Humanitext Reader

アイリオス・アリステイデス · 聖なる話 2 §304-305

ローマへの過酷な冬の旅路と治療の苦難

8 / 10 箇所 · ギリシア語

要旨

著者は自らの病状がいかに過酷であったかを振り返り、冬の寒さの中ローマへと向かった過酷な旅路と、そこで悪化した病を治療するための恐ろしい医療措置、さらには海路での嵐の体験を語る。

§304δὲ νύκτες ἀνθʼ ἡμερῶν ἦσαν ἄγρυπνοι.
そして夜は昼に代わって、眠れぬ夜となった。
"τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; " οὐ γὰρ πεντάετες οὐδʼ ἑξάετες οὐκ ἀρκεῖ.
"τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;"「朽ちるべき死すべき人間のうち、誰がそれらすべてを語り尽くせようか」なぜなら、5年間でも6年間でも足りないからである。
ἀλλʼ οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο.
いや、その語りに要する時間は、おそらくそれらの出来事が実際に起こっていた期間に劣らず長いであろう。
εἰ δὴ ταῦτά τις προσλογίσαιτο καὶ σκέψαιτο ἐφʼ ὅσων καὶ οἵων τῶν παθημάτων καὶ ὁποίας τῆς περὶ ταῦτα ἀνάγκης εἰς θάλατταν καὶ ποταμοὺς καὶ φρέατα ἐκόμιζε, καὶ τῷ χειμῶνι μάχεσθαι προσέταττε, φήσει πᾶν ὡς ἀληθῶς περαιτέρω θαυμάτων εἶναι, καὶ τοῦ τε θεοῦ τὴν δύναμιν καὶ τὴν πρόνοιαν μειζόνως ὄψεται, κἀμοὶ συνησθήσεται τῆς τιμῆς ἣν ἐτιμώμην, καὶ οὐκ ἂν τῆς ἀσθενείας μᾶλλον συνάχθοιτο.
もし誰かがこれらのことをさらに考慮に入れ、どのような、そしてどれほど多くの苦痛の中で、またそれらに対するいかなる必然性の下で、[神が私を]海や川や井戸へと赴かせ、冬と戦うよう命じられたのかを熟考するならば、彼はすべてのことが本当に奇跡を超えていると言うであろうし、神の力と配慮をよりいっそう大いなるものとして見ることになり、また私が授かった栄誉を私とともに喜び、病苦をこれ以上嘆くことはないであろう。
πόθεν οὖν συνεσκευάσθη τοσοῦτον πρᾶγμα ἴσως ἄν τις ἀκοῦσαι δεηθείη.
それでは、これほど重大な事態がどのようにして引き起こされたのか、おそらく誰しも聞きたいと思うであろう。
τὸ δʼ ἐστὶ μὲν πέρα ἢ κατʼ Ἀλκίνου ἀπόλογον, πειράσομαι δέ πως ἐξ ἐπιδρομῆς εἰπεῖν.
それはアルキノオスの語りを超えるものであるが、どうにかかいつまんで話してみることにしよう。
ἐξῆλθον εἰς Ῥώμην χειμῶνος μεσοῦντος, κάμνων οἴκοθεν εὐθέως ἐξ ὑδάτων καὶ ψύξεως οὐδεμίαν τῶν παρόντων ὤραν ποιησάμενος, τῇ δʼ ἀσκήσει τοῦ σώματος πιστεύων καὶ τῇ περὶ πάντα ἀγαθῇ τύχῃ.
私は真冬にローマに向けて出発した。 家を出たときから、湿気と寒さのせいですでに病んでおり、目の前の状況に全く注意を払わず、身体の鍛錬とあらゆることに関する幸運を信じ切っていたのである。
καὶ προελθὼν ἄχρι Ἑλλησπόντου τό τε οὖς ἔκαμνον καθʼ ὑπερβολὴν καὶ τἄλλα οὐχ ὡς ἔτυχε διεκείμην, καὶ μικρόν τι ῥαΐσας τὸ πέρα προῄειν.
そしてヘレスポントスまで進んだとき、私は耳をひどく患い、全身の具合も尋常ではない状態にあったが、少し回復すると、さらに先へと進んだ。
μετὰ ταῦτα ὑετοὶ, πάγοι, κρύσταλλοι, ἄνεμοι πάντες·
その後は、雨、霜、氷、そしてあらゆる風に見舞われた。
Ἕβρος μὲν ἄρτι κεκομμένος, ὥστʼ εἶναι πλοίοις διαβατὸς, εἰ δὲ μὴ, πᾶς ἠπείρωτο ὑπὸ κρυστάλλου·
ヘブロス川は凍りついたばかりで、船で渡れる状態であったが、そうでなければ、すべてが氷によって陸地のようになっていた。
πεδία δὲ λιμνάζοντα ὅσον ὀφθαλμὸς ἐπεῖχε· καταγωγίων δὲ ἀπορία, καὶ πλέον ἐκ τῶν ὀροφῶν τὸ ὕδωρ ἢ ἐκ Διὸς ἔξω ῥέον·
平野は目に見える限り湖のようになっており、宿所には事欠き、屋根から漏れる水は外で天から降る雨よりも多かった。
καὶ τούτοις ἅπασιν ἔπειξις καὶ δρόμος παρὰ τὴν καθεστηκυῖαν ὥραν τε καὶ δύναμιν τοῦ σώματος.
そしてこれらすべての状況にあって、通常の季節や肉体の力を超えた急ぎ旅と強行軍が行われた。
οὔτε γὰρ οἱ τὰς ἀγγελίας κομίζοντες τῶν στρατιωτῶν ἡμᾶς γε παρῆλθον, ἵνα μηδὲν εἴπω πλέον, τῶν τε οἰκετῶν ἐπὶ σχολῆς ὡδοιπόρουν οἱ πλείους.
というのも、余計なことは言わないとしても、軍の急報を運ぶ兵士たちでさえ私たちを追い抜くことはできず、召使いたちの大部分は遅れて旅をしていたからである。
ἐγὼ δὲ καὶ τοὺς ἀγωγοὺς αὐτὸς ἀνεζήτουν, εἴ που δεήσειε, καὶ ἦν οὐδὲ τοῦτο ἀπὸ τοῦ ῥᾴστου γιγνόμενον.
私はまた、必要が生じたときには、私自身が案内人を捜し出さねばならず、これも極めて容易なことではなかった。
ἔδει γὰρ ὑποφεύγοντας οἷα βαρβάρους ἀνθρώπους ἕλκειν, τὰ μὲν πείθοντα, ἔστι δʼ ᾗ καὶ χειρούμενον.
というのも、彼らは野蛮人のように逃げ隠れするので、説得したり、時には力ずくで捕らえたりして連れてこなければ難しかったからである。
ἐκ δὴ τούτων ἁπάντων ἡ νόσος ᾔρετο.
これらすべてのことから、病は昂じていった。
καὶ τοῦτο μὲν περὶ τῶν ὀδόντων ἐν παντὶ κατέστην, ὥσθʼ ὑπεῖχον τὰς χεῖρας, ὡς ἀεὶ δεξόμενος.
そして一例を挙げれば、私の歯の状態は、常にそれらを受け止めるかのように手をあてがっていなければならないほどであった。
τροφῆς δὲ §305καὶ παντάπασιν ἀπεκεκλείμην, ὅτι μὴ γάλακτος μόνου·
また食物については、牛乳のほかには、まったく受け付けなくなっていた。
τοῦ τε ἄσθματος περὶ τὸ στῆθος ᾐσθόμην τότε πρῶτον καὶ πυρετοὶ κατέλαβον ἰσχυροὶ καὶ ἄλλα ἀμύθητα·
またその時、胸の息苦しさを初めて自覚し、激しい熱と、言葉に尽くせぬ他の症状に襲われた。
καὶ ἐκείμην ἐν Δέσσῃ πρὸς τῷ καταρράκτῃ, καὶ μόλις ἡμέρᾳ ἑκατοστῇ ὕστερον ᾗ ἐκινήθην οἴκοθεν ἐν Ῥώμῃ γίγνομαι.
そして私はデッサの滝の近くで伏せっており、家を出発してからちょうど百日目にようやくローマに到着した。
καὶ μετʼ οὐ πολὺ τὰ σπλάγχνα ᾠδήκει καὶ τὰ νεῦρα κατέψυκτο καὶ φρίκη διέθει διὰ παντὸς τοῦ σώματος καὶ τὸ πνεῦμα ἀπεκέκλειτο.
そして間もなく、内臓が腫れ上がり、腱が冷え切り、悪寒が身体中を走り抜け、呼吸が遮断された。
καὶ οἱ ἰατροὶ καθάρσεις προσῆγον καὶ πιὼν ἐλατήριον εἰς δύο ἡμέρας ἐκαθαιρόμην, ἕως εἰς αἷμα ἀπέσκηψε.
医師たちは下剤を投与し、私はエラテリオンを飲んで、二日間にわたり、血が排出されるまで下し続けた。
καὶ πυρετοὶ κατέλαβον καὶ πάντʼ ἦν ἄπορα ἤδη καὶ σωτηρίας οὐδʼ ἡτισοῦν ἐλπίς.
そして熱に襲われ、事態はすでに万策尽きて、救かる見込みは全くなくなった。
καὶ τέλος οἱ ἰατροὶ κατέτεμνον ἐκ τοῦ στήθους ἀρξάμενοι πάντα ἑξῆς ἄχρι πρὸς τὴν κύστιν κάτω·
そしてついに医師たちは、胸から始めて下は膀胱に至るまで、次々と皮膚を切り刻んだ。
καὶ ὡς ἀνθήψαντο αἱ σικύαι, παντάπασι τὸ πνεῦμα ἀπελήφθη, καὶ διῆλθεν ὀδύνη ναρκώδης καὶ ἄπορος φέρειν, καὶ πάντα αἵματι ἐπέφυρτο καὶ γίγνομαι ὑπεραλγεινός.
そして吸角が当てられると、呼吸は完全に奪われ、麻痺するような、耐え難い激痛が走り抜け、すべてが血にまみれ、私は極度の苦痛に陥った。
καὶ τῶν σπλάγχνων ᾐσθανόμην οἷον ψυχρῶν τε καὶ ἐκκρεμαμένων, καὶ τὸ τῆς ἀμηχανίας τῆς περὶ τὴν ἀναπνοὴν ἐπετάθη.
内臓は冷たくなってぶら下がっているかのように感じられ、呼吸困難の窮状はさらに悪化した。
καὶ τί χρὴ ποιεῖν οὐκ ἦν, καὶ γὰρ σῖτον αἱρουμένῳ καὶ διαλεγομένῳ μεταξὺ προσίστατο καὶ ἔδει πεπνῖχθαι δοκεῖν.
どうすべきか分からず、食事を摂ろうとするときも、話をしている最中にも、[何かが]喉に閊えて、窒息しそうに思われた。
καὶ ἡ ἄλλη τοῦ σώματος ἀσθένεια κατὰ λόγον τούτων ἦν.
身体の他の部位の衰弱も、これらに見合うものであった。
φάρμακα δὲ θήρειά τε καὶ ἄλλα παντοῖα τηνάλλως ἐδίδοτο.
解毒剤やその他のあらゆる薬が虚しく投与された。
ἐδόκει δὴ χρῆναι κομίζεσθαι οἴκαδε, εἴ πως εἴη διαρκέσαι.
どうにか持ちこたえることができるならば、家へ帰るべきであると思われた。
κατὰ γῆν μὲν οὖν ἄπορον ἦν, οὐ γὰρ ἔφερε τὸ σῶμα τὸν σεισμόν·
陸路は不可能であった。 身体が[乗り物の]揺れに耐えられなかったからである。
πλῷ δὲ ἐπεχειροῦμεν.
そこで私たちは船旅を試みた。
τῶν δʼ ὑποζυγίων τὰ μὲν ὑπὸ τῶν χειμώνων ἐτεθνήκει, τὰ δὲ περιόντα ἀπεδιδόμεθα.
荷獣たちのうち、あるものは冬の寒さで死んでおり、生き残ったものは売却した。
καὶ συμβαίνει τις Ὀδύσσεια, εὐθὺς μὲν ἐν τῷ Τυρρηνικῷ πελάγει ζάλη καὶ ζόφος καὶ λὶψ καὶ ταραχὴ τῆς θαλάττης ἀκατάσχετος, καὶ ὁ κυβερνήτης μεθῆκε τοὺς οἴακας, καὶ ὁ ναύκληρος καὶ οἱ ναῦται σποδὸν καταχεάμενοι σφᾶς τε αὐτοὺς ἀπῴμωζον καὶ τὸ πλοῖον.
そして、さながらオデュッセイアのような事態が生じた。 すぐさまティレニア海で暴風雨と暗闇、南西風、そして抑えがたい海の狂乱が生じ、舵手は舵柄を手放し、船主も船乗りたちも灰を頭からかぶって自分たちと船の運命を嘆き悲しんだ。
ἡ δὲ ἐπεισέρρει πολλὴ κατὰ πρῷραν καὶ κατὰ πρύμναν ἡ θάλαττα, καὶ κατεκλυζόμην τῷ τε ἀνέμῳ καὶ τοῖς κύμασι, καὶ ταῦτα ἐγίγνετο ἡμέραν καὶ νύκτα.
海は船首と船尾から大量に流れ込み、私は風と波に呑まれ、これが昼も夜も続いた。
μέσαι νύκτες σχεδὸν ἦσαν, ἡνίκα πρὸς τὴν Πελωρίδα ἄκραν
私たちがペロリス岬の近くに[達した]ときは、ほぼ真夜中であった。

語釈・文法注

  1. 304τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; — ホメロス『オデュッセイア』11巻328行のパロディ的引用。叙事詩方言の小辞 κεν(アッティカ方言の ἄν に相当)を伴う希求法(μυθήσαιτο)で、潜在(「誰が語り得ようか、いや誰も語り得ない」)を表す。
  2. 304οὐ γὰρ πεντάετες οὐδʼ ἑξάετες οὐκ ἀρκεῖ. — 二重否定のように見えるが、ギリシア語の規則に従い、先行する全体否定(οὐ)の後に強い個別否定(οὐδʼ)が続き、最後に再び否定(οὐκ)が重ねられることで、強い否定(「全く十分ではない」)を形成している。πεντάετες および ἑξάετες は中性名詞として主語の役割を果たす。
  3. 304οὐκ ἐλαττόνων ἴσως ἐστὶ χρόνων ἡ διήγησις ἢ ἐν ὅσοις τὰ πράγματα ἐγίγνετο. — 比較級 ἐλαττόνων に対する比較対象が、前置詞句を含む関係節 ἢ ἐν ὅσοις [χρόνοις]...(それらの出来事が起こった時間におけるよりも)となっている。χρόνων は「〜に要する(時間の)」という性質・所有の属格。
  4. 304ὥσθʼ ὑπεῖχον τὰς χεῖρας — ὥστε(ὥσθʼ)の後ろに直説法過去(ὑπεῖχον)が置かれ、単なる想定される結果ではなく、過去に「実際に生じた結果」であることを示している。
  5. 305ὅτι μὴ γάλακτος μόνου — ὅτι μή は「〜を除いては、〜以外には」を意味する慣用句。ここでは先行する否定表現(ἀπεκεκλείμην「遮断されていた」)と呼応し、部分属格の γάλακτος μόνου(牛乳だけ)を限定している。
  6. 305ἡνίκα πρὸς τὴν Πελωρίδα ἄκραν — 本チャンクの末尾。関係副詞 ἡνίκα(〜のとき)に導かれる節の動詞(例えば「近づいた」「達した」など)が、テキストの省略または欠損により現れていない。

この箇所を引用する

アイリオス・アリステイデス, 聖なる話 2 §304-305. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:304-305

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。