§369μὲν γὰρ ἡμᾶς αὐτοὺς δραπετεύοντας, ἐπιθήσονται καταφρονήσαντες, θαρροῦντας δὲ ἂν αἴσθωνται, τάχʼ ἂν, εἰ τύχοιεν, ἀμείνους τῆς φύσεως γένοιντο.
というのも、彼らは我々自身が逃亡するのを見れば、軽蔑して襲いかかってくるでしょうが、我々が勇敢であると気づけば、ひょっとすると、おそらくは本来の性質よりも従順になるかもしれないからです。
ἔτι δʼ οὓς ἂν κομίζωμεν αὐτῶν ἐν ταῖς ναυσὶν, οὐχ ἕξουσιν ἐκεῖ ποιεῖν ὃ νῦν ἐνταῦθα, ἀλλʼ ὥσπερ νῦν πρὸς τοὺς πολεμίους ἀπέρχονται κρατοῦντας τῆς χώρας, οὕτως ἐκεῖ γε κρατούντων τῆς χώρας πάλιν ἡμῶν καὶ τῶν πολεμίων ταυτὸν τοῦθʼ ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων, οὐχ ἕξουσιν ὅπως μεταστήσονται, ἀλλʼ ἔκ γε τῶν εἰκότων οἱ παρʼ ἐκείνων μᾶλλον ὡς ἡμᾶς ἀφίξονται.
さらに、彼らのうち我々が船に乗せて運ぶ者たちは、向こうでは、今ここでしているようなことを行う手段を持たないでしょう。 むしろ、今彼らが、この地を支配している敵のもとへ逃げていくのとは逆に、向こうでは我々が再びその地を支配し、敵が今ここで我々が被っているのと同じことを被っているのですから、彼らには寝返る手段がなく、むしろ、おそらくは向こうの者たちの方が我々のもとへとやって来るでしょう。
χωρὶς δὲ τούτων οὐκ εἴ τι τῶν πάντων ἢ μεῖζον ἢ ἔλαττον ὑπομενοῦμεν, τοῦτο σκεπτέον, ἀλλʼ εἰ ταῦτα πάντα ὑπὲρ μεγάλων καρτερήσαιμεν, καὶ τὸν μισθὸν παρὰ τῶν πραγμάτων κομιούμεθα.
これらとは別に、我々がすべてにおいてより大きな困難に耐えるかより小さな困難に耐えるかを考慮すべきではなく、むしろ、これらすべてのことに偉大な目的のために耐え抜くならば、事態そのものからその報いを受け取るだろう、ということを考慮すべきです。
πολὺ γάρ τοι βέλτιον οἶμαι τοῖς ὕστερον χρηστοῖς λῦσαι τὰ νῦν δυσχερῆ ἢ ταῦτά τε μή πω δύνασθαι κἀκείνων ἐθελοντὰς ἀποστῆναι.
というのも、後々の利益によって現在の困難を解消することの方が、現在の困難を解決することもできずに、後々の利益を自発的に諦めてしまうことよりも、はるかに優れていると私は思うからです。
ὅλως δὲ παντὶ τῷ σχήματι τοῦ πολέμου συμβαῖνόν ἐστιν ἡ πρὸς τὴν Σικελίαν ἐξαγωγὴ τῶν πραγμάτων.
総じて、戦争の全構造に合致しているのは、事態をシケリアへと移行させることです。
εἰ μὲν γὰρ τοῦτον τὸν τρόπον ἡμῖν ἐδέδοκτο πολεμεῖν πρὸς Λακεδαιμονίους, ὃν ἐκεῖνοι προὐκαλοῦντο, ἄλλος ἂν ἦν λόγος·
もし我々が、ラケダイモン人が挑んできたようなやり方で彼らと戦うことを決めていたのなら、別の話であったでしょう。
νῦν δὲ τί ἡμῖν ἔδοξεν ἀπʼ ἀρχῆς;
しかし今、我々は最初から何を決意していたでしょうか。
ἐκείνους μὲν ἐμβάλλειν ἐᾶν, αὐτοὺς δὲ ταῖς ναυσὶ χρῆσθαι, καὶ τῆς μὲν γῆς δῃουμένης μὴ προτιμᾶν, πολλὴν ἔχοντας τὴν ἄλλην, τῇ Πελοποννήσῳ δʼ ἐγκεῖσθαι, ὡς οὐ τὸ τοῖς πρὸ ποδῶν μάχεσθαι τοῦτο σῶσον τὰ πράγματα, ἀλλὰ τὸ τὰς ἔξω δυνάμεις κακοῦν αὐτῶν.
彼らが侵入するのを許し、我々自身は船を用い、国土が荒廃しても、他に多くの領土を持っているのだからそれを気にかけず、ペロポネソスを圧迫することです。 なぜなら、目の前の敵と戦うことが事態を救うのではなく、敵の国外の勢力を叩くことこそが事態を救うからです。
μὴ τοίνυν ἧττόν τι τοῖς ὅλοις συμφέρειν νομίσητε τἀν τῇ Σικελίᾳ κατεργασθέντα ἢ τὸ πλεῖν περὶ Πελοπόννησον, μηδʼ ἄλλως ἂν ἄμεινον τοὺς ἐκ Δεκελείας ἀπαγαγεῖν ἢ τὰς ἔξωθεν ἀφορμὰς αὐτῶν εἰ παρελοίμεθα.
それゆえ、シケリアにおいて達成されることが、ペロポネソス周辺を航行することよりも、大局において少しでも不利益であると考えてはなりません。 また、もし我々が彼らの国外の資源を奪い取るならば、デケレイアから敵を撤退させること以上に、彼らを退けるより良い方法はない、ということも同様です。
εἰ γὰρ μήτε πέμπειν εἰς Σικελίαν ἕξουσι μήθʼ ὑποδέχεσθαι τῶν ἐκεῖθεν μηδὲν, ὑμῖν δʼ αὖ διὰ χειρὸς ἅπαντα ταῦτα καταστήσεται, οὐκ ἔσθʼ ὅπως ἂν ἄμεινον καταλυθεῖεν οὐδʼ ὅπως ἂν μᾶλλον ἀπορήσαιεν ὅ τι χρήσαιντο.
というのも、もし他们がシケリアに送ることも、そこからのいかなるものを受け取ることもできなくなり、他方で皆さんにとってこれらすべてが手中に収まるなら、彼らがこれ以上に見事に打ち倒されることも、自らどうすべきかこれ以上に当惑することもないからです。
καὶ μὴν εἰ τὸν Ἑλλήσποντον περὶ πλείονος τῆς Ἀττικῆς ποιούμεθα τῆς σιτοπομπίας ἕνεκα, πόσῳ τοῦ γε Ἑλλησπόντου Σικελίαν εἰκός;
さらに、もし我々が穀物輸送のために、ヘレスポントスをアッティカよりも重視しているのだとしたら、シケリアはヘレスポントスよりもどれほど重視されるのが当然でしょうか。
ὁ μέν γε τῶν ἐκ τοῦ Πόντου πλοίων τὴν §370παραπομπὴν ἡμῖν ἔχει, ἡ δʼ ἀντʼ ἀμφοῖν τῶν χωρίων τούτων γίγνεται·
ヘレスポントスは、ポントスからの船の護送を我々にもたらしますが、シケリアはこれら両方の場所の代わりとなります。
τῶν γὰρ ἐξ ἁπάσης τῆς Σικελίας τὴν κομιδὴν ἀσφαλῆ μέχρι τοῦ Πειραιῶς ἔχει.
というのも、シケリア全体からの輸送をペイライエウスまで安全に保つからです。
πρὸς δὲ τοὺς βαρέως ἔχοντας τοῖς ἐνθάδε πράγμασι καὶ τῷ Δεκέλειαν τετειχίσθαι πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι πάντων ἔστʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς ὅλης παραχωρῆσαι, ὑπὲρ δὲ τοῦ Δεκελείας τείχους ἀγανακτεῖν, ὥσπερ οὐ τοὺς ἐκ τοῦ τείχους πλείω πράγματα ἔχοντας ἡμῶν.
また、ここの状況やデケレイアが要塞化されたことに重苦しい気持ちを抱いている人々に対して、私はまず次のことを言いたいと思います。 アッティカ全体を放棄しておきながら、デケレイアの砦について憤慨するのは、まるで砦にいる者たちの方が我々よりも多くの困難を抱えていないかのように、すべてのことの中で最も奇妙です。
ἔπειτʼ ἐνθυμηθῶμεν, τρέποιτο δʼ εἰς ἑτέρους ἡ βλασφημία, πότερον νῦν χεῖρον ἔχει τὰ πράγματα τῇ πόλει καὶ φόβων ἔστʼ ἀξία πλειόνων, ἢ κατʼ ἐκεῖνον τὸν χρόνον, ἡνίχʼ ἧκον μὲν Πελοποννήσιοι πάντες αὐτοὶ καὶ οἱ σύμμαχοι καὶ τὴν χώραν ἐδῄουν, ἐνέκειτο δὲ ὁ λοιμὸς, εἰρήνην τὰ πρὸς τοὺς πολεμίους εἶναι δοκεῖν ποιῶν, πάντα δʼ ἦν μεστὰ καπνοῦ, πυρκαϊᾶς, φθορᾶς τῆς μὲν ἔξω, τῆς δὲ ἔνδον κατὰ τὴν πόλιν.
次に、考えてみましょう。 この不吉な言葉が他者に向かわんことを。 現在、国家の事態はより悪化しており、より多くの恐怖に値するのでしょうか。 それとも、ペロポネソス人自身と同盟国がすべて到来して国土を荒廃させ、疫病が襲いかかって敵との関係が平和であるかのように思わせ、外は煙、火災、破壊に満ち、市内も同じく満ちていたあの時のことでしょうか。
ἐγὼ μὲν γὰρ οὐδʼ ἐν ἅπαντι τῷ πολέμῳ τοσούτους ἡμῶν εὑρίσκω τοὺς τεθνεῶτας, μηδέ γʼ ἄλλοτε συμβαίη, Ζεῦ σῶτερ, ὅσους ἡ νόσος αὕτη διέφθειρεν.
というのも、私は戦争全体を通じても、我々のうちで、救い主ゼウスよ、決して再びこのようなことが起きませんように、あの病気が滅ぼしたほど多くの死者を見出すことはできないからです。
εἰ τοίνυν τότʼ ἀπαλγήσαντες κατελυσάμεθα, ὥσπερ τινὲς ἡμᾶς ἔπειθον, ἔσθʼ ὅπως ἄν τι τῶν μετὰ ταῦτα ἔργων πολλῶν καὶ καλῶν ἐπέπρακτο;
それゆえ、もしあの時我々が痛みに耐えかねて戦争を止めていたなら、一部の者が我々に説得したように、その後の多くの輝かしい業績のいずれかが成し遂げられたでしょうか。
οὐχ οἷόν τε.
不可能なことです。
ἀλλʼ οἶμαι τὰ μὲν παρόντα λογισμῷ διενεγκόντες, τὸ δὲ μέλλον ταῖς ἀμείνοσι τῶν ἐλπίδων ἐπιτρέψαντες, πολλὰς μὲν ναυμαχίας αὐτοὺς κατεναυμαχήσαμεν, τελευτῶντες δὲ ἐν Πύλῳ ζῶντας λαβόντες ἠγάγομεν δεῦρο αὐτοῖς ὅπλοις.
むしろ、当時の困難を理性によって耐え忍び、未来をより良い希望に委ねることで、我々は多くの海戦で彼らを撃破し、最後にはピュロスで彼らを生け捕りにして、武器ごとこちらへ連行したのです。
τοιαῦτα ὁ πόλεμος τοῖς ἐθέλουσι πονεῖν καὶ ταλαιπωρεῖν ἐθέλει χαρίζεσθαι.
戦争というものは、労苦を惜しまず耐え抜こうとする者たちに、このような恩恵を与えることを好むのです。
καὶ ταῦτʼ οὐ μόνον ἡμεῖς οἱ νῦν οὕτως ἔγνωμεν, ἀλλὰ καὶ τὸ τῶν πατέρων ὑπάρχει παράδειγμα παμμέγεθες, οἱ καὶ τέκνα καὶ γυναῖκας καὶ τὴν πόλιν αὐτὴν καὶ τὴν χώραν προεῖντο, οὐδὲν τοῦ παρʼ ἀξίαν εἶξαι νομίσαντες φοβερώτερον.
そして、現在我々がこのように決意しただけでなく、我々には先祖たちの極めて偉大な手本があります。 彼らは自らの尊厳に反して屈服することほど恐ろしいことはないと考え、子供たちも妻たちも、都市そのものも国土も放棄したのです。
εἰ δέ γε ἢ τὸν Ἄθω ἀκούοντες μεταποιούμενον ἢ τὸν Ἑλλήσποντον εὐθὺς ἐξεπλάγησαν ὥσπερ ἐν τραγῳδίᾳ, ἢ καὶ μετὰ ταῦθʼ ὡς ἐνίκησαν τὰς ἐπʼ Ἀρτεμισίῳ νίκας, ἀναγκαζόμενοι φεύγειν εἰς τὸ εἴσω τῆς Ἑλλάδος διὰ πλῆθος τῶν ἐπιουσῶν νεῶν, ἐνεθυμήθησαν ὡς ἀπέραντα πονοῦσι καὶ περισχήσει σφᾶς ὁ πόλεμος, καὶ πολλῷ γε μᾶλλον ὡς εἶδον ἤδη πᾶσαν
しかし、もし彼らが、アトス山が形を変えられたとか、あるいはヘレスポントスが架橋されたと聞いて、悲劇のようにすぐに狼狽していたなら、あるいはその後、アルテミシオンでの勝利を収めたものの、押し寄せる敵船の多さのためにギリシアの内側へと撤退を余儀なくされた際に、自分たちが無限の労苦を経験しており、戦争が自分たちを圧倒するだろうと考え、さらには彼らがすでにすべて