Humanitext Reader

阿里斯·台德斯 · 论向西西里派遣援军 §365-366

远征审议的回顾与派遣增援的必要性

第 2 段,共 7 段 · 希腊语

内容简介

演讲者回顾了雅典人在决定西西里远征时所进行的充分审议,并指出敌人的分裂状态。他强调了我军在海陆上的绝对优势,敦促公民不要因一时的挫折而气馁,而应强力派遣增援。

§365ἐκεῖνό γʼ ἔστʼ εἰπεῖν, ὡς ἄρα ὀλίγοι περὶ τούτων ἐξ ἀρχῆς ἐγένοντο λόγοι παρʼ ἡμῖν, ἢ μιᾶς ἡμέρας μέρει μικρῷ τὸ πᾶν ἐπετρέψαμεν.
甚至连这一点也是不能说的,即:毕竟我们起初对这些事情讨论甚少,或者我们把一切都托付给了一天之中极短的一部分时间。
ἀλλʼ ὡς μὲν καὶ κατʼ ἀρχὰς ἔτι τοῦ πολέμου καὶ Συρακοσίους ἐχθροὺς εἶναι καὶ τῶν Ἑλλήνων τῶν ἐκεῖ τοῖς δεομένοις βοηθεῖν ἐψηφίσασθε, καὶ τοὺς ἀποστόλους οὓς ἐπέμψατε πείρας ἕνεκα τοῦ παντὸς, ἐάσω· ἀλλʼ ἡνίκα τὸν μέγαν τουτονὶ στόλον πέμπειν διενοούμεθα, τίς λόγος οὐκ ἐρρήθη παρʼ ἡμῖν;
然而,关于你们甚至在战争之初就投票决定将叙拉古人视为敌人并援助那里有需要的希腊人,以及你们为了尝试全局而派遣的使节,我就不予赘述了;但是,当我们计划派遣这支庞大的舰队时,我们之间有什么论点没有被提及?
ἢ τίς οὐκ ἐτρίβη χρόνος;
或者有什么时间没有被耗费?
ἢ τίνι τῶν πάντων εἰπεῖν οὐκ ἀπεδώκαμεν;
又或者在所有人当中,我们没有给谁发言的机会?
οἳ καὶ τὸ τελευταῖον περὶ τῆς παρασκευῆς αὐτῆς ἐκκλησίαν ποιοῦντες, παρελθόντος Νικίου καὶ πάλιν ἀντιλέγοντος ἐξ ἀρχῆς σχεδὸν ταῦθʼ ἅπερ καὶ νῦν ἐν τοῖς γράμμασιν, ὡς ἡ Σικελία πολλὴ καὶ οὔτε λαβεῖν ῥᾳδία οὔτε κατασχεῖν, ἐὰν ἄρα κτησώμεθα, * * ἀμφότερʼ εἰπεῖν ἔστιν, ὦ Ἀθηναῖοι· οὔτε γὰρ ὀργὴν οὐδʼ ἡντινοῦν ἐποιησάμεθʼ, ὥστʼ εἰπεῖν τὰ δοκοῦντα κωλῦσαι, καὶ διὰ πάντων ἀκούσαντες ἔτʼ ἄμεινον ἔγνωμεν ὡς χρὴ πλεῖν.
你们在最后一次就装备问题召开公民大会时,尼基阿斯走上前,再次从头反对,其内容几乎与他现在信中所写的完全一样,即西西里疆域辽阔,既不易攻取,即便我们夺取了也难以控制,* * 雅典人啊,这两点都是可以说的:因为我们没有表现出哪怕一丝一毫的愤怒,以至于去阻止他发表自己的看法,而是在听完了一切之后,更加坚信应当出航。
εἰκότως, ὦ Ἀθηναῖοι.
这是理所当然的,雅典人啊。
πολὺ γὰρ μᾶλλον προτρεπόντων καὶ κινούντων οἱ τοιοῦτοι λόγοι πάντες ἢ κωλυόντων εἰσὶν ὡς οἷόν τε.
因为所有此类言论,相较于阻碍,反而极大地起到了促动和鼓舞的作用。
τό τε γὰρ μέγεθος τῆς νήσου καὶ ὁ περίπλους ἆθλόν ἐστι τοῦ τολμήματος ἄξιον τό τε συμμίκτους εἶναι τοὺς ἔχοντας αὐτὴν καὶ μὴ ταυτὸν φρονεῖν πρὸς ἡμῶν ἐστιν.
因为这座岛屿的辽阔和绕航,正是配得上我们这场冒险的战利品;而占领者的成分复杂、心思不一,这对我们是有利的。
ἓν μὲν γὰρ ὄντες γένος πάντες χαλεποὶ καὶ παραπεῖσαι καὶ βιάσασθαι διὰ τέλους ἂν ἦσαν, σύγκλυδες δὲ καὶ πανταχόθεν συμπεφορημένοι συμμάχων οὐχ ἧττον ἡμῖν ἔχουσι τάξιν ἢ πολεμίων.
因为如果他们全属同一族群,要想说服他们并彻底迫使他们屈服,将是十分困难的;但作为从四面八方聚集而来的乌合之众,他们对我们来说,处于同盟者地位的可能性绝不亚于敌人。
οὐ γὰρ ἂν γένοιντο καθʼ ἓν, ὥστε ὑπάρχειν τοὺς ἑτέρους κατὰ τῶν ἑτέρων ἔχειν.
因为他们不会团结一致,这就使我们有可能利用一方来对付另一方。
ὥσπερ γὰρ πόλιν οἶμαι στασιάζουσαν ῥᾷόν ἐστι παραστήσασθαι, οὕτω καὶ νῆσον, ἥτις ἐξ ἀρχῆς διῄρηται.
因为我认为,正如让一个发生内讧的城邦屈服较为容易一样,对于一个从一开始就处于分裂状态的岛屿也是如此。
ἔτι δʼ, ὦ Ἀθηναῖοι, πρὶν μὲν παραβαλεῖν ἡμέτερον ναυτικὸν εἰς Σικελίαν, ἦν τις ἀφορμὴ Συρακοσίοις ἀπὸ τῶν συμμάχων, παρούσης δὲ ἀποστροφῆς οἱ πρότερον κατʼ ἀνάγκας ἐκείνων ἀκούοντες σφαλεροὶ μὲν, εἰ παραμένοιεν, κοινωνοὶ τῶν πραγμάτων αὐτοῖς, χαλεποὶ δʼ, εἰ μετασταῖεν, γίγνονται πολέμιοι· §366διεκίνησεδʼ αὐτὰ καλῶς ὁ πόλεμος.
此外,雅典人啊,在我们的舰队抵达西西里之前,叙拉古人还能得到盟友的一些支持;但现在既然有了退路,那些此前被迫听命于他们的人,若继续留下,便会成为他们不可靠的合伙人,若倒戈相向,就会变成强悍的敌人;而战争已经很好地动摇了这些关系。
νῦν μὲν οὖν πρὸς τὴν ἐξαίφνης εὐημερίαν αὐτῶν καὶ τὸ παρʼ ἐλπίδα δοκεῖν ἀνενηνοχέναι συνεσταλμένοι σχηματίζονται.
因此,眼下鉴于他们突然得势,且看似出乎意料地恢复了元气,他们表现得颇为收敛。
εἰ δʼ αὖθις ἄλλος στόλος φανείη, διʼ ὀλίγου εὑρήσετε, ὦ Ἀθηναῖοι, τὴν Σικελίαν τὴν πολλὴν καὶ πολυάνθρωπον ὑμετέραν οὖσαν.
但若另一支舰队再次出现,过不了多久,雅典人啊,你们就会发现,那辽阔而人口众多的西西里已属于你们。
τὸ μὲν τοίνυν ἐξ ἀρχῆς πείθειν ὑμᾶς πλεῖν λόγου ἐδεῖτο ἴσως καὶ πλείονος τῆς ἐξετάσεως· νῦν δʼ εἰς τὰ πράγματʼ αὐτὰ βλέψας ἄν τις εὕροι πανταχῆ καὶ συμφέροντα καὶ οὐ μείζονα ἢ καταπρᾶξαι δύνασθαι καὶ οὐκ ἀδύνατα εἰς τὸ πραχθῆναι βεβουλευμένους ὑμᾶς.
因此,起初劝你们出航,或许需要更多的言辞和审视;但现在,如果着眼于事实本身,人们就会发现,这在方方面面都是有利的,既非大到你们无法成就,而你们所决议的也非不可能实行之事。
τῆς τε γὰρ θαλάττης κεκρατήκαμεν τοσοῦτον ὅσον πλεῖστον ἐξῆν, κατὰ γῆν τε μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσούτων τῶν πασῶν ἄχρι τούτου γεγενημένων.
因为我们已经在最大程度上控制了海洋,而在陆地上,在迄今发生的所有如此众多的战斗中,没有谁能指出有哪一场我们没有以绝对优势取胜。
καίτοι πῶς οὐκ ἄτοπον εἰ διότι μὲν τοσαῦτα νενικήκαμεν ἑξῆς μὴ θαρρεῖν οἰησόμεθα χρῆναι, ὅτι δʼ ἡ νῦν οὐ κατὰ νοῦν ἐχώρησε μάχη μία, τοῦτʼ εἰς ἄφυκτον θήσομεν;
然而,如果因为我们连续赢得了如此多的胜利,就认为不应该保持自信,而因为眼下一场未如人意的战斗,就把这视作无法逃脱的绝境,这难道不是很荒谬吗?
καὶ Συρακόσιοι μὲν ἴσασι θαρρεῖν οὕτω πολλὰ καὶ συνεχῆ δυστυχήσαντες, ἡμεῖς δʼ οἷς τοσαῦτα ἀπʼ ἐκείνων ἕστηκε τρόπαια, ταυτὸν τοῦτʼ οὐχὶ ποιήσομεν;
叙拉古人在遭遇了如此之多且连续的挫折后,尚且懂得保持自信,而我们这些在他们身上竖立了如此多战利品碑的人,难道不能同样做到吗?
οὐδʼ ἀπʼ αὐτῶν ὧν προσπταῖσαι δοκοῦμεν εἰσόμεθα ὡς οὐκ ἀγαθὸν τὸ ῥᾳδίως ὑφίεσθαι;
难道我们不能从自己看似受挫的经历本身中吸取教训,明白轻易退让并非良策吗?
φέρε γὰρ πρὸς Διὸς, εἴ τις ἐν Συρακοσίοις λέγων, ὅτε πάντʼ ἐφεξῆς ἀπετύγχανον, ὡς δεῖ καταλύσασθαι τὸν πόλεμον καὶ παραδοῦναι τὴν πόλιν ἡμῖν, εἶτʼ ἔπεισεν, ἔσθʼ ὅπως ἂν ἢ Γύλιππος ἦλθεν αὐτοῖς πρῶτον, ἢ νὴ Δίʼ ἐπελθὼν εἶχεν ὃ ποιοίη;
因为看在宙斯的份上,想想看,如果当叙拉古人接连失败时,他们之中有人提议必须结束战争并将城市交给我们,进而说服了他们,那么吉利普斯当初还会去投奔他们吗? 或者,指望宙斯,他即使去了,又有何可为?
καὶ πῶς ἄν;
他又怎能有所作为?
οὐδαμῶς.
绝无可能。
νῦν δʼ οἶμαι τὰς ἐλπίδας ἐκτείναντες καὶ τῶν ἐν ποσὶ δυσκόλων ἀεὶ κρείττους ταῖς δόξαις γενόμενοι τοσοῦτον γοῦν κεκερδάκασιν, ὅσον δοκεῖν ἤδη περὶ τῶν ἴσων αὐτοῖς εἶναι τὸν λόγον.
但如今,我认为,通过延长希望并在信念上始终战胜眼前的困难,他们至少赢得了这样的好处,即眼下的讨论在他们看来似乎已是均等对立的了。
οὐ τοίνυν τὸ κεχωρηκέναι τι τῶν πάντων κατὰ νοῦν αὐτοῖς φοβητέον μᾶλλον ἢ τοῦτʼ αὐτὸ ποιησαμένους παράδειγμα τοῖς πράγμασι βοηθητέον ἐρρωμένως, ὡς μήτε χείρους ἐκείνων ἐλπίζειν φανείημεν, καὶ ταῦτα πάντων ἀνθρώπων οὐ μόνον καταπρᾶξαι τὰ δοκοῦντα κρατίστους ἡμᾶς ὑπειληφότων, ἀλλὰ κἀν τοῖς δεινοῖς ἐπὶ πλεῖστον διαφέρειν, μήθʼ ἃ τοῦ παρελθόντος ἡμῖν κέρδη γέγονε χρόνου, ταῦτʼ εἰκῆ διαφθείραιμεν.
所以,我们不应害怕他们的某些事情进行得合乎心意,而应把这本身当作范例,竭力援助我们的事业,以免显得我们的希望比他们还要渺茫——尤其是所有人都不仅认为我们在实现目标上最强,而且在险境中也最能脱颖而出——同时也不致白白毁掉过去的时间里我们所获得的利益。
καὶ μὴν ὅτε Νικίου γε
而且,当尼基阿斯……

词汇与语法注释

  1. 365οἳ καὶ τὸ τελευταῖον — 关系代名词 οἵ 指向前文结尾(καὶ μὴν οὐδʼ...)中所暗示的听众“你们(雅典公民)”,并作为主语。尽管它与分词 ποιοῦντες 一起引导了句子,但由于文本残缺(* *)导致了破格(anacoluthon)现象,使得该句在语法上缺乏相连的主句主动词。
  2. 365ἓν μὲν γὰρ ὄντες γένος πάντες — 分词 ὄντες 表示反事实条件(相当于 εἰ ἓν ἦσαν γένος,“如果他们是单一族群”),与归结句的 ἄν ἦσαν 呼应。此外,紧跟在形容词 χαλεποί(困难的)后面的不定式 παραπεῖσαι(说服)和 βιάσασθαι(武力屈服),是以主动形式表达被动意义(“难以被说服”和“难以被屈服”)的限制性不定式(解释性不定式)。
  3. 366μάχην ἥντινα οὐ πολλῷ νενικήκαμεν — 句子的基本骨架是 οὐδεὶς ἂν εἰπεῖν ἔχοι [μάχην ἥντινα...](没有人能够指出[……的战斗])。关系代名词 ἥντινα 伴随着否定词 οὐ 修饰先行词 μάχην,构成一个带有部分否定的关系从句,意为“我们未能以绝对优势(πολλῷ)取胜的战斗”,从而以双重否定的方式强调“我们在所有战斗中都取得了绝对优势的胜利”。
  4. 366εἴ τις ... ἔπεισεν, ἔσθʼ ὅπως ἂν ... ἦλθεν — 针对过去事实的反事实条件句。条件从句使用直陈式过去时(ἔπεισεν),归结从句同样使用直陈式过去时+ἄν(ἂν ἦλθεν),并被嵌入强调疑问句式 ἔσθʼ ὅπως ἂν...(怎么可能会有……的情况,绝对没有)之中。

引用这一段

阿里斯·台德斯, 论向西西里派遣援军 §365-366. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg029.humanitext-grc2:365-366

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。