§308οὖν θέαν καὶ τότε, τοσαύτη δʼ ἦν τοῦ τε πηλοῦ καὶ τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἕρμαιον ἐποιησάμην προσδραμεῖν τῷ φρέατι, καί μοι τὸ ὕδωρ ἀντʼ ἄλλης ἀλέας ἤρκεσε.
それゆえ私は、その時もまた見ものを提供し、その泥と空気の冷たさは非常に厳しかったので、井戸へ走って行くことを棚ぼたの幸運と思うほどであり、水が私にとって他のどのような温もりよりも十分に温めてくれた。
καὶ ταῦτʼ ἐστὶ τὰ πρῶτα τοῦ θαύματος.
そしてこれが驚異の最初の出来事である。
τῇ δʼ ἐπιούσῃ νυκτὶ προστάττει τῷ τε πηλῷ πάλιν κατὰ τὰ αὐτὰ χρήσασθαι καὶ δραμεῖν κύκλῳ περὶ τοὺς νεὼς εἰς τρίς·
翌夜、神は私に再び同様に泥を用いること、そして神殿の周囲を3回走るように命じられた。
καὶ τοῦ βορέου τὸ χρῆμα ἀμύθητον ἦν καὶ ὁ κρυμὸς ἐπηύξητο, οὐχ οὕτως πυκνὴν εὗρες ἂν ἐσθῆτα ὥστε ἱκανὴν εἶναι στέγειν, ἀλλὰ διεξῄει καὶ προσέπιπτε ταῖς πλευραῖς ὥσπερ βέλος.
北風の激しさは言いようもなく、寒さは増しており、体を覆うのに十分なほど厚い衣服は見いだせないほどであったが、衣服を突き抜けて矢のように脇腹に突き刺さった。
τῶν οὖν ἑταίρων τινὲς ὡσπερεὶ παραμυθεῖσθαί με βουλόμενοι καὶ ταῦτα οὐδὲν δεόμενον ἔγνωσαν παρακινδυνεῦσαί τε καὶ μιμήσασθαι.
そこで、友人たちの一部は、あたかも私を慰めようとするかのように、しかも全くその必要はないのに、あえて危険を冒して私の真似をすることに決めた。
ἐγὼ μὲν δὴ χρισάμενος περιέθεον παρέχων τῷ βορέᾳ ξαίνειν εὖ καὶ καλῶς, καὶ τελευτῶν προσελθὼν πρὸς τὸ φρέαρ ἀπελουσάμην·
私の方は、泥を塗って走り回り、北風が十分に容赦なく私を叩くに任せ、最後には井戸に行って洗い流した。
τῶν δὲ ὁ μέν τις εὐθὺς ἀπεστράφη, ὁ δὲ σπασμῷ τε εἴχετο καὶ κομισθεὶς ὑπὸ σπουδῆς εἰς βαλανεῖον μετὰ πολλῶν πραγμάτων ἐξεθερμαίνετο.
しかし彼らのうち、ある者はすぐに引き返し、別の者は痙攣に襲われ、大急ぎで公衆浴場へ運ばれ、大騒ぎの末に体を温められた。
ἡμεῖς δὲ ἤδη τὸ μετὰ τοῦτο ἠρινὴν ἤγομεν ἡμέραν·
しかし私たちは、その後の時間を、すでに春の日であるかのように過ごした。
αὖθις δὲ χειμῶνος ὥρᾳ καὶ πάγου καὶ πνεύματος οἵου ψυχροτάτου κελεύει λαβόντα τοῦ πηλοῦ καὶ περιχεάμενον καθέζεσθαι εἰς τὴν αὐλὴν τοῦ ἱεροῦ, καλοῦντα Δία, θεὸν ὕπατον καὶ ἄριστον.
そして再び、冬の季節、氷と極寒の風が吹く中で、神は泥を取って体中に浴びせ、至高にして最善の神であるゼウスを呼び求めながら、神殿の庭に座っているようにと命じられた。
ἐγίγνετο καὶ ταῦτα ἐν πολλοῖς τοῖς θεαταῖς.
これもまた多くの見物人の前で行われた。
ὃ τοίνυν οὐδενὸς ἧττον ἐθαυμάσθη τῶν εἰρημένων, ὅτε γὰρ ἡ συνέχεια τῶν πυρετῶν ἦν ἡμέρας τετταράκοντα καὶ ἔτι πλείους, καί τινες καὶ τῶν λιμένων ἐπάγησαν καὶ τῆς πρὸς Ἐλαίᾳ θαλάττης ὅσον ἐκ Περγάμου κατιόντι ὁ αἰγιαλὸς ἐπέχει, τότε μοι προστάττει χιτωνίσκον ἐνδῦναι λινοῦν καὶ μηδʼ ὁτιοῦν ἄλλο, ἀλλʼ ἐν τούτῳ διακαρτερεῖν, καὶ προελθόντα ἐξ εὐνῆς ἀπονίψασθαι ἐπὶ τῆς κρήνης ἔξω.
さて、これまで述べられたことの中で何よりも驚嘆されたのは次のことである。 熱病の連続が40日以上も続いており、港のいくつかも凍りつき、エライアへと向かう海も、ペルガモンから下る者から見て海岸が広がっているあたりまで凍りついていたその時に、神は私にリネンのチュニックだけを身につけ、他には何一つ着ずに耐え忍び、ベッドから起きて外の泉で身を洗うようにと命じられたのである。
ἦν δʼ ἔργον τυχεῖν ὕδατος, ἀλλὰ πάντα ἐπεπήγει, καὶ ὁ κρουνὸς εὐθὺς ἀπεψύχετο ἐν αὐτῷ, καὶ οἷον κρυστάλλου τις αὐλὸς ἦν, καὶ ὅ τι δὲ ἐγχέαις θερμὸν, παραχρῆμα ἐπήγνυτο.
しかし水を手に入れることは一仕事であった。 というのも、すべてが凍りついており、蛇口はそこ自体で凍りついていて、まるで氷の管のようになっており、温かい水を注いでも、即座に凍りついたからである。
ὅμως δὲ τῇ τε κρήνῃ ὡμιλήσαμεν καὶ ὁ λινοῦς ἤρκεσε, καὶ πάντες μᾶλλον ἐρίγων, καὶ ἡ δίαιτα σχεδὸν ἡ πλείστη περὶ τὸ ἱερὸν ἠνύσθη μοι.
それにもかかわらず、私たちは泉を訪れ、リネンのチュニックだけで十分であり、周りの人々の方がより凍えていた。 そして私の療養生活のほとんど大部分は、神殿の周辺でやり遂げられた。
ἀδελφὰ δὲ τούτων καὶ αἱ τῶν χειμώνων ἀνυποδησίαι αἱ συνεχεῖς καὶ §309διὰ παντὸς τοῦ ἱεροῦ κατακλίσεις, ἐν ὑπαίθρῳ τε καὶ ὅπου τύχοι, καὶ οὐχ ἥκιστα δὴ ἡ ἐν τῇ ὁδῷ τοῦ νεὼ ὑπʼ αὐτὴν τὴν ἱερὰν λαμπάδα τῆς θεοῦ γενομένη.
これらと軌を一にするものとして、冬の間の絶え間ない裸足での歩行や、神殿のいたるところでの、露天下あるいはどこであれ適当な場所での横臥があり、とりわけ神殿への参道で、まさに女神の聖なる灯火のもとで行われた横臥がそうであった。
ἐφόρεσα δὲ καὶ ἱμάτιον χιτωνίσκου χωρὶς, οὐκ οἶδʼ ὁπόσας τινὰς ἡμέρας.
私はまた、チュニックなしで上着だけを、何日間だったか覚えていないが、身につけていた。
καὶ μὴν ὅσα αὖ ποταμοῖς, πηγαῖς, ἢ καὶ θαλάττῃ προσέταξε χρήσασθαι, ἢ πρότερον τούτων ἢ ὕστερον, τὰ μὲν πρὸς Ἐλαίᾳ, τὰ δὲ Σμύρνῃ, καὶ ἐν οἷστισι τοῖς καιροῖς ἕκαστα αὐτῶν, ἀμύθητα ἂν εἴη λέγειν.
さらにまた、これより前であれ後であれ、川や泉や海を利用するようにと神が命じられたすべてのこと、あるものはエライアで、あるものはスミュルナで、またそれぞれがどのような時期になされたかについては、語り尽くせないほどである。
ἀλλʼ ὅτʼ ἔναγχος εἰς τὴν Ἔφεσον ἀπέστειλε κατὰ τοὺς λόγους, ὕσθημεν καὶ παρὰ τὴν ὁδὸν πολλῷ, τῇ τρίτῃ τῶν ἡμερῶν, τὴν γὰρ δευτέραν αὐτὸς ἐπέσχε, καὶ συνέβη τὸ ὕδωρ εὐθὺς τότε γίγνεσθαι.
しかし、神が最近私をお告げに従ってエフェソスへ送り出されたとき、私たちは道中、3日目に激しい雨に見舞われた。 というのも、神自身が2日目には雨を控えさせ、水がその時すぐに降るようになったからである。
σχεδὸν δὲ οὐκ εἰς ἐκείνην ἔφερε μόνον τὰ φανθέντα, ἀλλὰ καὶ εἰς τὴν ἐπιοῦσαν, κἀγὼ προὔλεγον ταῦτα τοῖς σὺν ἐμαυτῷ.
そして、示された予兆はほぼその日だけではなく、翌日にも及んでおり、私は同行者たちにそのことをあらかじめ告げていた。
οἱ δὲ τὴν ἑτέραν ἔφερον τὴν τοῦ προϊέναι, ἄλλως τε καὶ τὴν σπουδὴν ὁρῶντες τῶν ἀνθρώπων ὡς εἶχον πρὸς ἡμᾶς.
しかし彼らは、もう一方の、前進するという意見を支持していた。 特に、人々が私たちに対して抱いていた熱意を目にしていたからである。
εἰσὶ γὰρ οἱ βαδίζοντες εἰς Πέργαμον τῶν θεωριῶν ἕνεκα, καὶ ὡς εἶδον ἡμᾶς, ἀνέστρεψαν εἰς τὴν Ἔφεσον δρόμῳ.
というのも、祭礼のためにペルガモンへ向かって歩いていた人々がいて、彼らは私たちを見ると、走ってエフェソスへと引き返したからである。
καὶ ταῦτα μὲν οὕτως εἶχεν.
これらはこのようであった。
ὑσθέντος δέ μου καὶ ἀγωνιῶντος οὐ πολλαῖς ὕστερον ἡμέραις ἐπειδὴ ἐν τῇ Ἐφέσῳ ἐγενόμην, ἐπιτάττει ψυχρὸν λουτρὸν, καὶ ἐλουσάμην ἐν τῷ γυμνασίῳ τῷ πρὸς τῷ Κορεσσῷ.
私が雨に打たれ、苦闘していた数日後、エフェソスに到着すると、神は冷水浴を命じられ、私はコレッソスに近いギムナシウムで入浴した。
οἱ δʼ ὁρῶντες οὐχ ἧττον τὸ λουτρὸν ἢ τοὺς λόγους ἐθαύμαζον·
それを見ていた人々は、私の言葉に劣らず、その入浴に驚嘆した。
τὰ δʼ ἀμφότερʼ ἦν παρὰ τοῦ θεοῦ.
そしてその両方とも、神からのものであった。