Humanitext Reader

アイリオス・アリステイデス · 聖なる話 3 §311-312

サテュロスの処方による肺病とコロポンでの神託

2 / 6 箇所 · ギリシア語

要旨

アリステイデスは、ペルガモンの医師サテュロスに勧められた湿布を貼ったことでかえって激しい肺病の症状に苦しむが、コロポンでアスクレピオス神からペルガモンへの帰還を促す神託と夢を得て快復へと向かう。

§311πάλιν ἀπεσώθην καὶ τίνʼ ἐφεξῆς δίαιταν διῃτώμην ἀνάγκη παραλιπεῖν διὰ πλῆθος τῶν τε λόγων καὶ τῶν πραγμάτων.
私は再び救われ、その後どのような生活習慣を送ったかについては、言葉と事柄が多すぎるため、省略せざるを得ない。
ἑτέραν δὲ ἔξοδον ἐξῆλθον εἰς τὰ ὕδατα ἐν ἀκμῇ θέρους, καὶ προείρητο ἐπανήκειν εὐθέως λουσάμενον, κιννάμωμον κόψαντα καὶ πάσαντα τὸν τράχηλον κύκλῳ.
私は真夏に、温泉へと別の旅に出発した。 そして、湯浴みをした後、シナモンを砕いて首の周りに振りかけて、すぐに戻ってくるようにあらかじめ指示されていた。
τούτους αὖ σταδίους τετταράκοντα καὶ διακοσίους τὸ συναμφότερον ἤνυσα, πνίγους ὄντος θαυμαστοῦ, καὶ ῥᾷον ἤνεγκα τὸ δίψος ἤ τις ἂν ἐκ βαλανείου βαδίζων οἴκαδε.
私はこの往復あわせて二百四十スタディオンの距離を、驚くべき酷暑の中、踏破した。 そして、公衆浴場から家へと歩く者よりも容易に、その渇きを耐え抜いた。
αὖθις αὖ πέμπει με προστάξας πιεῖν ψυχρὸν, καὶ ἔπιον τὸ σύμπαν.
神は再び私に冷たい水を飲むよう命じて、私を送り出された。 そして私はそれをすっかり飲み干した。
καὶ ταῦτα μὲν εἰς τοσοῦτον τὸ νῦν εἶναι.
そして、これらのことは、さしあたりこれくらいにしておこう。
τὰ δʼ ἐν Λεβέδῳ συμβάντα, ἐπέμφθην μὲν ἀπὸ κατακλίσεως, ἣν ἐν Σωτήρων ἐγκατεκεκλίμην, αὐτοῦ καὶ τοῦτο ἐπιτάξαντος, οὕτως ἀπειρηκὼς ὥστʼ οὐδʼ ἐπὶ τῆς κλίνης οἴκοι εἶχον ἀνταρκεῖν.
レベドスで起こったことについては次の通り。 私は、ソテール神たちの神殿で参籠していた寝床から送り出されたが、これも神ご自身が命じられたことであった。 私は非常に消耗しており、自宅のベッドの上で耐え忍ぶことさえできなかったほどである。
καὶ ἦν δὴ ὁ ἰατρὸς Σάτυρος ἐν Περγάμῳ κατὰ τοῦτον τὸν χρόνον σοφιστὴς, ὡς ἐλέγετο, οὐ τῶν ἀγεννῶν.
そして当時、ペルガモンにはサテュロスという医師がおり、噂によれば、一流のソフィストであった。
οὗτος ἐμοὶ προσελθὼν κατακειμένῳ καὶ τοῦ τε θώρακος καὶ τῶν ὑποχονδρίων ἁψάμενος, ἐπειδὴ προϊόντος τοῦ λόγου τὰς καθάρσεις τοῦ αἵματος ἤκουσεν ὅσαι γεγόνασί μοι, τὸ μὲν αἷμα ἐπισχεῖν ἐκέλευε καὶ μὴ καταλύειν τὸ σῶμα·
この男は、横たわっている私のもとにやって来て、胸や脇腹に触れ、話が進むうちに私に生じた出血による浄化の回数を聞くと、血を止めて身体を衰弱させないようにと言い、「私はあなたに非常に軽くて単純な湿布を差し上げましょう。
ἐγὼ δέ σοι, ἔφη, δώσω τι κατάπλασμα πάνυ κοῦφον καὶ ἁπλοῦν, ὃ συνθεῖναι ἐπὶ τοῦ στομάχου καὶ τῶν ὑποχονδρίων, καὶ εἴσει δὴ ὁπόσον τι ὀνήσει.
それを胃と脇腹に当ててください。 そうすれば、それがどれほど役立つか分かるでしょう」と言った。
ταῦτα συνεβούλευε, κἀγὼ τὸ μὲν τοῦ αἵματος οὐκ ἔφην εἶναι κύριος οὔτε οὕτως οὔτʼ ἐκείνως ποιεῖν, ἀλλʼ ἕως ἂν ὁ θεὸς προστάττῃ ἀφαιρεῖν, ὑπακούσεσθαι καὶ ἑκὼν καὶ ἄκων, μᾶλλον δὲ οὐδέποτε ἄκων·
彼はこのように勧め、私は血のことに関しては、自分でどうこうする権限はないので、神が取り除くように命じられる限りは、好むと好まざるとにかかわらず、いや、決して嫌々ながらではなく従うつもりだと答えた。
τὴν δόσιν δὲ οὐκ ἔφυγον τοῦ Σατύρου, ἀλλʼ ἐφύλαττον λαβών·
しかし、私はサテュロスから与えられたものを拒まず、それを受け取って保管しておいた。
τὸ δʼ ἦν ἄρα οὐκ Ἀμαλθείας κέρας.
だが、それはやはりアマルテイアの角ではなかった。
ὡς δʼ εἰς τὴν Λέβεδον κομίζομαι καὶ μάλʼ ἀπροσδοκήτως καὶ ἀγαπητῶς διαγενόμενος, τοῦτο μὲν ἤδη πᾶν ἐδόκει κέρδος εἶναι.
しかし、私がレベドスへと運ばれ、まったく予期せず、またありがたいことに生き延びることができたとき、このこと自体がすでにすべて利益であると思われた。
ἐδεόμην δὲ συχνῆς τῆς βοηθείας, καὶ τοῖς ὕδασι μόλις τε καὶ πεφεισμένως ὡμίλουν.
しかし、私は頻繁な助けを必要としており、温泉は、かろうじて、また控えめにしか利用しなかった。
ἔδοξεν οὖν μοι τὸ τοῦ Σατύρου φάρμακον θεῖναι κατὰ τοῦ στομάχου τε καὶ τοῦ στήθους, ὥσπερ ὁ Σάτυρος παρηγγέλκει·
そこで私は、サテュロスが指示した通りに、彼の薬を胃と胸の上に当てることにした。
πάντως δὲ οὐδὲν μέγα ἐκβαίνειν τῆς θεραπείας τῆς παρὰ τοῦ θεοῦ.
いずれにせよ、神による治療から大きく外れることはないだろうと考えたからである。
εὐθὺς μὲν οὖν οὐ προσεῖτό με ἡ πρώτη προσβολὴ, ἀλλʼ ἐδόκει ψυχρότερον εἶναι·
すると、最初の塗布は私にすぐには馴染まず、むしろ冷たすぎるように思われた。
§312ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε.
それでも、私は辛抱強く耐え、もし時間の経過とともに何らかの効果があるならばと、薬に身を委ねることにした。
καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι.
そしてこのようにして、胸は恐ろしく冷え込み、激しく頻繁な咳が生じ、私は途方に暮れた。 そして神は、それが肺病であると示された。
καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ.
そして翌日、こめかみと顔の周囲全体が引きつり、顎は固く閉じ合わされ、かつてないほどに激しい苦痛があった。
ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας.
少し症状が和らいだとき、私は現在の状況についても、病気全体についても、コロポンの神の神託を求めるべきだと思いついた。
ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη.
コロポンはレベドスから遠くなく、ちょうど聖なる夜が近づいていた。
δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον.
これらのことが決定されたので、私はゾーシモスを派遣した。
ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ ἰήσεταί σε νοῦσον ἠδʼ ἀκέσσεται "Ἀσκληπιὸς, πόλισμα Τηλέφου κλυτὸν τιμῶν, Καίκου ναμάτων οὐ τηλόθεν.
夜が訪れると、ゾーシモスには私に関する次の神託が与えられた。 「汝の病を癒やし、治療するであろう、アスクレピオスが。 テレポスの名高き町を尊びつつ、カイコス川の流れから遠からぬ地にて。
" ἐμοὶ δὲ τῆς αὐτῆς νυκτὸς τάδε ἐγίγνετο, ὡς κεφαλαίων ἀπομνημονεῦσαι.
」一方、私には同じ夜、要点のみを思い起こすならば、次のようなことが起こった。
ἐδόκουν ἐπὶ τῆς πατρῴας ἑστίας εἶναι, ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν ἐπιγράμματα εἶναι τοιάδε·
私は父祖の炉端にいるように思われた。 そして、諸神の像がある壁には、次のような碑文が刻まれていた。
οἱ δεῖνες σωθέντες ἐκ τῶν ἐσχάτων θεοῖς πᾶσι χαριστήρια·
「誰それらは、極限の危機から救われ、すべての神々への感謝の捧げ物としてこれを捧げる。
καὶ ἐφαίνετο δὴ τῶν θυσιῶν ἴχνη.
」そして、犠牲式の跡が見えていた。
καὶ ἐμοὶ μέν γε ἡ ὄψις αὕτη τῆς συνεχείας τῶν θυσιῶν ἦρξεν, οὐ μᾶλλόν τι πρὸς τὸ ὄναρ ἀφορῶντι, ἀλλʼ ἅμα μὲν τοιαῦτʼ ἦν τὰ γιγνόμενα ἐκ τῶν θεῶν, ἅμα δʼ ἡ γνώμη οὕτω κατεσκευάσθη.
そして私にとって、この幻が絶え間ない犠牲式の始まりとなった。 それは私が夢を重視したからというよりもむしろ、一方で神々からそのような働きかけがあり、他方で私の心がそのように整えられたからである。
ἐκ δʼ οὖν τῆς Λεβέδου μετʼ εὐθυμίας ἀνεχωρήσαμεν, ἡνίκα ἐδόκει τῷ θεῷ, καὶ ῥᾳστώνης ἀπέλαυσα λόγου ἀξίας.
ともかく、私たちは神のおぼしめしのままに、喜びとともにレベドスを離れ、私は特筆に値するほどの快復を享受した。
ὃ δʼ εἶπον περὶ τῆς φθόης, ἐπεσημήνατο ὕστερον πρὸς τὸν νεωκόρον ὁ θεὸς, ὡς αὐτὸς ἐμοὶ διηγεῖτο ὁ Ἀσκληπιακὸς, οὐδὲν παρʼ ἐμοῦ προακηκοώς·
私が肺病について述べたことについて、神は後に神殿守に対してその旨を示された。 それはアスクレピアコス自身が私に語ったことであり、彼はあらかじめ私から何も聞いていなかった。
ἔφη γὰρ ἀκοῦσαι τοῦ θεοῦ λέγοντος ὡς ἄρα φθόην μὲν καὶ κατάρρουν περιῃρηκὼς εἴη μου, τὸν δὲ στόμαχον ἰῷτο.
というのも、彼は神が次のように言われるのを聞いたと語ったからである。 「私は彼の肺病とカタルを取り除き、彼の胃を治療しているのだ」と。
ἐν δὲ δὴ καὶ Νηρίτῳ τῶν τροφέων ἑνὶ τῶν ἐμῶν περὶ τὸν αὐτὸν μάλιστα χρόνον θαυμαστὰ οἷα ἐνεδείξατο.
また、ほぼ同じ時期に、私の養育者の一人であるネーリトスに対しても、神は驚くべき兆候を示された。
οἶμαι γὰρ δόξαι τὸν θεὸν αὐτῷ λέγειν ἅμα τῷ Τελεσφόρῳ γενόμενον, βλέποντα εἰς ἐμὲ, ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι, τὰ γὰρ ὄντα ἀπειρηκέναι·
というのも、神がテレスポロスを伴って現れ、私を見つめながら、「この男の骨を取り除き、腱を移植しなければならない。 今あるものは限界に達しているからだ」と語る夢を彼が見たと思うからである。
καὶ αὐτὸν μὲν δὴ ἐν παντὶ εἶναι καὶ ἀγωνιᾶν, ταῦτα
そして彼自身、ひどくうろたえ、苦悩していた、これらを……

語釈・文法注

  1. §311προείρητο ἐπανήκειν εὐθέως λουσάμενον, κιννάμωμον κόψαντα καὶ πάσαντα τὸν τράχηλον κύκλῳ — 非人称受動態の動詞 `προείρητο` に導かれる対格不定詞構文。不定詞 `ἐπανήκειν` の意味上の主語が対格(男性単数)であるため、それに付随する分詞 `λουσάμενον`, `κόψαντα`, `πάσαντα` も対格をとる。これは著者を指している。
  2. §311τὸ δʼ ἦν ἄρα οὐκ Ἀμαλθείας κέρας — 「アマルテイアの角(豊穣の角)」という神話的表現を用いた比喩。ここでは否定形 `οὐκ` を伴い、サテュロスから施された湿布が期待したような恵みをもたらすものではなく、むしろ後の病状悪化という災いをもたらしたことを皮肉交じりに表現している。
  3. §312δόξαν ταῦτα — 非人称動詞 `δοκεῖ` の対格中性複数を用いた「対格絶対」構文。「これらのことが決定されたので」という理由・状況を示す。
  4. §312ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι — 間接話法における伝聞を表す希求法 `δέοι`。夢の中での神のお告げを、ネーリトスから聞いた話として伝えているため、主節の過去時制(`δόξαι` / `ἐνεδείξατο`)に呼応して希求法が使われている。

この箇所を引用する

アイリオス・アリステイデス, 聖なる話 3 §311-312. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg025.humanitext-grc2:311-312

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。