Humanitext Reader

阿里斯·台德斯 · 论向西西里派遣援军 §367-368

远征的既得优势与撤军的危害

第 3 段,共 7 段 · 希腊语

内容简介

回顾尼基阿斯率领的远征已带来诸多优势,演讲者指出此时撤军将招致雅典的耻辱与不利。此外,敌方筑垒和奴隶逃亡等国内问题不应成为阻碍,反而是坚持远征、保持强硬姿态的理由。

§367ἡγουμένου, ἐναντιώτατα τῷ στόλῳ ἔχοντος, καὶ χρόνων τριβέντων, ὅμως τοσαύταις πλεονεξίαις ἐπὶ τῶν πραγμάτων κεχρήμεθα, εὔδηλον ὡς ἐξ ἀρχῆς γε οὐδὲν ἡμάρτομεν οἷς ἐψηφισάμεθα.
虽然由极力反对这支舰队的尼基阿斯率领,且时间被耗费,但我们在实际的事态中仍然享受了如此多的优势,以至于显而易见,我们起初在决议上没有犯任何错误。
εἰ δʼ αὖ μηδενὸς ἡμῖν τοσούτου προκεκομμένου λόγον εἶχεν ἡ πεῖρα, εὔδηλον ὡς αὐταῖς γε ταῖς Συρακούσαις νῦν προσκαθημένων καὶ τῆς ἔξω χώρας ὑφʼ ἡμῖν οὔσης ῥᾳδίως ἕτερος στόλος παρακύψας ἅπαν τὸ λοιπὸν ἐξεργάσεται.
另一方面,即使我们未曾取得如此巨大的进展,这次尝试也本是合理的,那么显而易见,既然我们现在正围攻叙拉古本身,且城外的土地已在我们的控制之下,另一支舰队只要稍作显现,便能轻易完成剩下的一切。
μὴ γὰρ οἴεσθε Συρακοσίους μὲν ἐπελθόντος Γυλίππου δυοῖν τριήροιν ἀναθαρρῆσαι, τοὺς δʼ ἡμετέρους στρατιώτας, ὅσην εἰκὸς πεμψάντων ὑμῶν δύναμιν, μὴ πολὺ μείζους τὰς γνώμας ἔσεσθαι, οἷς ἅμα τῇ τῶν οἰκείων ὄψει καὶ τὸ συνειδέναι τὸ πλῆθος ὧν ἐφʼ αὑτῶν κατώρθωσαν μεγάλη πρὸς εὐθυμίαν προϋπάρχει ῥοπή.
因为你们千万不要以为,既然叙拉古人仅因吉利普斯率两艘三桅战船到来就重新振作起来,那么在你们派遣了理应派遣的庞大兵力后,我们的士兵的志气却不会变得高昂得多,因为对他们来说,一看到己方的增援,加上自觉于自身先前所取得的众多成功,就已经具备了极大的鼓舞士气的推动力。
καὶ μὴν, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐξ ἀρχῆς ἀποψηφίσασθαι τὸν πλοῦν γνώμῃ κεχρημένων, τὸ δʼ οὐ μόνον ἐψηφισμένους, ἀλλὰ καὶ δύναμιν τοσαύτην ἀποστείλαντας καὶ πᾶσι περιφανεῖς ἐφʼ οἷς διενοήθημεν γεγενημένους. εἶτʼ ἀνακαλεῖν, δυοῖν ἅπασιν ἔσται σημεῖον, ἀβουλίας καὶ ἀνανδρείας· ἀβουλίας μὲν, εἰ μηδὲν τούτων ἐξ ἀρχῆς εἴδομεν, ἀνανδρείας δʼ, εἰ φεύγειν Συρακοσίους δόξομεν.
而且,雅典人啊,起初投票反对航行是展示了判断力的人所为,但不仅投票赞成,而且派遣了如此庞大的兵力,并在我们所企图的事情上向所有人表露无遗之后,再去召回他们,对所有人来说将是两件事的标志:愚蠢与懦弱;说是愚蠢,是因为我们起初未曾预见这些事情中的任何一件;说是懦弱,是因为我们将显得是在逃避叙拉古人。
καίτοι κέρδος μὲν οὐδὲν οὕτω τῶν πάντων δή που τίμιον ὥσθʼ ἕνεκα αὐτοῦ τοσαύτην αἰσχύνην ὑποστῆναι, καὶ ταῦτʼ Ἀθηναίους ὄντας, οἷς οὐκ εἴ τι πεισόμεθα εἰς πλείω λόγον ἥκει σκοπεῖν, ἀλλὰ τί πράξαντες ἐν καλῷ τοῦ σχήματος εἴημεν ἄν.
然而,天底下绝无任何利益是如此珍贵,以至于值得为此承受如此巨大的耻辱,更何况我们是雅典人,对我们而言,更值得关切和考量的绝非我们是否会遭受痛苦,而是通过做什么才能让我们处于体面的姿态中。
οὐ μὴν οὐδὲ τοῦτό γʼ ἂν εἴποι τις, ὡς ἔσθʼ ὅ τι κερδανοῦμεν, ταῦτα καὶ τὰ τοιαῦτα ὀνείδη νῦν ὑποστάντες.
而且,谁也不能说,通过如今承受这些以及诸如此类的耻辱,我们会有所收益。
ἐχθρῶς μὲν γὰρ οὐδὲν ἧττον δή που τούς γε ἐπιβουλευθέντας ἀνάγκη κεκινῆσθαι, ἐάν τε ἐξεργασώμεθα τὴν ἐπιχείρησιν ἐάν τε μὴ, τῇ δὲ ἔχθρᾳ τὸ δοκεῖν χείρους εἶναι προστιθέμεθα.
因为无论我们是否完成这一企图,那些被算计的人必然会同样对我们怀有敌意,而通过退缩,我们是在敌意之上又加上了显得更为低劣的评价。
οὐκοῦν αἰσχύνη πλέον, οὐ κέρδος τὸ φυγεῖν γίγνεται· οὐκ, ἐάν γε ἐμοὶ πείθησθε.
因此,逃跑不仅不是利益,反而成了更大的耻辱;至少,如果你们听从我的话,就绝非如此。
ἀλλʼ ἐπειδὴ ἀναγκαῖον τὸ τῆς ἔχθρας, ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου, κἀκεῖνο εἰσόμεθα ὅτι ἐπεξιόντες μὲν οἷς ἐγνώκαμεν πολεμίων ἡμᾶς αὐτοὺς ἀπαλλάττομεν, ἀποδράντες δὲ ἀπὸ τῶν πραγμάτων πολεμίους ἡμῖν αὐτοῖς ὑπολείπομεν.
但是,既然敌意是不可避免的,我们就要用某种配得上它的行动来衡量它,并且我们将明白这一点:贯彻我们所决定的事情,我们就是让自己摆脱敌人;而从局势中逃跑,我们就是为自己留下敌人。
οὕτω τὸ μὲν πρέπον αἱρούμενοι καὶ τὴν ὠφέλειαν ἅμʼ αὐτῷ κτώμεθα, τῷ δʼ §368αἰσχρῷ τὴν βλάβην ἐπισπώμεθα.
因此,选择合宜的事,我们便能同时获得利益;而通过可耻的事,我们则为自己招来祸害。
καὶ μηδεὶς ὑμῶν ἐκεῖνο ἐνθυμηθῇ, ὡς οὐχ ὁμοίων τῶν πραγμάτων ὄντων τότε πρῶτον ἐπέμψαμεν καὶ νῦν ἐπανάξομεν, ἂν ταῦτα νικήσῃ.
你们当中任何人都不要以为,由于情况不同,我们当初是在一种情况下派遣,而现在若此提议获胜,我们将在另一种情况下撤回。
οὐδὲ γὰρ τότε ταῖς σπονδαῖς ταῖς πρὸς Λακεδαιμονίους θαρροῦντες ἐπέμπομεν.
因为我们当初派遣时,也绝非是因为对与拉刻代蒙人的条约高枕无忧。
μέγα δὲ, ὦ Ἀθηναῖοι, τούτου σημεῖον· ἔτι γὰρ τοῦ πολέμου συνεστηκότος καὶ πολὺ πρότερον τῶν σπονδῶν ἐνεχειρήσαμεν τοῖς πράγμασιν.
雅典人啊,对此有一个重大的证据:因为在战争仍在持续且在条约签订很久之前,我们便已着手进行这一事业了。
ἀλλὰ τί δὴ ποιῆσαν ἡμᾶς προθύμους εἰς τὴν στρατείαν ἦν;
那么,究竟是什么让我们对这次征伐充满热忱呢?
ὅπερ, ὦ Ἀθηναῖοι, καὶ δικαιότατον καὶ πᾶς τις εὔνους ὢν ὑμῖν συνεύχετο, τὸ θαρρεῖν τοῖς ὑπάρχουσι καὶ τὸ προσήκειν ἡγεῖσθαι τῇ τῆς θαλάττης ἀρχῇ τὴν προσθήκην ταύτην, ἣ τά τε ἡμέτερα αὐξήσειν ἔμελλεν οὐκ ὀλίγῳ τινὶ καὶ τῇ Πελοποννήσῳ πολλὰς ποιήσειν τὰς ἀπορίας.
雅典人啊,那正是最公正、且每个对你们怀有善意的人都在共同祈求的事:即对现有的力量充满信心,并认为这一增补与海上霸权相称,而这本将极大地扩张我们的势力,并给伯罗奔尼撒带来重重困境。
οὐ δὴ τοῦτο σκεπτέον, εἰ τότε εἰρήνην ἤγομεν, ἀλλʼ εἰ τοῖς τοῦ πολέμου πράγμασι συμφέρει τἀκεῖ διʼ ἡμῶν εἶναι, καὶ ὅτι γʼ εἰ τὰ σφόδρα πρῶτα δεῖ ζητεῖν, ἐν ἀκμῇ τοῦ πολέμου ταῦθʼ ὑμῖν ἔδοξε.
因此,我们不应考虑当时我们是否处于和平状态,而应考虑在战争的进程中,那里的事务归我们掌控是否有利,并且,如果必须探寻最初的决定,那也是你们在战争最激烈的时候决定了这些事的。
καὶ μὴν οὐδὲ τὴν ἐπιτείχισιν οὐδὲ τὰς αὐτομολίας ἄξιον ἐμποδὼν θέσθαι.
此外,无论是敌人的筑垒固守,还是奴隶们的逃亡,都不值得被视作我们前进道路上的障碍。
εἰ μὲν γὰρ ἐμέλλομεν παραλαβόντες τοὺς ὄντας ἡμῶν ἐν Σικελίᾳ κατὰ γῆν συμβαλεῖν Πελοποννησίοις, ἦν ἄν τι τοῦτο· εἰ δὲ ἀνάγκη μένειν εἴσω τείχους, κἂν δὶς τοσούτους μεταπεμψώμεθα, οὐχ ὁρῶ τὸ κέρδος ὃ τῇ κλήσει πρόσεστιν, εἰ μὴ καὶ τοῦτο πάντων ἐναντιώτατον τῇ πολιορκίᾳ, ἥν φασί τινες ἡμᾶς πολιορκεῖσθαι, πάντας ἐν ταὐτῷ συνειλεγμένους ἀργεῖν.
因为如果我们要召回在西西里的我军,并在陆上与伯罗奔尼撒人交战,这或许还有些道理;但如果必须留守在城墙内,那么即使我们召回两倍于此的人数,我也看不出这种召回能带来什么好处,除非这恰恰成了对围城战(有人说我们被包围了)最不利的情况:即所有人聚集在同一地方,无所事事。
ἡγοῦμαι δʼ ἔγωγε οὐδὲ τοὺς οἰκέτας τοῦ πλήθους ἡμῶν ὑπερορῶντας νῦν ἀποδιδράσκειν, ἀλλὰ τὰ μὲν τῷ λήσειν ἐξ ἀρχῆς πιστεύοντας, τὰ δʼ εἰ γένοιντο ἅπαξ ἐν τοῖς πολεμίοις, οὐδὲν πείσεσθαι νομίζοντας, ὅλως δὲ τῇ δούλων φύσει χρωμένους, ἣ καθάπερ τῷ προσρήματι τοῖς δεσπόταις ἐναντία, οὕτω κἀν τοῖς βουλήμασιν.
而我个人认为,我们的奴隶如今逃亡并不是因为他们蔑视我们的人数众多,而是因为,一方面他们起初坚信自己能逃脱而不被发觉,另一方面他们认为一旦到了敌人那里便不会遭受任何惩罚,总之,他们表现出的正是奴隶的本性——正如其称呼与主人相反一样,其意愿亦与主人相左。
ἀντὶ γὰρ ὧν εὖ πάσχουσι μισοῦσι καὶ δίκην ἐθέλουσι λαμβάνειν ὧν χάριν ἐκτίνειν εἰκὸς ἦν.
因为他们非但不对所受的恩惠报以感激,反而怀恨在心,并企图对那些本该让他们表示感谢的事施以报复。
αὕτη δέ ἐστι μὴ παντάπασιν ἔχειν εὐμενῶς τοῖς δεσπόταις.
而这种本性,就在于绝不对主人怀有丝毫好意。
ἐγὼ τοίνυν καὶ πρὸς αὐτὰς τὰς αὐτομολίας ἐπιτηδειότερον τὸν ἀπόστολον εὑρίσκω.
因此,我发现,即便针对这些逃亡本身,派遣舰队也是更为适宜的。
ὁρῶντες
因为他们看到……

词汇与语法注释

  1. 367ἡγουμένου — 与前一句末尾的 Νικίου 相一致的属格独立结构(Genitive Absolute)分词。语法结构直接从前一分句延续而来。
  2. 367λόγον εἶχεν ἡ πεῖρα, — 使用 εἰ 与直说语气未完成过去时构成的与过去事实相反的虚拟条件句。短语 λόγον ἔχω 在此意为“合理”或“有道理”。
  3. 367γνώμῃ κεχρημένων — 所有性/谓语性属格(意为“是……的特征”),作为名词化不定式短语 τὸ μὲν ... ἀποψηφίσασθαι 的表语。
  4. 367εἰς πλείω λόγον ἥκει — 书面语惯用表达,意为“成为更重要的考量”或“更受重视”。它对比了雅典人(οἷς)更应关切的事:并非他们是否会遭受痛苦(πείσομεθα),而是如何才能保持体面的姿态。
  5. 367ἔργου τινὸς αὐτὸ τιμησόμεθα ἀξίου — 中动语态 τιμησόμεθα 意为“评估/以……衡量(某物的价值)”。在此为比喻性用法,意为“我们将以某种配得上它的行动来衡量这股敌意(αὐτό)”(即用相称的实际行动去应对敌意)。
  6. 368τῷ λήσειν — 带冠词的与格将来时不定式。源自 λανθάνω(不被发觉)的将来时 λήσω,意为“逃脱而不被察觉的前景”,作为 믿음 / 信任(πιστεύοντας)的对象。

引用这一段

阿里斯·台德斯, 论向西西里派遣援军 §367-368. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg029.humanitext-grc2:367-368

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。