§311πάλιν ἀπεσώθην καὶ τίνʼ ἐφεξῆς δίαιταν διῃτώμην ἀνάγκη παραλιπεῖν διὰ πλῆθος τῶν τε λόγων καὶ τῶν πραγμάτων.
我再次获获救。 此后我过着怎样的生活,由于言辞和事情太多,我不得不予以省略。
ἑτέραν δὲ ἔξοδον ἐξῆλθον εἰς τὰ ὕδατα ἐν ἀκμῇ θέρους, καὶ προείρητο ἐπανήκειν εὐθέως λουσάμενον, κιννάμωμον κόψαντα καὶ πάσαντα τὸν τράχηλον κύκλῳ.
在盛夏酷暑中,我踏上了前往温泉的另一次旅程,我被预先告知:沐浴后应立即返回,并要捣碎肉桂,将其撒在脖子的四周。
τούτους αὖ σταδίους τετταράκοντα καὶ διακοσίους τὸ συναμφότερον ἤνυσα, πνίγους ὄντος θαυμαστοῦ, καὶ ῥᾷον ἤνεγκα τὸ δίψος ἤ τις ἂν ἐκ βαλανείου βαδίζων οἴκαδε.
由于酷热惊人,我走完了这两百四十斯塔德的往返路程,而且我比那些从公共浴场走路回家的人更容易忍受口渴。
αὖθις αὖ πέμπει με προστάξας πιεῖν ψυχρὸν, καὶ ἔπιον τὸ σύμπαν.
神再次派遣我,命令我喝冷水,我把水全部喝了下去。
καὶ ταῦτα μὲν εἰς τοσοῦτον τὸ νῦν εἶναι.
至于这些事,目前就说到这里。
τὰ δʼ ἐν Λεβέδῳ συμβάντα, ἐπέμφθην μὲν ἀπὸ κατακλίσεως, ἣν ἐν Σωτήρων ἐγκατεκεκλίμην, αὐτοῦ καὶ τοῦτο ἐπιτάξαντος, οὕτως ἀπειρηκὼς ὥστʼ οὐδʼ ἐπὶ τῆς κλίνης οἴκοι εἶχον ἀνταρκεῖν.
至于在莱贝多斯发生的事:我当时被从我为了向拯救者神们求梦而躺下的卧榻上送走,这也是神亲自命令的,当时我极其衰竭,以至于在自己家里的床上也无法支撑。
καὶ ἦν δὴ ὁ ἰατρὸς Σάτυρος ἐν Περγάμῳ κατὰ τοῦτον τὸν χρόνον σοφιστὴς, ὡς ἐλέγετο, οὐ τῶν ἀγεννῶν.
那时,在佩尔加蒙有一位名叫萨蒂罗斯的医生,据说他是一位不凡的哲人。
οὗτος ἐμοὶ προσελθὼν κατακειμένῳ καὶ τοῦ τε θώρακος καὶ τῶν ὑποχονδρίων ἁψάμενος, ἐπειδὴ προϊόντος τοῦ λόγου τὰς καθάρσεις τοῦ αἵματος ἤκουσεν ὅσαι γεγόνασί μοι, τὸ μὲν αἷμα ἐπισχεῖν ἐκέλευε καὶ μὴ καταλύειν τὸ σῶμα·
这个人在我躺着时走近我,抚摸了我的胸部和两胁,在谈话过程中,当他听说我身上发生了多少次排血的净化后,便嘱咐我止住血,不要让身体垮掉。
ἐγὼ δέ σοι, ἔφη, δώσω τι κατάπλασμα πάνυ κοῦφον καὶ ἁπλοῦν, ὃ συνθεῖναι ἐπὶ τοῦ στομάχου καὶ τῶν ὑποχονδρίων, καὶ εἴσει δὴ ὁπόσον τι ὀνήσει.
他说:“我给你一种非常轻便而简单的贴药,你把它贴在胃部和两胁,你就知道它会带来多么大的益处。
ταῦτα συνεβούλευε, κἀγὼ τὸ μὲν τοῦ αἵματος οὐκ ἔφην εἶναι κύριος οὔτε οὕτως οὔτʼ ἐκείνως ποιεῖν, ἀλλʼ ἕως ἂν ὁ θεὸς προστάττῃ ἀφαιρεῖν, ὑπακούσεσθαι καὶ ἑκὼν καὶ ἄκων, μᾶλλον δὲ οὐδέποτε ἄκων·
”他这样建议,而我回答说,至于流血的事,我说了不算,不能自行决定这样做或那样做,只要神命令去除它,我就会服从,无论是自愿还是不自愿,或者说决不会是不自愿。
τὴν δόσιν δὲ οὐκ ἔφυγον τοῦ Σατύρου, ἀλλʼ ἐφύλαττον λαβών·
然而,我并没有拒绝萨蒂罗斯的给予,而是收下并保存了起来。
τὸ δʼ ἦν ἄρα οὐκ Ἀμαλθείας κέρας.
但这东西后来证明绝非丰饶之角。
ὡς δʼ εἰς τὴν Λέβεδον κομίζομαι καὶ μάλʼ ἀπροσδοκήτως καὶ ἀγαπητῶς διαγενόμενος, τοῦτο μὲν ἤδη πᾶν ἐδόκει κέρδος εἶναι.
当我被送到莱贝多斯,并且非常意外、庆幸地活了下来时,这一切本身已经似乎完全是赚到了。
ἐδεόμην δὲ συχνῆς τῆς βοηθείας, καὶ τοῖς ὕδασι μόλις τε καὶ πεφεισμένως ὡμίλουν.
但我需要频繁的帮助,对温泉的使用既艰难又克制。
ἔδοξεν οὖν μοι τὸ τοῦ Σατύρου φάρμακον θεῖναι κατὰ τοῦ στομάχου τε καὶ τοῦ στήθους, ὥσπερ ὁ Σάτυρος παρηγγέλκει· πάντως δὲ οὐδὲν μέγα ἐκβαίνειν τῆς θεραπείας τῆς παρὰ τοῦ θεοῦ.
因此,我决定按照萨蒂罗斯的吩咐,将他的药贴在胃部和胸部;我想,这无论如何也不会偏离神明所赐的治疗。
εὐθὺς μὲν οὖν οὐ προσεῖτό με ἡ πρώτη προσβολὴ, ἀλλʼ ἐδόκει ψυχρότερον εἶναι·
然而,第一次敷药并没有立即被我接受,反而显得太冷了。
§312ὅμως δὲ ἔδοξέ μοι διακαρτερεῖν καὶ παρέχειν τῷ φαρμάκῳ, εἰ ἄρα ἀλλὰ τῷ χρόνῳ τι ἀνύσειε.
尽管如此,我还是决定坚持下去,让自己适应这种药,看看随着时间的推移,它是否会有所成效。
καὶ οὕτω δὴ τό τε στῆθος ψύχεται ψύξιν δεινὴν καὶ βὴξ ἐπιγίγνεται πυκνή τε καὶ ἰσχυρὰ, καὶ ἀπορίᾳ εἰχόμην, καὶ ὁ θεὸς σημαίνει φθόην εἶναι.
就这样,我的胸部感到一阵可怕的寒冷,接着出现了频繁而剧烈的咳嗽,我陷入了困境,神也预示这是肺病。
καὶ τῆς ἐπιούσης οἱ κρόταφοι καὶ ὁ κύκλος τοῦ προσώπου ἅπας κατετείνετο, καὶ σιαγόνες συνεκέκλειντο καὶ θόρυβος ἦν εἴπερ ποτέ.
第二天,我的太阳穴和整个面部的轮廓都紧绷起来,下颌紧闭,出现了前所未有的痛苦。
ὡς δὲ ἐχάλασα μικρόν τι, ἐνθύμιον γίγνεταί μοι χρήσασθαι τῷ θεῷ τῷ ἐν Κολοφῶνι καὶ περὶ τῶν παρόντων καὶ περὶ πάσης τῆς ἀσθενείας.
当我稍有缓解时,我突然想到应该去科洛丰向那里的神明请示,关于目前的情况和整个病情。
ἀπέχει δὲ ἡ Κολοφὼν τῆς Λεβέδου οὐ πολὺ, καὶ ἡ νὺξ ἐτύγχανεν ἡ ἱερὰ ἐπικειμένη.
科洛丰距离莱贝多斯不远,而且当时恰好是圣夜临近。
δόξαν ταῦτα, πέμπω τὸν Ζώσιμον.
做此决定后,我派去了佐西莫斯。
ἐπελθούσης δὲ τῆς νυκτὸς τῷ μὲν Ζωσίμῳ γίγνεται τόδε τὸ μαντεῖον φέρον εἰς ἐμὲ
ἰήσεταί σε νοῦσον ἠδʼ ἀκέσσεται
"Ἀσκληπιὸς, πόλισμα Τηλέφου κλυτὸν
τιμῶν, Καίκου ναμάτων οὐ τηλόθεν.
夜幕降临后,佐西莫斯得到了以下关于我的神谕:“阿斯克勒庇俄斯将治愈并消除你的疾病,他尊崇特勒福斯那著名的城镇,该城距离凯科斯河的水流不远。
"
ἐμοὶ δὲ τῆς αὐτῆς νυκτὸς τάδε ἐγίγνετο, ὡς κεφαλαίων ἀπομνημονεῦσαι. ἐδόκουν ἐπὶ τῆς πατρῴας ἑστίας εἶναι, ἐν δὲ τῷ τοίχῳ οὗ τὰ ἕδη τῶν θεῶν ἐπιγράμματα εἶναι τοιάδε·
”而在同一天夜里,就我所能记起的要点而言,我发生了以下的事情:我似乎在祖先的炉边,在安放神像的墙壁上写着这样的铭文:“某某人从极度的危险中获获救,向所有的神明奉献谢恩祭品。
οἱ δεῖνες σωθέντες ἐκ τῶν ἐσχάτων θεοῖς πᾶσι χαριστήρια· καὶ ἐφαίνετο δὴ τῶν θυσιῶν ἴχνη.
”而且确实显现出祭祀的痕迹。
καὶ ἐμοὶ μέν γε ἡ ὄψις αὕτη τῆς συνεχείας τῶν θυσιῶν ἦρξεν, οὐ μᾶλλόν τι πρὸς τὸ ὄναρ ἀφορῶντι, ἀλλʼ ἅμα μὲν τοιαῦτʼ ἦν τὰ γιγνόμενα ἐκ τῶν θεῶν, ἅμα δʼ ἡ γνώμη οὕτω κατεσκευάσθη.
对我而言,这一景象开启了连续不断的祭祀,这倒不是因为我更看重梦境,而是因为一方面这是来自神明的旨意,另一方面我的心意也恰好被如此引导。
ἐκ δʼ οὖν τῆς Λεβέδου μετʼ εὐθυμίας ἀνεχωρήσαμεν, ἡνίκα ἐδόκει τῷ θεῷ, καὶ ῥᾳστώνης ἀπέλαυσα λόγου ἀξίας.
总之,当神认为合适的时候,我们便愉快地离开了莱贝多斯,我享受到了值得一提的缓解。
ὃ δʼ εἶπον περὶ τῆς φθόης, ἐπεσημήνατο ὕστερον πρὸς τὸν νεωκόρον ὁ θεὸς, ὡς αὐτὸς ἐμοὶ διηγεῖτο ὁ Ἀσκληπιακὸς, οὐδὲν παρʼ ἐμοῦ προακηκοώς·
至于我提到的肺病,神后来向庙祝做出了指示,正如阿斯克勒皮亚科斯本人向我讲述的那样,他之前完全没有从我这里听说过任何事情。
ἔφη γὰρ ἀκοῦσαι τοῦ θεοῦ λέγοντος ὡς ἄρα φθόην μὲν καὶ κατάρρουν περιῃρηκὼς εἴη μου, τὸν δὲ στόμαχον ἰῷτο.
因为他说他听到神说道,自己其实已经除去了我的肺病和卡他,正在治疗我的胃部。
ἐν δὲ δὴ καὶ Νηρίτῳ τῶν τροφέων ἑνὶ τῶν ἐμῶν περὶ τὸν αὐτὸν μάλιστα χρόνον θαυμαστὰ οἷα ἐνεδείξατο.
而且大约在同一时间,对于我的养育者之一内里托斯,神也示现了极其奇妙的事情。
οἶμαι γὰρ δόξαι τὸν θεὸν αὐτῷ λέγειν ἅμα τῷ Τελεσφόρῳ γενόμενον, βλέποντα εἰς ἐμὲ, ὡς ἄρα τούτου τά τε ὀστᾶ δέοι ἐξελεῖν καὶ νεῦρα ἐνθεῖναι, τὰ γὰρ ὄντα ἀπειρηκέναι·
因为我想,他梦见神与特勒斯福罗斯一同出现,注视着我,并对他说:必须将这个人的骨头取出并植入肌腱,因为现有的已经衰竭了。
καὶ αὐτὸν μὲν δὴ ἐν παντὶ εἶναι καὶ ἀγωνιᾶν, ταῦτα
他自己则陷入极度的慌乱和焦虑之中,这些……