスがわずか2隻の三段櫂船を率いて到来したことでシラクサ人が勇気づけられたのに対して、皆さんが送るにふさわしいだけの軍勢を見た我々の兵士たちの志気が、はるかに高まらないなどと思わないでください。 彼らにとっては、味方の姿を見ると同時に、自分たち自身で成し遂げた多くの成功を自覚していることが、士気を高めるための大きな弾みとしてあらかじめ備わっているのですから。
καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφίσασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δʼ οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφʼ οἷς διενοήθημεν γεγενημένους. εἶτʼ ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ ἀνανδρείας·
さらに、アテナイの皆さん、そもそも最初から航海に反対投票することは判断を示した人々のすることですが、決議しただけでなく、これほど大きな軍勢を派遣し、我々が企てたことがすべての人に明白になっておきながら、その上で召還することは、すべての人にとって二つのこと、すなわち無分別と卑怯の兆候となるでしょう。
ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δʼ, εἰ φεύγειν Συρακοσίους δόξομεν.
無分別とは、我々が最初からこれらのことを何一つ見通していなかった場合であり、卑怯とは、シラクサ人から逃げるように思われる場合です。
καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθʼ ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ ταῦτʼ Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν.
しかしながら、そのためにこれほどの不名誉を甘んじて受けるほど価値のある利益など、およそこの世に存在しません。 しかも、我々がアテナイ人であることを思えばなおさらです。 アテナイ人にとっては、自分たちが何か被害を受けるかどうかを考慮するよりも、何をなすことによって誇り高い姿でいられるかを考えることの方がはるかに重要だからです。
οὐ μὴν οὐδὲ τοῦτό γʼ ἂν εἴποι τις, ὡς ἔσθʼ ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες.
いや、現在このような、またこれに類する恥辱を甘んじて受けることで、我々が得るものがあるなどとは誰も言えないでしょう。
ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα.
なぜなら、我々がこの企てをやり遂げようとやり遂げまいと、標的とされた者たちが我々に対して敵意を抱くのは避けられないことであり、撤退すれば、敵意に加えて、我々が劣っているという評判を付け加えることになるからです。
οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται·
それゆえ、逃げることは利益ではなく、むしろさらなる恥辱となります。
οὐκ, ἐάν γε ἐμοὶ πείθησθε.
いや、もし皆さんが私に従うなら、そうはなりません。
ἀλλʼ ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολεμίους ἡμῖν αὐτοῖς ὑπολείπομεν.
むしろ、敵意が避けられないものである以上、我々はそれを価値ある行動によって評価されるものとし、次のことを知るでしょう。 すなわち、我々が決議したことをやり遂げるなら、我々は敵から身を解放することになり、逆に事態から逃避するなら、我々の背後に敵を残すことになるということを。
οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμʼ αὐτῷ κτώμεθα, τῷ δʼ §368αἰσχρῷ τὴν βλάβην ἐπισπώμεθα.
このようにして、ふさわしい道を選ぶことで、我々はそれと同時に利益をも獲得するのであり、他方で、恥ずべき道を選ぶことで、害悪を自らに引き寄せることになるのです。
καὶ μηδεὶς ὑμῶν ἐκεῖνο ἐνθυμηθῇ, ὡς οὐχ ὁμοίων τῶν πραγμάτων ὄντων τότε πρῶτον ἐπέμψαμεν καὶ νῦν ἐπανάξομεν, ἂν ταῦτα νικήσῃ.
そして、皆さんのうち誰も、当時の状況と、もしこれらが可決された場合に我々が今引き揚げる状況とが異なっているなどと考えてはなりません。
οὐδὲ γὰρ τότε ταῖς σπονδαῖς ταῖς πρὸς Λακεδαιμονίους θαρροῦντες ἐπέμπομεν.
というのも、当時も我々は、スパルタ人との休戦協定に安心しきって派遣したわけではないからです。
μέγα δὲ, ὦ Ἀθηναῖοι, τούτου σημεῖον·
アテナイの皆さん、これには大きな証拠があります。
ἔτι γὰρ τοῦ πολέμου συνεστηκότος καὶ πολὺ πρότερον τῶν σπονδῶν ἐνεχειρήσαμεν τοῖς πράγμασιν.
戦争がまだ続いており、休戦協定のはるか以前に、我々はこの事業に着手したからです。
ἀλλὰ τί δὴ ποιῆσαν ἡμᾶς προθύμους εἰς τὴν στρατείαν ἦν;
では、一体何が我々をこの遠征へと熱心にさせたのでしょうか。
ὅπερ, ὦ Ἀθηναῖοι, καὶ δικαιότατον καὶ πᾶς τις εὔνους ὢν ὑμῖν συνεύχετο, τὸ θαρρεῖν τοῖς ὑπάρχουσι καὶ τὸ προσήκειν ἡγεῖσθαι τῇ τῆς θαλάττης ἀρχῇ τὴν προσθήκην ταύτην, ἣ τά τε ἡμέτερα αὐξήσειν ἔμελλεν οὐκ ὀλίγῳ τινὶ καὶ τῇ Πελοποννήσῳ πολλὰς ποιήσειν τὰς ἀπορίας.
アテナイの皆さん、それこそは、最も正当であり、皆さんに好意を寄せるすべての人が共に祈っていたこと、すなわち、手元にある力に自信を持ち、この追加が海上支配にふさわしいものであると考えることでした。 この追加こそは、我々の勢力を少なからず拡大し、ペロポネソスに多くの困難をもたらすはずだったものです。
οὐ δὴ τοῦτο σκεπτέον, εἰ τότε εἰρήνην ἤγομεν, ἀλλʼ εἰ τοῖς τοῦ πολέμου πράγμασι συμφέρει τἀκεῖ διʼ ἡμῶν εἶναι, καὶ ὅτι γʼ εἰ τὰ σφόδρα πρῶτα δεῖ ζητεῖν, ἐν ἀκμῇ τοῦ πολέμου ταῦθʼ ὑμῖν ἔδοξε.
それゆえ、当時我々が平和を享受していたかどうかを検討すべきではなく、戦争の遂行において、あそこの地が我々の支配下にあることが有益であるかどうか、そして、もし最初期の決定を振り返る必要があるならば、戦争の真っ只中に皆さんがこれらを決議したのだということを考慮すべきです。
καὶ μὴν οὐδὲ τὴν ἐπιτείχισιν οὐδὲ τὰς αὐτομολίας ἄξιον ἐμποδὼν θέσθαι.
さらに、敵の要塞化や奴隷たちの脱走を、妨げとみなすべきではありません。
εἰ μὲν γὰρ ἐμέλλομεν παραλαβόντες τοὺς ὄντας ἡμῶν ἐν Σικελίᾳ κατὰ γῆν συμβαλεῖν Πελοποννησίοις, ἦν ἄν τι τοῦτο·
というのも、もし我々がシケリアにいる我々の軍を呼び戻して、陸上でペロポネソス人と戦うつもりであるなら、これは一理あるでしょう。
εἰ δὲ ἀνάγκη μένειν εἴσω τείχους, κἂν δὶς τοσούτους μεταπεμψώμεθα, οὐχ ὁρῶ τὸ κέρδος ὃ τῇ κλήσει πρόσεστιν, εἰ μὴ καὶ τοῦτο πάντων ἐναντιώτατον τῇ πολιορκίᾳ, ἥν φασί τινες ἡμᾶς πολιορκεῖσθαι, πάντας ἐν ταὐτῷ συνειλεγμένους ἀργεῖν.
しかし、もし城壁の内側にとどまる必要があるならば、たとえその2倍の人数を呼び戻したとしても、その召還に伴う利益が何であるか私には分かりません。 いや、むしろこれこそが、一部の者が我々は包囲されていると言うように、全員が同じ場所に集まって何もせずにいるという、包囲戦において何よりも不利なことになってしまいます。
ἡγοῦμαι δʼ ἔγωγε οὐδὲ τοὺς οἰκέτας τοῦ πλήθους ἡμῶν ὑπερορῶντας νῦν ἀποδιδράσκειν, ἀλλὰ τὰ μὲν τῷ λήσειν ἐξ ἀρχῆς πιστεύοντας, τὰ δʼ εἰ γένοιντο ἅπαξ ἐν τοῖς πολεμίοις, οὐδὲν πείσεσθαι νομίζοντας, ὅλως δὲ τῇ δούλων φύσει χρωμένους, ἣ καθάπερ τῷ προσρήματι τοῖς δεσπόταις ἐναντία, οὕτω κἀν τοῖς βουλήμασιν.
また、我々の奴隷たちが我々の多さを軽んじて今逃亡しているのではないと私は考えます。 そうではなく、ある点では最初から見つからずに逃げ通せると信じ、またある点では一度敵のところに行けば何一つひどい目に遭わないと考えており、総じて、その呼称が主人に反対であるのと同様に、その意志においても主人に敵対する奴隷の性質に従っているだけなのです。
ἀντὶ γὰρ ὧν εὖ πάσχουσι μισοῦσι καὶ δίκην ἐθέλουσι λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν.
なぜなら、彼らは親切にされている代わりに憎み、本来なら感謝を示すべきことに対して報復を望んでいるからです。
αὕτη δέ ἐστι μὴ παντάπασιν ἔχειν εὐμενῶς τοῖς δεσπόταις.
この性質こそは、主人に対して決して完全に好意を持たないというものです。
ἐγὼ τοίνυν καὶ πρὸς αὐτὰς τὰς αὐτομολίας ἐπιτηδειότερον τὸν ἀπόστολον εὑρίσκω.
それゆえ、私はまさにこの脱走に対しても、遠征軍がより適切であると考えます。
ὁρῶντες
見ることで