§365ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν, ὡς ἄρα ὀλίγοι περὶ τούτων ἐξ ἀρχῆς ἐγένοντο λόγοι παρʼ ἡμῖν, ἢ μιᾶς ἡμέρας μέρει μικρῷ τὸ πᾶν ἐπετρέψαμεν.
次のことさえ言うことはできません。 すなわち、結局これらのことについて最初、我々の間でわずかな議論しかなされなかったとか、あるいは一日のほんの短い時間にすべてを委ねてしまったなどとは。
ἀλλʼ ὡς μὲν καὶ κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου καὶ Συρακοσίους ἐχθροὺς εἶναι καὶ τῶν Ἑλλήνων τῶν ἐκεῖ τοῖς δεομένοις βοηθεῖν ἐψηφίσασθε, καὶ τοὺς ἀποστόλους οὓς ἐπέμψατε πείρας ἕνεκα τοῦ παντὸς, ἐάσω·
しかし、戦争の初期にいまだ、シラクサ人が敵であること、そしてあそこのギリシア人のうち援助を求める者たちを助けることを決議したこと、また、すべてを試すためにあなたがたが派遣した使節のことは、おいておきましょう。
ἀλλʼ ἡνίκα τὸν μέγαν τουτονὶ στόλον πέμπειν διενοούμεθα, τίς λόγος οὐκ ἐρρήθη παρʼ ἡμῖν;
しかし、この大艦隊を派遣しようと企てていたとき、いかなる議論が我々の間で語られなかったでしょうか。
ἢ τίς οὐκ ἐτρίβη χρόνος;
あるいは、いかなる時間が費やされなかったでしょうか。
ἢ τίνι τῶν πάντων εἰπεῖν οὐκ ἀπεδώκαμεν;
あるいは、すべての人々のうち誰に発言の機会を与えなかったでしょうか。
οἳ καὶ τὸ τελευταῖον περὶ τῆς παρασκευῆς αὐτῆς ἐκκλησίαν ποιοῦντες, παρελθόντος Νικίου καὶ πάλιν ἀντιλέγοντος ἐξ ἀρχῆς σχεδὸν ταῦθʼ ἅπερ καὶ νῦν ἐν τοῖς γράμμασιν, ὡς ἡ Σικελία πολλὴ καὶ οὔτε λαβεῖν ῥᾳδία οὔτε κατασχεῖν, ἐὰν ἄρα κτησώμεθα, * * ἀμφότερʼ εἰπεῖν ἔστιν, ὦ Ἀθηναῖοι·
あなたがたは、最後にも装備そのものについて民会を開いた際、ニキアスが進み出て、今彼の手紙にあるのとほぼ同じこと、すなわちシケリアは広大であり、手に入れるのも容易ではなく、仮に獲得したとしても維持するのも容易ではないということを、最初から再び反対して語ったのですが、* * アテナイの皆さん、両方のことが言えます。
οὔτε γὰρ ὀργὴν οὐδʼ ἡντινοῦν ἐποιησάμεθʼ, ὥστʼ εἰπεῖν τὰ δοκοῦντα κωλῦσαι, καὶ διὰ πάντων ἀκούσαντες ἔτʼ ἄμεινον ἔγνωμεν ὡς χρὴ πλεῖν.
というのも、我々は彼が自分の考えを述べるのを妨げるような怒りをいささかも示さず、すべてを詳細に聞いた上で、なおいっそう出航すべきであると決議したからです。
εἰκότως, ὦ Ἀθηναῖοι.
当然のことです、アテナイの皆さん。
πολὺ γὰρ μᾶλλον προτρεπόντων καὶ κινούντων οἱ τοιοῦτοι λόγοι πάντες ἢ κωλυόντων εἰσὶν ὡς οἷόν τε.
なぜなら、そのような議論はすべて、妨げるというよりは、むしろ可能な限り大いに駆り立て、動かすものだからです。
τό τε γὰρ μέγεθος τῆς νήσου καὶ ὁ περίπλους ἆθλόν ἐστι τοῦ τολμήματος ἄξιον τό τε συμμίκτους εἶναι τοὺς ἔχοντας αὐτὴν καὶ μὴ ταυτὸν φρονεῖν πρὸς ἡμῶν ἐστιν.
島の大きさとその周航は、この冒険にふさわしい賞であり、またそれを領有する者たちが混ざり合っており、同じ考えを持っていないことは、我々に味方するものだからです。
ἓν μὲν γὰρ ὄντες γένος πάντες χαλεποὶ καὶ παραπεῖσαι καὶ βιάσασθαι διὰ τέλους ἂν ἦσαν, σύγκλυδες δὲ καὶ πανταχόθεν συμπεφορημένοι συμμάχων οὐχ ἧττον ἡμῖν ἔχουσι τάξιν ἢ πολεμίων.
というのも、もし彼ら全員が単一の民族であったなら、説得するのも、最後まで力づくで従わせるのも困難であったでしょうが、寄せ集めで至る所から集まった者たちであるため、彼らは我々にとって敵というよりは、同盟者のような位置づけにあるからです。
οὐ γὰρ ἂν γένοιντο καθʼ ἓν, ὥστε ὑπάρχειν τοὺς ἑτέρους κατὰ τῶν ἑτέρων ἔχειν.
なぜなら彼らは一つにまとまることはなく、したがって一方を他方に対して利用することが可能だからです。
ὥσπερ γὰρ πόλιν οἶμαι στασιάζουσαν ῥᾷόν ἐστι παραστήσασθαι, οὕτω καὶ νῆσον, ἥτις ἐξ ἀρχῆς διῄρηται.
というのも、内紛状態にあるポリスを降伏させる方が容易であるのと同様に、最初から分裂している島もそうだからです。
ἔτι δʼ, ὦ Ἀθηναῖοι, πρὶν μὲν παραβαλεῖν ἡμέτερον ναυτικὸν εἰς Σικελίαν, ἦν τις ἀφορμὴ Συρακοσίοις ἀπὸ τῶν συμμάχων, παρούσης δὲ ἀποστροφῆς οἱ πρότερον κατʼ ἀνάγκας ἐκείνων ἀκούοντες σφαλεροὶ μὲν, εἰ παραμένοιεν, κοινωνοὶ τῶν πραγμάτων αὐτοῖς, χαλεποὶ δʼ, εἰ μετασταῖεν, γίγνονται πολέμιοι·
さらに、アテナイの皆さん、我々の艦隊がシケリアに到着する前は、シラクサ人には同盟者からの何らかの支援がありましたが、我々が避難所として存在するようになると、以前は余儀なく彼らに従っていた者たちも、もし留まれば彼らにとって信頼できない共同者となり、もし寝返れば手強い敵となるのです。
§366διεκίνησεδʼ αὐτὰ καλῶς ὁ πόλεμος.
そして、戦争がそれらをうまく揺るがしました。
νῦν μὲν οὖν πρὸς τὴν ἐξαίφνης εὐημερίαν αὐτῶν καὶ τὸ παρʼ ἐλπίδα δοκεῖν ἀνενηνοχέναι συνεσταλμένοι σχηματίζονται.
それゆえ現在、彼らの突然の幸運と、予想に反して回復したかのように見えることに対して、彼らは身を縮めて警戒する態度をとっています。
εἰ δʼ αὖθις ἄλλος στόλος φανείη, διʼ ὀλίγου εὑρήσετε, ὦ Ἀθηναῖοι, τὴν Σικελίαν τὴν πολλὴν καὶ πολυάνθρωπον ὑμετέραν οὖσαν.
しかし、もし再び別の艦隊が現れるなら、アテナイの皆さん、皆さんは、あの広大で人口の多いシケリアが、間もなくあなたがたのものになるのを見出すでしょう。
τὸ μὲν τοίνυν ἐξ ἀρχῆς πείθειν ὑμᾶς πλεῖν λόγου ἐδεῖτο ἴσως καὶ πλείονος τῆς ἐξετάσεως·
したがって、最初に出航するようあなたがたを説得することは、おそらくより多くの議論と検討を必要としました。
νῦν δʼ εἰς τὰ πράγματʼ αὐτὰ βλέψας ἄν τις εὕροι πανταχῆ καὶ συμφέροντα καὶ οὐ μείζονα ἢ καταπρᾶξαι δύνασθαι καὶ οὐκ ἀδύνατα εἰς τὸ πραχθῆναι βεβουλευμένους ὑμᾶς.
しかし今や、事態そのものに目を向けるなら、誰もが、それがすべての点で有益であり、成し遂げられないほど大きくもなく、あなたがたが決議した通りに実現可能であることを確信するでしょう。
τῆς τε γὰρ θαλάττης κεκρατήκαμεν τοσοῦτον ὅσον πλεῖστον ἐξῆν, κατὰ γῆν τε μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσούτων τῶν πασῶν ἄχρι τούτου γεγενημένων.
というのも、我々は海を最大限支配しており、陸上でも、これまでに起こったこれほど多くの戦闘の中で、我々が圧倒的に勝利しなかったものがどれであるか、誰も言うことはできないからです。
καίτοι πῶς οὐκ ἄτοπον εἰ διότι μὲν τοσαῦτα νενικήκαμεν ἑξῆς μὴ θαρρεῖν οἰησόμεθα χρῆναι, ὅτι δʼ ἡ νῦν οὐ κατὰ νοῦν ἐχώρησε μάχη μία, τοῦτʼ εἰς ἄφυκτον θήσομεν;
しかしながら、我々がこれほど多くの勝利を立て続けに収めたからといって自信を持つべきではないと考え、他方で、今回一つの戦闘が意図通りにいかなかったからといって、これを避けがたい破滅とみなすのは、どうして奇妙でないと言えるでしょうか。
καὶ Συρακόσιοι μὲν ἴσασι θαρρεῖν οὕτω πολλὰ καὶ συνεχῆ δυστυχήσαντες, ἡμεῖς δʼ οἷς τοσαῦτα ἀπʼ ἐκείνων ἕστηκε τρόπαια, ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν;
そして、シラクサ人はこれほど多く連続して不幸に遭いながらも自信を持つことを知っているのに、彼らに対してこれほど多くの戦勝記念碑を立ててきた我々が、同じように自信を持たないのでしょうか。
οὐδʼ ἀπʼ αὐτῶν ὧν προσπταῖσαι δοκοῦμεν εἰσόμεθα ὡς οὐκ ἀγαθὸν τὸ ῥᾳδίως ὑφίεσθαι;
我々がつまずいたと思われること自体からさえ、容易に引き下がることが良くないことであると、我々は学ばないのでしょうか。
φέρε γὰρ πρὸς Διὸς, εἴ τις ἐν Συρακοσίοις λέγων, ὅτε πάντʼ ἐφεξῆς ἀπετύγχανον, ὡς δεῖ καταλύσασθαι τὸν πόλεμον καὶ παραδοῦναι τὴν πόλιν ἡμῖν, εἶτʼ ἔπεισεν, ἔσθʼ ὅπως ἂν ἢ Γύλιππος ἦλθεν αὐτοῖς πρῶτον, ἢ νὴ Δίʼ ἐπελθὼν εἶχεν ὃ ποιοίη;
というのは、ゼウスにかけて考えてもみてください、もしシラクサ人の間で、彼らがすべて次々と失敗していたときに、戦争を終結させて都市を我々に引き渡すべきだと誰かが主張し、そして説得してしまっていたなら、そもそもギュリッポスが彼らのもとに来たでしょうか、あるいは、ゼウスにかけて、彼が来たとしても何かできたでしょうか。
καὶ πῶς ἄν;
どうしてできたでしょう。
οὐδαμῶς.
決してできなかったはずです。
νῦν δʼ οἶμαι τὰς ἐλπίδας ἐκτείναντες καὶ τῶν ἐν ποσὶ δυσκόλων ἀεὶ κρείττους ταῖς δόξαις γενόμενοι τοσοῦτον γοῦν κεκερδάκασιν, ὅσον δοκεῖν ἤδη περὶ τῶν ἴσων αὐτοῖς εἶναι τὸν λόγον.
しかし実際には、思うに、彼らは希望を延ばし、目の前の困難に常に考えの中で打ち勝つことによって、少なくとも、今や議論が対等な条件で行われているかのように思わせるほどの利益を、すでに得たのです。
οὐ τοίνυν τὸ κεχωρηκέναι τι τῶν πάντων κατὰ νοῦν αὐτοῖς φοβητέον μᾶλλον ἢ τοῦτʼ αὐτὸ ποιησαμένους παράδειγμα τοῖς πράγμασι βοηθητέον ἐρρωμένως, ὡς μήτε χείρους ἐκείνων ἐλπίζειν φανείημεν, καὶ ταῦτα πάντων ἀνθρώπων οὐ μόνον καταπρᾶξαι τὰ δοκοῦντα κρατίστους ἡμᾶς ὑπειληφότων, ἀλλὰ κἀν τοῖς δεινοῖς ἐπὶ πλεῖστον διαφέρειν, μήθʼ ἃ τοῦ παρελθόντος ἡμῖν κέρδη γέγονε χρόνου, ταῦτʼ εἰκῆ διαφθείραιμεν.
それゆえ、彼らにとって万事がいささか意図通りに進んだことを恐れるべきではなく、むしろこれ自体を範として、事態に対して力強く援助を与えるべきです。 それは、我々が彼らよりも希望を抱く点で劣っていると見られないようにするためであり、しかも、すべての人間が我々を、決議されたことを成し遂げるのに最も優れているとみなしているだけでなく、危難においても極めて際立っているとみなしているにもかかわらず、そう見られないようにするためであり、また、過去に我々の利益となったものを無駄に台無しにしないためです。
καὶ μὴν ὅτε Νικίου γε
さらに、ニキアスが