§325νόσημα πᾶν.
すべての病気[が治った]。
ἐδόκει χρῆναι οὕτω ποιεῖν.
そのように行うべきだと思われた。
καὶ λαλούντων ἡμῶν καὶ βουλευομένων ἐπεισέρχεται Βίβλος ἐκ τρίτων, θεραπευτὴς τῶν παλαιῶν καί τινα τρόπον πρόθυμος περὶ λόγους.
そして私たちが話し合い、相談していると、三人目の人物として、古くからの参拝者であり、ある意味で言論に熱心なビブロスが入ってきた。
οὗτος καὶ τὸ πρόβλημα ἦν ὁ προβαλών·
彼こそが課題を提示した者でもあった。
καὶ ἦν γε τὸ πρόβλημα τοιόνδε·
そしてその課題は次のようなものであった。
μέμνημαι γὰρ, ἅτε καὶ πρῶτον λαβών·
というのも、私はそれを最初の課題として受け取ったので、覚えているからである。
Ἀλεξάνδρου, φησὶν, ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δημοσθένης ἐπιθέσθαι τοῖς πράγμασιν.
彼は言う、「アレクサンドロスがインドにいるとき、デモステネスが国政に攻撃を仕掛けるよう勧告する」と。
εὐθὺς μὲν οὖν ἐδεξάμην τὴν φήμην τὸν Δημοσθένη τε αὖθις λέγοντα καὶ τοὺς λόγους ὄντας περὶ τῆς ἡγεμονίας.
そこで私はすぐに、デモステネスが再び語り、その言論が覇権に関するものであるというお告げを受け取った。
καὶ μικρὸν ἐπισχὼν ἠγωνιζόμην, καὶ τά τε δὴ τῆς ἄλλης δυνάμεως ἦν οἷα θεοῦ παρασκευάζοντος, καὶ ἔδοξεν ὁ τοῦ ἐνιαυτοῦ χρόνος οὐ σιωπῆς, ἀλλʼ ἀσκήσεως εἶναι.
そして少し間を置いてから私は演説を競い始め、他の能力に関しても神が備えてくださるかのようであり、あの一年間の時間は、沈黙のためではなく、修練のためのものであると思われた。
ἀρχὴ μὲν οὖν αὕτη τῆς μελέτης τῶν λόγων ἡμῖν ἐγένετο, καὶ οὕτως ἐπανήλθομεν.
こうして私たちの言論の練習が始まり、私たちはそのようにして戻った。
ἐγίγνετο δὲ καὶ ἄλλα πολλὰ εἰς ταυτὸν φέροντα, καὶ τὸ δὴ μάλιστα ἐπιρρῶσαν τοιόνδε ἦν.
そして他にも同じ結果をもたらす多くのことが起こったが、特に私を力づけたのは次のようなものであった。
Ῥώσανδρος ἦν τῶν φιλοσοφούντων καὶ ἄλλως περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιμελής·
哲学を志し、他の点でも神の崇拝に熱心なロサンドロスという者がいた。
οὗτος ἐδόκει μοι παρʼ ἀνδρὸς φιλοσόφου τῶν ἐπιφανῶν ἀρτίως διηγγελμένου παρὼν ἑστάναι πρόσθεν τῆς κλίνης, οἷον ἔνθεός τε καὶ σφόδρα ἐσπουδακώς·
彼が、高名な哲学者の一人から今しがた伝言を預かって、私のベッドの前に立っているように思われた。 彼は神がかった様子で、非常に熱心であった。
ἔπειτα λέγειν περὶ τῶν λόγων τῶν ἐμῶν εἰς ὅσον προβεβηκότες εἶεν, μνησθῆναι μὲν δὴ Πλάτωνος καὶ Δημοσθένους, ἐφʼ οἷσπερ ἐμνήσθη ἑκατέρου·
それから私の言論がどれほど進歩しているかについて語り、プラトンとデモステネスに言及し、それぞれについて言及した理由を挙げた。
ἀκροτελεύτιον δʼ ἐπιθεῖναι, παρῆλθες ἡμῖν τῷ ἀξιώματι τὸν Δημοσθένη, ὡς μηδʼ αὐτοῖς ἄρα τοῖς φιλοσόφοις εἶναι ὑπερφρονῆσαι.
そして最後にこう付け加えた。 「あなたは威厳においてデモステネスを凌駕した。 その結果、哲学者たち自身でさえ、あなたを見下すことはできないほどだ」と。
τοῦτο τὸ ῥῆμα πᾶσαν ἐμοὶ τὴν ὕστερον φιλοτιμίαν ἐξῆψε, τοῦτʼ ἐποίησε πᾶν ὅ τι ποιοίην περὶ λόγους ἔλαττον εἶναι τοῦ δέοντος νομίζειν.
この言葉が、その後の私のあらゆる大志に火をつけ、言論に関して自分が行うすべてが、本来あるべき水準に達していないと見なすようにさせた。
καὶ μέντοι καὶ ὕπαρ αὐτὸς ἐπεσφραγίσατο ὁ θεός.
そして実際に、神ご自身が目覚めているときにもこれに太鼓判を押された。
μετὰ γὰρ τὴν νύκτα ἐκείνην, ἣ τὸν ὄρθρον ἦγεν, εὐθὺς μελέτην ἐποιούμην, κατʼ ἀρχὰς ἔτι τῶν χρόνων ὥσπερ λέγω·
というのも、夜明けを導いたあの夜の後、私はすぐに練習を行ったが、これは私が言っているように、あの時期のまだ初期のことである。
καὶ οἱ παρόντες οὐδέν πω τοῦ ὀνείρατος προπεπυσμένοι, τῶν δὲ λόγων ἀκροώμενοι τότε πρῶτον, μάλιστα δὴ τοῦτο ἐπεσημήναντο τὸ ἀξίωμα.
そして、その場にいた人々はまだ夢については何もあらかじめ知らされていなかったが、その時初めて私の言論を聞いて、特にこの威厳を称賛した。
καὶ τοῦτο πλεῖστον ἦν αὐτοῖς τοῦ θορύβου.
そしてこれが彼らの最大の喝采の原因であった。
χρόνῳ δʼ ὕστερον εἰς τὸν Ῥώσανδρον φέρον τοιόνδε μοι γίγνεται.
その後、ロサンドロスに関連する次のようなことが私に起こった。
ἐδόκουν ἐν Διὸς Ὀλυμπίου χωρίῳ κατὰ δή τινα διατριβὴν ἤτοι πρὸς ἐμαυτὸν διανοηθῆναι
私はオリンピアのゼウスの神殿の境内に滞在しているときに、自分自身で考えるか、あるいは、誰かが私に示して説明しているように思われた。
§326ἤ τινα δεικνύναι μοι καὶ φράζειν ὡς ὁ Ῥώσανδρος δύναται δηλοῦν τὸν θεὸν, καὶ τὴν ἀπόδειξιν αὐτοῦ ποιεῖσθαι διὰ γραμμῆς τινος ὥσπερ οἱ γεωμέτραι, γράψαντα δύʼ ἑξῆς ὀνόματα ἐπὶ τῆς γῆς ἐξ ἴσου, τὸ μὲν Ῥώσανδρος, τὸ δὲ ἕτερον Θεόδοτος·
すなわち、ロサンドロスという名は神を指し示すことができる、と。 そしてその証明を、幾何学者のように一本の線を用いて行い、地面に二つの名前を同じ長さで並べて書いた。 一つはロサンドロス、もう一つはテオドトスである。
καί πως τοῦτο Θεοδώτης ἦν ἐν τῇ γραφῇ.
そしてどういうわけか、この名前は書き物の中ではテオドテスとなっていた。
σαφὲς δʼ εἶναι τοῦτό γε, ὡς ἄρα ὁ Θεόδοτος ὁ ἰατρὸς τὸν θεὸν δηλοῖ, ταυτὸν οὖν δύνασθαι καὶ τὸν Ῥώσανδρον, ἐπείπερ ἴσον γε Ῥώσανδρος καὶ Θεόδοτος.
そして、医師であるテオドトスが神を指し示すということは明らかであり、したがってロサンドロスも同じことを意味しうる。 なぜならロサンドロスとテオドトスは等しいからである。
τοσαῦτα μὲν περὶ τοῦ ὀνόματος ἐδήλωσε τοῦ Ῥωσάνδρου.
神はロサンドロスの名前についてこれほど多くのことを示された。
συνέβαινε δέ μοι λαμβάνοντι μὲν τὰ προβλήματα καὶ καθισταμένῳ πρὸς τὸν ἀγῶνα ἀπορεῖσθαι καὶ μόλις ἀναφέρειν, ἐπιλείποντος τοῦ πνεύματος, προϊόντι δὲ τῶν προοιμίων ῥᾷον ἴσχειν ἤδη καὶ ἀναπνεῖν οἵῳ τε εἶναι, καὶ προϊόντος ἀεὶ τοῦ λόγου δυνάμεως ἐμπίπλασθαι μετὰ κουφότητος, καὶ συνείρειν οὕτως ὥσθʼ ἕπεσθαι μόλις τοὺς ἀκροωμένους.
そして、私が課題を受け取って競いに取りかかるときには、息が切れて、途方に暮れ、かろうじて息を吐き出すという状態であったが、序論から先に進むにつれて、すでに状態が楽になり、息をすることができるようになった。 そして演説が進むにつれて常に、体が軽くなるとともに力に満たされ、聴衆がかろうじてついていけるほどに言葉を次々と紡ぎ出すのであった。
καὶ ἦν δὴ τὸ θέαμα κρεῖττον ἢ τὸ ἀκρόαμα γνώμην γʼ ἐμήν.
そして、私の意見では、その光景は聞くことよりも素晴らしいものであった。
ἐγένετο δὲ καὶ ἄλλοις ὀνείρατα ὑπὲρ ἐμοῦ φέροντα εἰς ταυτόν.
また、他の人々にも、私に関して同じ結果をもたらす夢が現れた。
τοῦτο μὲν Εὐάρεστος Κρὴς, τῶν ἐν φιλοσοφίᾳ διατριβόντων ἐλθὼν ἀπὸ Αἰγύπτου καθʼ ἱστορίαν τῶν περὶ τὸν θεὸν, γνώριμος καὶ συνήθης ἐμοὶ γεγονὼς ἐπὶ τῆς ἐν Αἰγύπτῳ διατριβῆς, ἔφη προστάξαι τὸν θεὸν αὑτῷ προτρέπειν ἐμὲ πρὸς τοὺς λόγους, ὡς παντὸς μᾶλλον ἐμοὶ προσήκοντος·
一つには、エジプトから神に関する探求のためにやって来た哲学の徒であるクレタ人のエウアレストスで、彼は私がエジプトに滞在していたときに親しくなったのであるが、彼が言うには、神が彼自身に、私を言論へと促すよう命じられた、それは何よりも私にふさわしいことだから、ということであった。
τοῦτο δὲ Ἑρμοκράτει Ῥοδίῳ ποιητῇ μελῶν ὄναρ γίγνεται, ὡς αὐτὸς ἔφη πρὸς ἐμὲ ὁ Ἑρμοκράτης.
もう一つには、ロドス出身の叙事詩詩人ヘルモクラテスに夢が現れた、とヘルモクラテス自身が私に語った。
ἐξελελοίπειν δʼ, οἶμαι, μίαν ἢ δευτέραν τινὰ ἡμέραν, ἔπειτʼ Ἀριστείδης ἀγανακτήσει καὶ φήσει τὸν στόμαχον ἀλγεῖν, οὐκ ἐθέλων λέγειν.
「私は一日か二日怠っていたと思う。 するとアリステイデスは腹を立てて、話したくないと言い、胃が痛いと言うだろう」と。
οὕτω μὲν ἁπανταχόθεν εἰς συνέχειαν κατέστη τὸ πρᾶγμα.
このようにして、万事があらゆる方向から継続性へと収束していった。
συνεκρότει δὲ καὶ προὐβίβαζε πολλαχῆ τὴν δύναμιν.
そしてそれは私の能力を多くの点で鍛え、前進させた。
τῶν τε γὰρ παλαιῶν ἀνδρῶν ἐν οἷς χρὴ διατρίβειν ἔφρασε, καὶ ποιητῶν λέγω καὶ τῶν ἄλλων, καί τινων καὶ καιρὸν ἔταξε τῆς χρήσεως·
神は、私が親しむべき昔の人々、すなわち詩人たちやその他の者たちを示し、ある者たちについてはその使用の時期をも定められた。
καί μοι πάντες οὗτοι μετʼ ἐκείνην τὴν ἡμέραν ἑταῖροι σχεδὸν ἐφάνησαν, τοῦ θεοῦ προξενήσαντος.
そして私にとって、これらすべての者たちが、あの日の後、神の紹介によって、ほとんど友人のように思われた。