§321ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας ἐπελθὸν φάσμα ἔλεγε τοιάδε, ἐγὼ τὴν αὐτὴν νόσον νοσήσας περιιόντι τῷ δεκάτῳ ἔτει, βουλομένου τοῦ Ἀσκληπιοῦ πορευθεὶς ἐπὶ τοὺς τόπους, ἐν οἷς ἡ νόσος ἤρξατο συλλέγεσθαι, ἀπηλλάγην.
病の十周年に、現れた幻影が次のように語った。 「私も十周年が巡ってきたときに同じ病を病んだが、アスクレピオスの思し召しにより、病が始まり積もり始めた場所へと旅立って、病から解放された。
τοιαῦτʼ ἦν τὰ λεχθέντα καὶ ἐδόκει γεγράφθαι·
」語られたのはこのようなことであり、書き記されているように思われた。
διήγομεν δὴ καὶ τότε περὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου.
その時、我々はオリンピアのゼウスの神殿の近くで暮らしていた。
χειμὼν δʼ ἦν ὀλίγον μετὰ τροπὰς, ὁ δʼ ἀὴρ ἤπιος.
冬で、至点から間もない頃だったが、空気は穏やかだった。
χρησθέντων δὲ τούτων ἦν οἷον εἰκὸς χαρά τε καὶ ὁρμὴ θαυμαστὴ πρὸς τὴν ἔξοδον.
これらの神託が下されると、当然のごとく、出発への喜びと驚くべき衝動が沸き起こった。
ἀπέχει δὲ ὁ Αἴσηπός τε καὶ τὰ ἐπʼ αὐτῷ θερμὰ ὕδατα δυοῖν ἡμερῶν ὁδὸν τοῦ περὶ τὸ ἱερὸν τόπου τούτου.
アイセポス川とそのほとりにある温水は、この神殿の周辺の土地から二日間の旅路の距離にある。
καί μοι τὸ σῶμα ἐκεῖ πρῶτον ὑπώλισθε, χειμῶνος ὥρᾳ ψυγὲν, ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς, ἑσπέρας ἤδη πρὸς τὸ χωρίον καὶ τὴν ἔπαυλιν ἀπελαύνοντι τὴν ἐμαυτοῦ πλησίον οὖσαν, ὥς γʼ οὑτωσὶ φάναι.
そして、私の体はそこで最初に不調に陥ったのだ。 冬の季節に、冷やされ、数々の入浴の後に激しく雨に降られ、夕方、近くにある私自身の領地と別荘へと車を走らせていたときのことだ、いわばそういう風に言うならば。
πρὸς μέντοι τὸν παρόντα καιρὸν καὶ ἀφʼ ὧν ἐπανῄειν καὶ πλείω ἦν τοῦ δέοντος καὶ τούτοις δὴ ἐπιγίγνεται ἡ εἰς Ἰταλίαν δυσχερὴς ἔξοδος ὀλίγαις ὕστερον ἡμέραις.
しかし、当時の状況や私がそこから帰ってきたときのことを考えると、それらは度を越したものであり、これらに加えて、数日後にイタリアへの困難な出発が起こった。
ταῦτα μὲν δὴ προεγεγόνει πρότερον ἔτει δεκάτῳ·
これらは十年前、以前に起こったことであった。
τότε δʼ ὡς εἰς θεωρίαν ἐστελλόμεθα ὑπʼ εὐθυμίας αἰθρίας τε οὔσης θαυμαστῆς καὶ τῆς ὁδοῦ δεχομένης.
しかし当時は、素晴らしい喜びと晴天があり、道も我々を受け入れてくれたため、我々は祭典の使節のように意気揚々と出発した。
ἔστι δὲ Ποιμανηνὸς χωρίον τῆς Μυσίας καὶ ἐν αὐτῷ ἱερὸν Ἀσκληπιοῦ ἅγιόν τε καὶ ὀνομαστὸν, ἐνταῦθα ἐτελέσαμεν σταδίους ἑξήκοντα μάλιστα καὶ ἑκατόν·
ミュシアのポイマネノスという場所があり、そこには聖なる名高いアスクレピオスの神殿がある。 我々はそこへおよそ百六十スタディオンの道を進んだ。
καὶ τούτων τοὺς ἑξήκοντα σχεδὸν νυκτὸς, ἅτε καὶ προηκούσης τῆς ἡμέρας κινηθέντες, καί τινι καὶ πηλῷ περὶ τοῦτον ἤδη τὸν τόπον ἐνετύχομεν ἐξ ὄμβρων προτέρων οὐ ῥᾳδίῳ διεξελθεῖν·
このうちの約六十スタディオンは夜間で、日もすっかり暮れてから出発したためであり、この場所の周辺では、以前の雨のために通り抜けるのが容易でない泥濘にも遭遇した。
ἡ δὲ πορεία ἐγίγνετο ὑπὸ λαμπάδων.
道中は松明に照らされて進んだ。
ἐνταῦθα δὴ παντελῶς οἱονεὶ καθιερώμην τε καὶ εἰχόμην, καί μοι πολλὰ μὲν εἰς §322αὐτὸν τὸν σωτῆρα ἐποιήθη μέλη, ὡς ἔτυχον καθήμενος ἐπὶ τοῦ ζεύγους·
そこですっかり私は神に身を捧げたようになり、神に取り憑かれ、私には多くの... 救い主自身に向けた詩が、馬車に腰掛けながら即興で作られた。
πολλὰ δὲ εἴς τε τὸν Αἴσηπον καὶ Νύμφας καὶ τὴν Θερμαίαν Ἄρτεμιν, ἣ τὰς πηγὰς τὰς θερμὰς ἔχει, δοῦναι λύσιν ἁπάντων ἤδη τῶν δυσχερῶν, καὶ καταστῆσαι πάλιν εἰς τὸ ἐξ ἀρχῆς.
また、多くの詩がアイセポス川や、ニンフたち、そして温水を支配するテルマイア・アルテミスに捧げられ、彼らが今やすべての苦しみからの解放を与え、再び最初の状態に戻してくれるようにと祈った。
ὡς δὲ ἐγενόμην ἐν τῷ Ποιμανηνῷ, χρηματίζει τε ὁ θεὸς καὶ ἐπίσχει τινὰς ἡμέρας·
ポイマネノスに到着すると、神は神託を与え、数日間留まるように命じた。
καὶ καθαίρει τὴν ἄνω, καὶ σχεδὸν οὐκ εἰσάπαξ.
そして上部を清めさせ、それも一度きりではなかった。
καὶ γίγνεται ὄναρ ἀνθρώπῳ γεωργῷ, ὃς ἐμὲ οὐκ ᾔδει πω, πλὴν ὅσον ἤκουεν·
そして、私のことを噂でしか知らなかったある農夫の男に夢が現れた。
ἐδόκει τινὰ αὑτῷ λέγειν ὅτι Ἀριστείδης ἐχίδνης κεφαλὴν ἐξεμημεκὼς εἴη.
彼は自分が誰かにこう言われているのを見た。 「アリステイデスは毒蛇の頭を吐き出した。
ταύτην δὲ ἰδὼν τὴν ὄψιν φράζει τῶν ἐμῶν τινὶ, ὁ δʼ ἐμοί.
」この光景を見た彼は、私の知人の一人に告げ、その知人が私に告げた。
καὶ τοῦτο μὲν δὴ τοιοῦτον.
この件はこのようなものであった。
ὡς δʼ ἀπέπεμπεν ἐπὶ τὸν Αἴσηπον, λουτρῶν μὲν ἐκείνων αὐτόθεν προσέταξεν ἀπέχεσθαι, τὴν δʼ ἄλλην δίαιταν ἔφραζεν ἐφʼ ἡμέρᾳ.
そして神が私をアイセポス川へと送り出したとき、そこでの入浴を避けるように命じ、日々のその他の養生法を指示した。
κἀνταῦθα δὴ καθαρμοί τε ἐγίγνοντο ἐπὶ τοῦ ποταμοῦ ὑπὸ σπονδῶν καὶ καθάρσεις οἴκοι διʼ ἐμέτου.
そしてそこでは、川のほとりで献酒とともに清めの儀式が行われ、家では嘔吐による浄化が行われた。
καὶ τριῶν ἢ τεττάρων ἡμερῶν διαγενομένων γίγνεται φωνὴ διʼ ὀνείρατος, ὅτι πέρας τε ἔχοι καὶ ἐπανήκειν δεῖ.
三、四日が過ぎたとき、夢を通じて、終わりが来て帰るべきだという声がした。
ἦν οὖν οὐ μόνον τελετῇ τινι ἐοικὸς, οὕτω θείων τε καὶ παραδόξων τῶν δρωμένων ὄντων, ἀλλὰ καὶ συνέπιπτέ τι θαυμαστὸν ἀηθείᾳ, ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι, χαίρειν, ἐν εὐκόλοις εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἅμα θʼ οἷον ἀπιστεῖν εἴ ποτε ταύτην ἰδεῖν ἐξέσται τὴν ἡμέραν, ἐν ᾗ τις ἐλεύθερον αὑτὸν τῶν τοσούτων πραγμάτων ὄψεται, πρὸς δὲ καὶ δεδιέναι μή πού τι τῶν εἰωθότων αὖθις συμβὰν λυμήνηται ταῖς περὶ τῶν ὅλων ἐλπίσι.
それゆえ、行われていることがあまりに神聖で予想外であったため、それは何か神秘的な儀式に似ていただけでなく、不慣れなことゆえに驚くべき感情が重なった。 というのも、一方では、元気づけられ、喜び、心身ともに安らかであると同時に、他方では、このような多くの厄介事から自分が解放されるのを目の当たりにする日がいつか訪れるのだろうかと信じられない思いもあり、さらに、いつもの不調がまた起こってすべての希望を台無しにしないかと恐れてもいたからだ。
κατεσκεύαστο μὲν οὕτω τὰ τῆς γνώμης καὶ μετὰ τοιαύτης ἡδονῆς ἅμα καὶ ἀγωνίας ἡ ἀναχώρησις ἐγίγνετο·
心の中はこのように整えられ、そのような喜びと不安が混ざり合う中で帰還が行われた。
θεῶν δὲ οὕτω διδόντων ἐγένετο ἀπὸ τούτων ἤδη τῶν χρόνων μεταβολὴ περὶ πᾶν τὸ σῶμα καὶ τὴν δίαιταν σαφὴς, καὶ τόν τε ἀέρα ὑπῆρξε μᾶλλον φέρειν καὶ ὁδοιπορεῖν ἐπιεικῶς οὐδὲν ἔλαττον τῶν πρὸς ὑπερβολὴν ἐρρωμένων.
しかし、神々がこのように恵みを与えてくれたので、この時期から体全体と養生法において明白な変化が生じ、空気をより良く持ちこたえ、過度に健康な人々に劣らず十分に旅をすることができるようになった。
καὶ τῶν σκεπασμάτων τὰ περιττὰ ἀφῃρέθη, οἵ τε ἀνώνυμοι κατάρροι καὶ σφάκελοι περὶ τὰς φλέβας καὶ τὰ νεῦρα ἀπεπαύσαντο.
余分な覆いは取り除かれ、名もないカタルや静脈・神経の周りの炎症も収まった。
τροφὴ δέ πως ἤδη διῳκεῖτο καὶ ἀγῶνας ἐντελεῖς ἠγωνιζόμεθα οἴκοι τε κἀν τοῖς δημοσίοις.
今や食物もなんとか処理されるようになり、私たちは家でも公の場でも十分な活動を競い合うまでになった。
καὶ δὴ καὶ πόλεις εἰσήλθομεν ἡγουμένου τοῦ θεοῦ μετὰ τῆς ἀγαθῆς
そして実際に、私たちは神が幸運とともに導かれるままに、諸都市へと入っていった。