Humanitext Reader

アイリオス・アリステイデス · 聖なる話 2 §297-298

指輪の奉納とニガヨモギの夢の一致

4 / 10 箇所 · ギリシア語

要旨

アリステイデスは、神の命に従って指輪を切り取った指の代わりとして神殿に奉納した経緯を述べ、その後に彼と神殿番人フィラデルポスが体験した、ニガヨモギの服用に関する驚くべき夢の一致と神の親密な臨在の様子を詳述する。

§297ἐπιβόθρια, οὕτω γὰρ αὐτὰ προσεῖπεν, ἔδει δὲ ἄρα βόθρους ὀρύξαντα ἐπʼ αὐτῶν δρᾶσαι τὰ ἱερὰ οἷστισι δὴ καὶ ἔδει θεῶν·
「穴の上の儀式(エピボスリア)」、というのも神はそれらをそう呼んだからであるが、すなわち穴(ボスロイ)を掘り、その上で、しかるべき神々に対して聖なる儀式を執り行うことが必要であったのだ。
ἔπειτα ἀναστρέφοντα λαβόντα κέρματα διαβαίνειν τε τὸν ποταμὸν καὶ ἀπορρίπτειν, καὶ ἕτερʼ ἄττα, οἶμαι, πρὸς τούτοις ἐκέλευσε.
それから、引き返して、硬貨を受け取り、川を渡りつつそれを投げ捨てること、そして私の思うに、これらに加えて他にもいくつかのことを神は命じた。
μετὰ δὲ ταῦτα ἐλθόντα εἰς τὸ ἱερὸν θῦσαι τῷ Ἀσκληπιῷ τέλεια καὶ στῆσαι κρατῆρας ἱεροὺς καὶ νεῖμαι μοίρας ἱερὰς ἅπασι τοῖς συμφοιτηταῖς·
その後で、神殿に行き、アスクレピオスに完全なる犠牲を捧げ、神聖な混合甕(クラテール)を立て、全ての学友たちに神聖な取り分を分配すること。
δεῖν δὲ καὶ τοῦ σώματος αὐτοῦ παρατέμνειν ὑπὲρ σωτηρίας τοῦ παντός.
また、全体の救済のために、彼自身の体の一部を切り取る必要がある(と神は言った)。
ἀλλὰ γὰρ εἶναι τοῦτο ἐργῶδες, τοῦτο μὲν καὶ δὴ παριέναι μοι, ἀντὶ δὲ τούτου τὸν δακτύλιον ὃν ἐφόρουν περιελόμενον ἀναθεῖναι τῷ Τελεσφόρῳ, τὸ γὰρ αὐτὸ ποιεῖν ὥσπερ ἂν εἰ τὸν δάκτυλον αὐτὸν προείμην, ἐπιγράψαι δὲ εἰς τὴν σφενδόνην τοῦ δακτυλίου, Κρόνου παῖ· ταῦτα ποιοῦντι σωτηρίαν εἶναι.
しかし、これは困難なことであるので、これを私に免除し、その代わりに、私がはめていた指輪を取り外してテレスポロスに捧げること、というのも、それは指そのものを差し出すのと同様の効果を持つからである、そして指輪の台座(ベゼル)に「クロノスの子よ」と刻むこと、これを行う者には救いがある、と。
τὸ δὴ μετὰ τοῦτο ἔξεστιν εἰκάζειν ὅπως διεκείμεθα, καὶ ὁποίαν τινὰ ἁρμονίαν πάλιν ἡμᾶς ἡρμόσατο ὁ θεός.
この後のことについては、私たちがどのような状態にあったか、また神がいかなる調和へと再び私たちを調律してくださったかを、推測することができよう。
σχεδὸν γὰρ ὥσπερ ἐν τελετῇ περὶ πάντα ταῦτα διήγομεν, παρεστώσης ἅμα τῷ φόβῳ τῆς ἀγαθῆς ἐλπίδος.
なぜなら、恐れと同時に良き希望が寄り添う中で、私たちはこれら全てのことを、ほとんど秘儀(伝授式)におけるかのように過ごしたからである。
ἀκόλουθα δὲ τούτοις καὶ εἰς ταυτὸν φέροντα καὶ τὰ χρόνῳ ὕστερον γενόμενα, ἐξ ὧν τὸ ἀψίνθιον ἔπιον.
これらに従い、かつ同じ結果をもたらしたのが、後になって起こった出来事であり、それによって私はニガヨモギを飲むことになった。
ὅτι μὲν δὴ τῷ παντὶ φρικωδέστερον καὶ ἐναργέστερον αὐτὰς τὰς ὄψεις καθαρὰς διηγεῖσθαι δῆλον, ἀνάγκη δὲ ἐπὶ τῶν πλείστων χρῆσθαι τῇ ὑποθέσει ᾗπερ ἐνεστησάμην, καὶ κεφάλαια ἐπιτρέχειν, ὅπως ἂν ἀπαντᾷ τῷ λόγῳ.
その幻影自体を純粋に語る方が、はるかに身の毛もよだつような、また極めて鮮明なものであることは明らかであるが、大抵の場合、私が自らに課した前提に従い、話の流れに合うように要点をかいつまんで進む必要がある。
ἦν Φιλάδελφος τῶν νεωκόρων ἅτερος·
神殿の番人の一人にフィラデルポスという者がいた。
τούτῳ γίγνεται τῆς αὐτῆς νυκτὸς ὄψις ὀνείρατος ἥπερ κἀμοὶ, μικρὰ δέ πως παρήλλαττεν.
彼に、同じ夜、私と同じ夢の幻影が現れたが、それはほんの少しだけ異なっていた。
ἐδόκει ὁ μὲν Φιλάδελφος, τοσαῦτα γὰρ οὖν ἔχω διαμνημονεῦσαι, ἐν τῷ θεάτρῳ τῷ ἱερῷ πλῆθος ἀνθρώπων εἶναι λευχειμονούντων καὶ συνεληλυθότων κατὰ τὸν θεὸν, ἐν δʼ αὐτοῖς ἑστῶτα ἐμὲ δημηγορεῖν τε καὶ ὑμνεῖν τὸν θεὸν, ἄλλα τε δὴ λέγοντα παντοῖα καὶ ὡς παρατρέψειέ μου τὰς μοίρας πολλαχῆ μὲν καὶ ἄλλῃ, ἔναγχος δὲ ὅτε καὶ ἀψίνθιον προσευρὼν προστάξειε πιεῖν ὄξει διειμένον, ὡς μὴ δυσχεράναιμι.
フィラデルポスには――というのも、私はこれほど多くのことを記憶しているからだが――神聖な劇場に、白い衣をまとった群衆が神のために集まっており、彼らの中に立っている私が民衆に向けて演説し、神を賛美しており、他にも様々なことを語り、神が私の運命を多方面に、また別の仕方で転換されたこと、そして最近では、ニガヨモギを見出されて、私が嫌がらないようにと酢で薄めて飲むように命じられたことなどを語っているように思われた。
καί τινα κλίμακα, οἶμαι, ἐξήγγελλεν ἱερὰν καὶ παρουσίαν καὶ δυνάμεις τινὰς τοῦ θεοῦ θαυμαστάς.
また、彼は神聖な梯子、そして神の臨在と驚くべき力をいくつか告げていたと思う。
ταῦτα μὲν ὁ Φιλάδελφος §298ἐδόκει· ἐμοὶ δὲ αὐτῷ τοιάδε ἐγίγνετο.
これらがフィラデルポスに思われたことであり、一方、私自身には次のようなことが起こっていた。
ἐδόκουν ἐν τοῖς προπυλαίοις ἑστάναι τοῦ ἱεροῦ, συνειλέχθαι δὲ καὶ ἄλλους πολλούς τινας, ὥσπερ ἡνίκα ἂν τὸ ἱερὸν καθάρσιον γίγνηται, εἶναι δὲ λευχείμονάς τε καὶ τἄλλα πρέποντα τῷ σχήματι.
私は神殿の前門(プロピュライア)に立っているように思われ、神殿の浄めの儀式が行われる時のように、他の多くの人々も集まっており、彼らは白い衣をまとい、その佇まいにふさわしい様子であった。
ἐνταῦθα δὴ ἄλλας τε φωνὰς ἠφίειν εἰς τὸν θεὸν καὶ δὴ καὶ μοιρονόμον προσεῖπον αὐτὸν, ὡς τὰς μοίρας τοῖς ἀνθρώποις διανέμοντα.
そこで私は神に向けて様々な言葉を発し、特に彼を「運命の分配者(モイロノモス)」と呼び、人々に運命を分配する者とした。
ὡρμᾶτο δέ μοι τὸ ῥῆμα ἀπὸ τῶν εἰς ἐμαυτόν.
そして、その言葉は私自身に起こった事柄から発したものであった。
κἀπὶ τούτοις ἦν τὸ ἀψίνθιον ὅντινα δὴ τρόπον δηλωθὲν, ἐδηλώθη δὲ ὡς ἐναργέστατα, ὥσπερ οὖν καὶ μυρία ἕτερα ἐναργῆ τὴν παρουσίαν εἶχε τοῦ θεοῦ.
そして、これらに続いて、ニガヨモギが何らかの形で示されたが、それは極めて明白に示され、神の臨在を示す他の無数の出来事と同様に鮮明であった。
καὶ γὰρ οἷον ἅπτεσθαι δοκεῖν ἦν καὶ διαισθάνεσθαι ὅτι αὐτὸς ἥκοι καὶ μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρσεως καὶ βούλεσθαι ἐκβλέπειν, καὶ ἀγωνιᾶν μὴ προαπαλλαγείη, καὶ ὦτα παραβεβληκέναι καὶ ἀκούειν, τὰ μὲν ὡς ὄναρ, τὰ δὲ ὡς ὕπαρ, καὶ τρίχες ὀρθαὶ καὶ δάκρυα σὺν χαρᾷ καὶ γνώμης ὄγκος ἀνεπαχθὴς, καὶ τίς ἀνθρώπων ταῦτά γʼ ἐνδείξασθαι λόγῳ δυνατός;
というのも、まるで神に触れるかのようであり、神自らが来られたことをはっきりと感じ取り、睡眠と覚醒の中間にあって、目を開けて見ようとし、神が立ち去ってしまわないかとやきもきし、耳をそばだてて聞き、あることは夢のように、あることは現実のように感じられ、髪は逆立ち、喜びとともに涙が流れ、誇らしくも重苦しくない精神の高揚を感じたからである。 人間のうち誰が、これらをおのれの言葉で表現できようか。
εἰ δέ τις τῶν τετελεσμένων ἐστὶ, σύνοιδέ τε καὶ γνωρίζει.
しかし、もし(秘儀に)参入した者がいるならば、その者は(この経験を)共感し、理解するであろう。
ὀφθέντων δὲ τούτων, ἐπειδὴ ἕως ἐγένετο, καλῶ τὸν ἰατρὸν Θεόδοτον·
これらのものが見えた後、夜が明けるとすぐに、私は医師テオドトスを呼んだ。
καὶ ὡς ἧκε, διηγοῦμαι τὰ ὀνείρατα.
そして彼が来ると、私はこれらの夢を語った。
ὁ δʼ ἐθαύμαζε μὲν ὡς εἶχε δαιμονίως, ἠπόρει δὲ ὅ τι χρήσοιτο, χειμῶνός τε ὥρᾳ καὶ ἅμα τὴν ἄγαν ἀσθένειαν τοῦ σώματος δεδιώς·
彼はそれが不思議なほど神的であることに驚嘆したが、冬の季節であることと、私の体の極度の衰弱を恐れるあまり、どう対処すべきか途方に暮れた。
μηνῶν γὰρ ἤδη συχνῶν ἐκείμην ἔνδον.
というのも、私はすでに何ヶ月もの間、病床に伏していたからである。
ἔδοξεν οὖν ἡμῖν οὐ χεῖρον εἶναι μεταπέμψασθαι καὶ τὸν νεωκόρον τὸν Ἀσκληπιακὸν, ᾤκουν δʼ ἐν αὐτοῦ κατʼ ἐκεῖνον τὸν χρόνον, καὶ ἅμα εἰώθειν κοινοῦσθαι τὰ πολλὰ τῶν ἐνυπνίων αὐτῷ.
そこで私たちは、アスクレピオス神殿の番人をも呼び出すことが得策であると考えた。 当時私は彼の家に住んでおり、また夢の多くを彼に相談する習慣があったからである。
ἧκεν ὁ νεωκόρος·
番人がやってきた。
καὶ οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν·
私たちが彼に話しかけ始めるやいなや、彼の方が私たちに語り始めた。
ἄρτι, ἔφη, ἥκω παρὰ τοῦ συννόμου, τὸν Φιλάδελφον λέγων, αὐτὸς δέ με καὶ ἐκάλεσεν·
「たった今、同僚(同室者)のところから来たのです」と彼は言い、フィラデルポスのことを指していた。 「彼自身が私を呼んだのです。
εἶδε γὰρ νυκτὸς ὄψιν θαυμαστὴν σοὶ διαφέρουσαν.
というのも、彼は夜、あなたに関わる驚くべき幻影を見たからです」。
καὶ οὕτω διηγεῖτο μὲν ὁ Ἀσκληπιακὸς ἃ εἶδεν ὁ Φιλάδελφος, ἐπιδιηγεῖται δὲ αὐτὸς ὁ Φιλάδελφος ὑφʼ ἡμῶν κληθείς.
このようにして、アスクレピオス神殿の番人はフィラデルポスが見たものを語り、その後、私たちの呼び出しに応じてフィラデルポス自身が重ねてそれを語った。
ὡς δὲ συνέβαινε τὰ ὀνείρατα, ἐχρώμεθα ἤδη ἰάματι, καὶ ἔπιον δὴ ὅσον οὐδείς πω πρόσθεν, καὶ τῆς ὑστεραίας κατὰ τὰ αὐτὰ ἐπισημήναντος τοῦ θεοῦ.
そして、それらの夢が一致していたので、私たちはただちに治療を施し、私はかつて誰も飲んだことがないほどの量を飲んだ。 そして翌日も神は同じように兆候を示された。
καὶ τὴν μὲν ῥᾳστώνην τὴν περὶ τὴν πόσιν ἢ ὅσον ὤνησε τί τις ἂν λέγοι;
その服用による安らぎ、あるいはそれがどれほど有益であったかについて、誰が語り尽くせようか。
ὅθεν δʼ οὖν ὁ λόγος οὗτος ὡρμήθη, τὰ γὰρ τῶν μοιρῶν ὡς κατεστήσατό μοι, πρὸς πολλοῖς ἄλλοις
ともあれ、この話が始まった発端、すなわち神が私のために運命の事柄をどのように定められたかについては、他の多くのことに関連して…

語釈・文法注

  1. §297δεῖν δὲ καὶ τοῦ σώματος αὐτοῦ παρατέμνειν ὑπὲρ σωτηρίας τοῦ παντός. — 不定詞 `δεῖν` は、前の `ἐκέλευσε` または直前の神託の言葉(間接話法)に依存している。`τοῦ σώματος αὐτοῦ` の `αὐτοῦ` は主語(アリステイデス自身)を指す属格、`παρατέμνειν` は「(肉の一部を)切り取る」という意味である。全体の健康(σωτηρίας τοῦ παντός)のために肉体の一部を自傷・切除することを神が求めたという、文脈上極めて重要かつ衝撃的な指示を表している。
  2. §297τὸ γὰρ αὐτὸ ποιεῖν ὥσπερ ἂν εἰ τὸν δάκτυλον αὐτὸν προείμην — `ὥσπερ ἂν εἰ` は反実仮想の条件文(εἰ + 希求法 / 直説法過去)に `ἄν` が伴ったものが、帰結節の動詞を省略して定型化した表現。ここでは「もし私自身が指そのものを差し出すとしたらそうなるであろうのと、同じ効果を持つ」という意味。指輪の献納が、肉体の一部(指)の切除の代替行為であることを論理的に説明している。
  3. §298οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν — `οὐ φθάνω` + 分詞 + `καί` + 直説法 の構文で、「主語が〜するやいなや、〜した」という即時・同時性を表す(ここでは `οὐκ ἔφθημεν ... ἀρξάμενοι ... καὶ ὃς ἄρχεται`)。さらに `καὶ ὃς` の `ὃς` は関係代名詞が指示代名詞(「そして彼が」)として機能する古典期の慣用的用法である。

この箇所を引用する

アイリオス・アリステイデス, 聖なる話 2 §297-298. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg024.humanitext-grc2:297-298

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。