§313ἀκούοντα περὶ ἐμοῦ, τὸν δὲ θεὸν φάναι παραμυθούμενον καὶ διδάσκοντα ὡς ἄρα οὐκ ἄντικρυς ἐκκόψαι τὰ ὀστᾶ οὐδὲ τὰ νεῦρα τὰ ὄντα ἐκτεμεῖν, ἀλλὰ δεῖν οἷον ἀλλοίωσίν τινα τῶν ὄντων γίγνεσθαι, οὕτω πολλῆς καὶ ἀτόπου δεῖν τῆς ἐπανορθώσεως.
私について聞いているときに。 しかし、神は彼を慰め、また教えながら語られたとのことである。 すなわち、骨を完全に切り出したり、今ある腱を切り取ったりせねばならぬというわけではなく、むしろ今あるものの、いわば一種の変質が生じる必要があるのだ、それほどに、大きく、かつ尋常でない矯正が必要なのだと。
καὶ δίδωσιν ἴαμα τῷ Νηρίτῳ φράζειν ἐμοὶ, τῆς ἡμέρας εἰς τρὶς ἐλαίῳ ἁλῶν οὐκ ἔχοντι·
そして神はネーリトスに、1日に3回、塩を含まないオリーブ油で私を擦るようにと、私に伝えるべき治療法をお与えになった。
καὶ ἐποίουν ἐξ ἐκείνου οὕτως, καὶ πειρωμένῳ συνέφερεν ἐπὶ τὸ βέλτιον.
それ以来、私はその通りに実行し、試してみると快方へと向かった。
ταυτὶ δὲ ἕτερα ἐπὶ τῆς πατρῴας ἑστίας συνέβη μοι, κατʼ αὐτὴν ἀκμὴν χειμῶνός τε καὶ ἅμα τῆς νόσου.
さて、次のような別の出来事が、冬の絶頂期、そして同時に病の絶頂期において、父祖の家で私に起こった。
κατεκείμην ἐπʼ ἀρίστῳ, καὶ ἐπῆλθε τῆς κεφαλῆς ἀλγήματα ἰσχυρὰ καὶ δεινὰ, καὶ τὸ πρόσωπον κατετείνετο, καὶ τὰ χείλη συνεκέκλειτο, καὶ ἦν ἀπορία πολλή.
私は昼食をとるために横になっていたが、頭に激しく恐ろしい痛みが襲いかかり、顔が引きつり、唇は固く閉じられ、大変な窮地に陥った。
συσπειραθεὶς δὲ ὡς εἶχον εἰσῇξα εἰς τὸ δωμάτιον οὗ κάθευδον, καὶ κατακλίνομαι ὅντινα δὴ τρόπον, καὶ πῦρ ἐπιγίγνεται πολὺ καὶ σφοδρόν·
私は身を丸めたまま、自分が眠っていた寝室へと駆け込み、どうにかこうにかして横たわると、非常に激しい高熱が襲ってきた。
καὶ ὅπως ἀναπνεύσαιμι οὐκ εἶχον, ἀλλʼ ἦν οἰμωγὴ τῆς τε μητρὸς καὶ τροφοῦ καὶ τῶν ἄλλων οἰκετῶν, καὶ ὅτε δὴ Ζώσιμος συνετετάρακτο, καί πως ἔνευσα τοῖς πλείοσιν ἔξοδον καὶ παρετετάγμην πρὸς τὸ συμβησόμενον.
そして、息をする術さえなかったが、母や乳母、その他の召使いたちの嘆き悲しむ声があり、そして、まさにゾーシモスがひどく狼狽したとき、私はどうにか、その多くの者たちに退出するよう身振りで合図し、起こるであろうことに対して覚悟を決めた。
καὶ δὴ μετὰ τοῦτο ἡλίου τε ἦν δύσις, ἢ καὶ ἔτι πορρωτέρω, καὶ ἐπιγίγνεται σπασμὸς ἐπὶ τῷ πυρετῷ οὔτε τις ῥητὸς οὔθʼ οἷον ἄν τις καὶ διανοηθείη, ἀλλʼ εἵλκετο πάσας ἕλξεις τὸ σῶμα, καὶ τὰ μὲν γόνατα ἄνω πρὸς τὴν κεφαλὴν ἐφέρετο, καὶ προσερρήγνυτο, τὰς δὲ χεῖρας οὐχ οἷόν τʼ ἦν κατέχειν, ἀλλʼ εἰς τὸν τράχηλον καὶ τὸ πρόσωπον ἐνέπιπτον·
そして実際、この後、日が沈むか、あるいはさらに遅い時間になって、熱に加えて痙攣が起こったが、それは言葉で言い表すことも、心に思い描くことさえできないほどのものであった。 身体はあらゆる方向に引っ張られ、両膝は頭の方へと上に引き上げられて激しく打ちつけられ、両手は抑えつけておくことができず、首や顔へと打ち当たった。
τὸ δὲ στῆθος ἔξω προεωθεῖτο καὶ τὸ νῶτον εἰς τοὔπισθεν ἀντεσπᾶτο ὥσπερ ἱστίον ἐξ ἀνέμου κεκυρτωκός.
胸は前へと突き出され、背中は風によって膨らんだ帆のように後ろへと引っ張られて反り返った。
ἠρέμει δὲ οὐδὲν τοῦ σώματος οὐδὲ μικρόν τι παρήλλαττε τοῦ κατὰ φύσιν, ἀλλʼ ἦν ἐπὶ πλεῖστον ἡ κίνησις καὶ ἡ τῶν ὀδυνῶν κατάτασις ἄρρητος, οὔτε σιωπᾶν ἐῶσα καὶ πρὸς τὴν φωνὴν ἔτι μεῖζον ἀπαντῶσα.
身体のどの部分も静止しておらず、自然な状態からほんの少し外れるどころではなかった。 むしろ、その動きは極限に達し、苦痛による引きつりは言葉に尽くせぬもので、沈黙することを許さず、また声を上げれば、さらに大きな痛みが襲いかかってくるのであった。
ταῦτα δʼ ἐγίγνετο καὶ εἰς μέσας νύκτας καὶ πρόσω μηδὲ μικρὸν ἀνιέντα·
これらのことは真夜中を過ぎてさらに更けるまで、少しも和らぐことなく続いた。
ἔπειτα τῆς μὲν ἀκμῆς ἀφεῖλέ τι, οὐ μὴν παντάπασί γε ἐπαύσατο.
その後、絶頂期からはいくらか和らいだが、完全に止まったわけではなかった。
ἐρίων δʼ ἦν θερμῶν ὑποβολή τε καὶ περιβολὴ συνεχὴς καὶ πυρίας πᾶσα ἰδέα, καὶ μόλις οὕτω διαγίγνομαι.
温かい羊毛を下に敷くことと絶え間なく包むこと、そしてありとあらゆる種類の温熱療法が行われ、私はかろうじてこのようにして生き延びた。
καὶ πρὶν ἡμέραν εἶναι, ἔθει τις ἰατρὸν καλῶν.
そして夜が明ける前に、誰かが医師を呼びに走った。
ἧκεν εἴτε δὴ τῆς ἐπιούσης εἴτε καὶ ἡμέρᾳ §314ὕστερον.
医師が来たのは、翌日だったか、あるいはさらにその翌日のことであった。
καὶ μεσημβρίας μοι δοκεῖν πάλιν προσβολή τις προσῄει, καὶ μετʼ οὐ πολὺ διεχώρει κάτω μέλαινα.
そして、正午頃に、私に思われるところでは、再び発作が襲い、それから間もなく、黒い便が下った。
καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία.
そして、便器に座っている私に、ひどい虚脱感と冷や汗と失神が襲いかかった。
καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν· τὸ δʼ οὐ τοιοῦτον ἄρα ἦν.
医師は慌てふためき、食べ物を与えることを求めたが、しかし、事態はそんなものでは全くなかった。
νύξ τʼ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ.
そして、まるで嵐の荒波の中にいるかのような夜が訪れ、私はかろうじて夢を見る程度の短い時間、眠りについた。
καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην·
すると私に、かつての養育者たちの家へと赴き、私が育てられた場所の近くにあるゼウスの像を拝むようにとの命令が下った。
καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο.
そしていくつかの声が聞こえ、私の思うに、哀願の仕方も詳しく指示されていた。
χιὼν δʼ ἦν οὐκ ὀλίγη καὶ δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον.
雪が少なからず積もっており、外出は極めて困難であったが、その小さな家は家から1スタディオン以上離れていた。
ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει.
私は馬にまたがって出発し、拝礼した。 そして、私が戻るか戻らないかのうちに、それらの症状はすべて治まっていた。
τὰ δʼ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο.
そして神は、呼吸困難を治療された後、直ちに首から上の症状、背中からの引きつり、そして典型的な後弓反張を、このような方法で治療された。
χρῆμα ἔφη βασιλικὸν εἶναι· χρῆναι δʼ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός.
(神は)それが宮廷の薬であり、それをある女性から受け取るべきだと言われた。
καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος.
そしてなぜかこの夢の続きとして、宮廷の使用人がテレスポロスの神殿と神像の近くに姿を現した。 彼は白い服をまとい、帯を締めており、アルテミスがいる扉のあたりで、伝令に先導されて外へと出て行った、王のためにその薬の残りを携えながら。
τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο.
おぼろげながら記憶している夢の内容は、大要このようなものであった。
ἐπεὶ δʼ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο.
その後、私が神殿に行き、テレスポロスの神像の周りを歩いていると、アスクレピアコスという名の神殿守がやって来て、神像の前にたまたま立っていた私に、私は自分が見た幻を彼に話し、その薬とは何であるか、あるいは誰がそれを使うのだろうかと尋ねた。
καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδʼ ὁδοῦ πολλῆς, ἀλλʼ ἐνθένδε σοι φέρω·
すると彼はそれを聞いて、いつものように驚き、こう言った。 「探す必要も遠出する必要もありません。 ここからお持ちしましょう。
κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν.
というのも、それはヒュギエイアの足元に置いてあるからです。 神殿が開くやいなや、テュケーがちょうど今そこに置いたばかりなのです。
ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν.
」なお、テュケーは名家の女性であった。
καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα· καὶ χρίομαι ὡς ἔτυχον προσεστώς.
そして、彼はヒュギエイアの像のところへ行ってその薬を持ってきて、私はそこに立ちながら、それを体に塗った。
ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος.
その薬の香りは驚くほど素晴らしく、その効果もすぐに現れた。
θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις.
私がそう言うよりも早く、あの引きつりが和らいだのである。
ἐρωτήσας δʼ ὕστερον τὸν
その後、私は……に尋ねると……