§268ὀχήματα καὶ πορείας ἐπιπεμπόντων, ἔτι δʼ οἰκήσεις καὶ συνεδρίων κοινωνίας καὶ πάσας ἀφορμὰς παρασκευαζόντων, ὥσπερ γονεῦσιν ἢ παισὶν αὑτῶν, παραπλήσιά τε τῶν μεγέθει μὲν ἀπολειπομένων, προθυμίας δὲ καὶ τιμῆς οὐδὲν ἐλλειπόντων.
乗り物や移動手段を送り届け、さらに住居や集会をともにする場、そしてあらゆる支援の手立てを、まるで自分たちの親や子供に対するかのように用意してくれた。 また、規模においては及ばないものの、熱意と敬意においては何ら劣ることのない者たちも、同様の支援を行った。
τίς γὰρ οὐχ ἕρμαιον ἑαυτοῦ ἐποιήσατο;
誰がこれを自分にとっての予期せぬ幸運としなかっただろうか。
τίς γὰρ οὐχ εὑρίσκεσθαι μᾶλλον ἢ τίθεσθαι ταύτην χάριν ᾠήθη, δέξασθαι συνοίκους τοὺς τοσοῦτον πρωτεύσαντας;
これほどまでに傑出した人々を同居人として受け入れることを、恩恵を施すことというよりは、むしろ自らが恩恵を受けることだと、誰が考えなかっただろうか。
χρημάτων τοίνυν συντέλειαν καὶ πρὸς τὰ μέλλοντα ὑποσχέσεις ἀφʼ ἑκατέρας τῆς ἠπείρου καὶ πολλὰς ἄλλας φιλανθρωπίας εἰς δύναμιν τὴν ἑκάστων γενομένας τίς ἂν ἐκπεράνειε διηγούμενος;
それゆえ、両大陸からの資金の醵金や将来の約束、そしてそれぞれの能力に応じてなされた他の多くの親切な行為を、誰が語り尽くすことができるだろうか。
καὶ οὐ τούτου γε ἕνεκα ἡ πόλις ἠξίωσε πάντα ἐφεξῆς δέχεσθαι, οὐδʼ ὡς οἱ διδόντες ἐβούλοντο, ἀλλʼ ὡς αὐτῇ καλὸν ἦν λαβεῖν.
そして都市は、それだからといって、すべてを次から次へと受け入れることや、与える人々が望む通りに受け入れることを良しとせず、むしろ彼女自身にとって受け取ることがふさわしい方法で受け取った。
καὶ τί δεῖ ταῦτʼ ἐν μέρει καταλέγειν;
これらを個別に列挙する必要がどこにあろうか。
πάντα γὰρ τὰ ἔθνη τὰ πληροῦνθʼ ἡμῖν τὴν Ἀσίαν φιλοτιμίαν κοινὴν φιλοτιμεῖται πρὸς τὴν πόλιν, τὰ κράτιστα τῶν ἀρχαίων ἀνιστάντα.
我々のアジアを満たしているすべての民族が、この都市に対して共通の熱意をもって競い合い、古代の最も優れたものを再建しているからである。
ἐπὶ μόνης δὲ ταύτης τῆς πόλεως τὸ παλαιὸν ῥῆμα ἐξηλέγχθη ψευδῶς ἔχον, τὸ κακῶς πραξάντων λήθην εἶναι παρὰ τοῖς φίλοις·
しかし、この都市においてのみ、「不幸に陥った人々は、友人たちから忘れ去られる」という古い諺が、偽りであることが証明された。
τοσοῦτον αὐτῇ καὶ παρὰ τὴν συμφορὰν ἐπιφανείας καὶ χαρίτων καὶ δόξης ἐφυλάχθη παρὰ τοῦ δαίμονος.
それほどまでに、災難に際しても、彼女のために名声と恩恵と栄光が神によって守られたのである。
νῦν δʼ ὅσα μὲν θρηνώδους ἁρμονίας καὶ σχημάτων ἀχαρίτων καὶ παρὰ τῆς λύπης ἔχοντα τὴν εὐφημίαν ἐκποδὼν ἀπελήλυθε, λευχειμονεῖ δὲ ἡ ἤπειρος, πανηγυρίζει δʼ ἡ Ἑλλὰς ἐπὶ χρηστῆς ὑποθέσεως, ἡ πόλις δʼ ὥσπερ ἐν δράματι καὶ δὴ πάλιν ἐξ ἀρχῆς ἀναφύεται μεταβαλοῦσα τὴν ἡλικίαν, ἡ αὐτὴ παλαιὰ καὶ νέα γενομένη, ὥσπερ τὸν φοίνικα ἀναβιώσκεσθαι λόγος αὐτὸν ἐξ αὑτοῦ·
今や、哀悼の調べや不粋な姿、そして悲しみから生じる不吉な言葉はすべて遠くへと去り、大陸は白い衣をまとい、ギリシアは良き大義のもとで祝祭を執り行っている。 都市は、まるで演劇のように、若返って再び最初から生まれ変わりつつある。 彼女は古い都市でありながら新しく生まれ変わり、フェニックスが自身から自身を蘇らせるという伝説のようである。
οὐ γὰρ δὴ τοῦτʼ ἄρα δόξαι τῷ θεῷ ἕτερον φοίνικα ἀντʼ ἐκείνου τε καὶ μετʼ ἐκεῖνον γενέσθαι.
神が以前のものの代わりに、またその後に、別のフェニックスを誕生させることを決めたわけではないからである。
πάντα δʼ ὥσπερ ὁδῷ κεχωρηκέναι φαίνεται.
すべてが順調に進んでいるように見える。
Θησέως μὲν γὰρ ἐξ ἀρχῆς οἰκίσαντος, Ἀλέξανδρος ὕστερον εἰς τοῦτο τὸ σχῆμα προήγαγε.
最初はテセウスが建設し、後にアレクサンドロスがこの姿へと発展させた。
τρίτη δὲ χεὶρ τῶν πάντα νικώντων ἀνίστησι τὴν αὐτὴν καὶ συντίθησι·
そして、すべてを征服する者たちの第三の手が、同じ彼女を再建し、組み立て直している。
μεταθεῖναι μὲν γὰρ οὐκ ἠξίωσαν, ἔρωτι τῆς §269ὑπαρχούσης, οἱ δʼ ἐπὶ τῶν ἰχνῶν ἐγείρουσιν.
なぜなら、彼らは既存の土地から彼女を移転させることを良しとせず、既存の場所への愛着のゆえに、その遺構の上に彼女を建て直しているからである。
ἐπόθει δʼ ἄρα καὶ ἡ τῆς πόλεως φύσις οἰκιστὰς διττοὺς, δύο τὰς ἀρχηγέτιδας νέμουσα.
そして、都市の自然そのものも、二つの守護女神を宿しているがゆえに、二重の建城者を求めていたのである。
καὶ δὴ λιμένες τε κομίζονται τὰς τῆς φιλτάτης πόλεως ἀγκάλας καὶ πάλιν αὖ κατακοσμεῖται, καὶ τῷ Μέλητι οὐδὲν ἐμποδὼν τὸ μὴ τοὺς προσοίκους ἔχειν, ἦρος δὲ πύλαι καὶ θέρους ὑπὸ στεφάνων ἀνοίγνυνται. χοροὶ δὲ Νυμφῶν καὶ Μουσῶν ἐν αὐτῇ τε καὶ περὶ αὐτὴν χορεύουσι, ζέφυροι δὲ οὐ λυπήσουσι πνέοντες.
そして実に、港湾は最も愛する都市の抱擁を受け入れ、都市は再び美しく装飾され、メレス川が近隣の住民を持つことを妨げるものは何もなく、春と夏の門は花冠の下で開かれる。ニンフたちとミューズたちの合唱が、都市の内部や周囲で踊り、西風は吹いても害することはない。
ὦ μακάριοι μὲν τῶν πρεσβυτέρων οἱ πρὸς ταύτην ἀφιξόμενοι τὴν ἡμέραν, ἐν ᾗ τὴν Σμύρναν ὄψονται τὸν ἑαυτῆς ἔχουσαν κόσμον·
おお、スミュルナが本来の装飾を取り戻した姿を見るその日を迎えることができる年長者たちは、なんと幸いなことか。
παῖδες δὲ οὐδὲν ζημιωσόμενοι, ἀλλʼ ὀψόμενοι τὴν πατρίδα οἵαν οἱ γονεῖς ᾤκουν·
そして子供たちも、何の損失も被ることなく、親たちが住んでいた通りの祖国を見ることになる。
οἱ δʼ ἐν ἡλικίᾳ τὰ μὲν συμπράξαντές τε καὶ συμπονήσαντες, τὰ δὲ συνθύσοντες καὶ συνεορτάσοντες ἑαυτοῖς τε καὶ τοῖς εἰσαφικνουμένοις·
そして、働き盛りの世代は、一方ではともに働き、ともに苦労を重ね、他方では自分たちのために、また訪れる人々とともに、いけにえを捧げ、ともに祝うことになる。
ὡς τῶν παρόντων ἀγαθῶν ἔτι καλλίους αἱ τῶν μελλόντων ἐλπίδες.
現在の良きものよりも、未来への希望はさらに美しいからである。
ἀλλὰ Ζεῦ πολιεῦ τε καὶ θεαὶ κληροῦχοι τῆσδε τῆς πόλεως καὶ Πόσειδον, ὃς ἀμφότερα εἴληχας, κινεῖν τε καὶ σώζειν, καὶ θεοὶ βασίλειοί τε καὶ Ἑλλήνιοι, γενέσθαι τόνδε ἡμῖν τὸν οἰκισμὸν δευτέρων ἀμεινόνων βεβαιοτέρων ἐπὶ πολλῇ μὲν εὐφροσύνῃ καὶ δόξῃ τῶν οἰκιστῶν, χρηστοῖς δὲ τοῖς ἀπαντησομένοις τῇ πόλει διὰ παντὸς τοῦ μέλλοντος χρόνου, εἶναι δέ τι καὶ τοὐμὸν ἐν Ἕλλησι νῦν τε καὶ ὕστερον.
しかし、都市の守護神ゼウス、そしてこの都市の領有者たる女神たち、そして揺るがすことも救うことも、その双方の役目を持つポセイドンよ、そして皇帝たちの神々とギリシアの神々よ、我々にとってのこの再建が、再建者たちの多大なる喜びと栄光のもと、より良く、より確固たる第二の出発となり、来るべきすべての時間を通じて、この都市に幸いな出来事が出会うものとなりますように。 そして、私自身の働きもまた、現在および将来にわたって、ギリシア人の間でいくらかの価値を持つものとなりますように。