§266νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν.
「それゆえ彼らは、滅び去ったその時に、まさに救われたのである」と。
ἀλλʼ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν·
しかしともあれ、彼(テミストクレス)は祖国を奪われた状態でこれらのことを言ったと伝えられている。
ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα.
これに対して我々にとっては、祖国の回復と同時に、富、装飾、栄誉、そして建設者であり助言者でもある皇帝たち、これらすべてが、最も美しいものとして一堂に会したのである。
ἆρʼ οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δʼ ἐξ ὧν οἰκίζεται μνήμην ἀθάνατον ποριζούσης;
これらは、彼らの不敗の運命と、この都市の良き運命によるものであると言うべきではないか。 その運命は、一方にはその建城と業績によって、他方にはそれが再建されることによって、不滅の記憶をもたらすのである。
οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστʼ οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτεπάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλʼ ἀντὶ τοῦ πρέσβεις παρʼ ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν· ἃ μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτʼ ἀξιοῦντες ψηφίσασθαι.
彼らはまことに並外れており、自発的に再建へと赴くだけでは十分でないと考え、我々からの使節を待つ代わりに、みずからが我々のために本国の元老院に対する使節となり、我々のうち誰も求める勇気を持てなかったであろうことを、可決するよう求めたのである。
ἆρʼ οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετʼ εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέπουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς Σμύρνης ἃ προσῆκεν;
これらによって、すべての哀悼と、各人の私的な、また共通の困難に関するすべての記憶は拭い去られ、その代わりに、喜びと賛辞、そして将来への希望に基づき今こそ、かつてないほどに生きることへの希求が導入されたのではないか。 また、神々、皇帝たち、そして第一人者たちの国政行為を喜んで受け入れ、スミュルナにふさわしい義務を心に留めた合唱隊に対する、ふさわしい感謝もまた導入されたのではないか。
ἄξιον τοίνυν, ὦ ἄνδρες Ἕλληνες, καὶ τοῦ καθʼ ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδείξασθε.
それゆえ、ギリシアの諸君、同胞である諸君の側の役割についても今や言及することは価値がある。 諸君がこれらに呼応して行動し、古くからこの都市に対して抱いていた好意をきわめて明白に示したことについて。
μάθοι δʼ ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς.
ギリシア人の最初の、そして最も古い都市、すなわちアテナイの都市が、災難に際してどのような態度をとったかを調べるなら、誰もがそれを知ることができるであろう。
καὶ οὐ καθαιρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γενοίμην φιλόπολις, ἀλλʼ ἅμα τούς τε πολίτας παραμυθεῖσθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς §267ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν.
そして私は、かの都市を貶めるつもりでこれらを言っているのではない(私がそれほど過度に自国愛に溺れることがないように)。 むしろ、市民を慰めることと同時に、あらゆる危機にあっても良好に推移することがこの都市の特質であり、言わば幸運な運命という遺産であることを、今ここにいる人々に示すことを望んでいるのである。
ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆμον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι· τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι· ἀλλʼ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν·
さて、彼らが船を奪われ、城壁を奪われ、支配権全体を奪われ、民衆が祖国からの亡命者となることを余儀なくされるまでに至ったとき(その間にあった数々のことは沈黙しておこう)、そのように災難に遭った彼らに対して、ファルサロス、アルゴス、テーバイを除いては、誰も、彼らが全時代を通じて施した恩恵に対する大なり小なりの感謝を示すことはなかった。
οὐδʼ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο.
かの都市が民族の支柱として知られていたにもかかわらず。
οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρʼ ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι.
しかし、私が言及したこれらの都市は、亡命者を受け入れ、彼らの引き渡しを要求する者たちに抵抗することによって、すべてに超越するあの都市に対して恩義を施した。 神託が言うには、その都市には幸運が宿っているのである。
φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν·
さあ、我々の都市の状況も調べてみよう。 彼女を愛する者の誰も、どこかで恥じる必要がないように。
ἣ μέχρι μὲν τούτων τῶν χρόνων οἷον πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτʼ ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατριβῆς·
彼女は、これまでの時代まで、美の模範的な都市としてそびえ立ち、陸から、また海から入港する人々を、一見しただけでたちまち魅了し、内部に入った者には最も美しいものを示し、目も飽きることがなく、時を過ごすのにも飽きることがないようなものを供していた。
ἃ νῦν ἀπέραντον ἂν εἴη καταλέγειν.
それらを今列挙することは果てしないことであろう。
ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως·
しかし、他方の運命をも経験せねばならなくなったとき、支配者たちが熱心に努めようとしたことについては、先ほど詳しく述べた。
ἀλλʼ ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο;
しかし、同等の地位にある諸君の間では、あらゆることのうち何が起こらなかっただろうか。
οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μήκιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πανηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐτὴν, ὡς ἕκαστος εἶχε δυνάμεως;
都市ごとに嘆きが起こり、合同の会議においては人々が声を大にして叫び、この都市を自分の祖国のように慕い、祝祭の中止を求め、それぞれが持つ力に応じて彼女のために演説を行ったのではないか。
ὥσπερ γὰρ κοινοῦ πτώματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε.
アジア全体の共通の崩壊が起こったかのように、諸君はそのような思いを抱いていたからである。
ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα;
しかし、実際の行動による援助については、これまでにギリシア人の間でこのようなことが起こったと、誰が記憶しているだろうか。
ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ
現地に留まる人々に対しては、陸からも海からも、あらゆる場所から物資が届き、また、双方の最大の都市たちの間で競争と熱意が生まれ、彼らを自分たちのもとへ招き入れ、かつ――