§86εἰς ταυτὸν τοὺς ὁμοτέχνους αὐτῶν συναγαγόντας παρὰ τούτου κελεύειν μανθάνειν ἃ χρὴ περὶ αὐτῶν φρονεῖν καὶ λέγειν.
(彼らは皆)その同業者たちを同じ場所に集めて、自分たちについてどのように考え語るべきかを彼から学ぶようにと勧めたであろうと思う。
ἐγέλων δʼ ἔγωγε ἐπὶ τοῖς τὸν Πλάτωνα προϊσταμένοις καὶ περὶ τοῦτον μόνον φιλοσοφοῦσιν, ὁ δὲ τῷ Πλάτωνι παντὸς ἄλλου μᾶλλον γνώμην ἐμὴν κεχαρισμένος.
私は、プラトンを第一に掲げて、彼についてのみ哲学する人々を笑っていたものだが、彼(アレクサンドロス)は、私の考えでは、他の誰よりもプラトンの意に適う者であった。
καὶ τοσοῦτον τοὺς ἄλλους ἐνίκα ποιηταῖς, λογογράφοις, ἅπασι τοῖς ἄνθεσιν ὅσοις αἱ ὧραι, φασὶ, φύουσι.
そして、詩人たち、散文作家たち、あるいは季節が実らせると言われるすべての花(優れた成果)において、彼は他の人々をそれほどまでに凌駕していた。
καὶ μὴν τοῦτό γε οὔθʼ ὑμᾶς λανθάνειν εἰκὸς οὔτε τοὺς ὕστερον ὡς καλὰ μὲν καὶ ἃ γράψας κατέλιπε καὶ βελτίονα τῶν ὁμοφύλων πάντων.
さらにまた、このこと、すなわち彼が書き残した作品も素晴らしく、同族のすべての作品よりも優れているということは、あなたがたにとっても、のちの人々にとっても、気づかれないはずがない。
ὅμως δὲ μικρὰ ἄττα εἴδωλα τῆς ἐκείνου παιδείας τε καὶ γνώμης.
しかしそれらは、彼の教養と精神の、わずかな影にすぎない。
τοσοῦτον ἐνίκα ταῖς συνουσίαις ὥστʼ ἔμοιγε τὸ τοῦ Πλάτωνος αὐτοῦ παρίστασθαι, παιδιὰν εἶναι δοκεῖν τὰ ἐν τοῖς γράμμασι πρὸς τὰς ὁμιλίας αὐτὰς τῶν σοφῶν ἀνδρῶν·
彼は講義においてあまりにも勝っていたので、私にはあのプラトン自身の見解、すなわち書かれたものの中にある事柄は、賢者たち自身の実際の対話に比べれば、お遊びにすぎないと思われるということが思い浮かぶほどであった。
ὥστε τοῦτό γε μήποτε οἰηθῇ τις ἐκ τούτων ὄψεσθαι πάντα τὸν Ἀλέξανδρον·
したがって、これらの書かれたものから、アレクサンドロスの全体像が見られるなどとは、誰も決して思うべきではない。
καίτοι τὸ τῆς Ὁμηρικῆς συγγραφῆς ἀποχρῶν καὶ ταύτῃ κόσμος εἶναι πολλαχῆ.
もっとも、彼のホメロス注解の著述は、それ自体で十分であり、多くの点において彼にとっての名誉となっているのではあるが。
δοκεῖ δέ μοι καὶ τὸ Αἰσώπου πρᾶγμα κομψὸν μέν τι γενέσθαι καὶ σοφὸν, τῇ δὲ Ἀλεξάνδρου παιδείᾳ παραβαλεῖν παιδιά·
また私には、イソップの事績も風雅で賢明なものであったと思われるが、アレクサンドロスの教養と比較すれば、お遊びに思われる。
ἐπεὶ πόστον μέρος ἦν τῶν Ἀλεξάνδρου τὰ Αἰσώπου σοφὰ, τοσοῦτον τὰ δεύτερα τῶν πρώτων ὑμῖν βελτίω ἐξήνεγκεν ἡ γῆ.
というのも、イソップの知恵はアレクサンドロスのものの何分の一にすぎなかったであろうか。 それほどまでに、この大地はあなたがたのために、のちのものを先の者よりも優れたものとして生み出したのである。
θαυμαστὸν δὲ καὶ τοῦτο.
そして、次のことも驚くべきことである。
μόνῳ γὰρ αὐτῷ τὸ δαιμόνιον πάνθʼ ὁμαλῶς συμμετρησάμενον φαίνεται, σῶμα μὲν κάλλιστον καὶ ἰσχυρότατον καὶ ὑγιεινότατον καὶ γεραρώτατον.
なぜなら、神は、彼に対してのみ、すべてのものを均等に配分したように見えるからである。 肉体は最も美しく、最も強く、最も健康的で、最も尊厳に満ちていた。
οὔκουν ἔμοιγε κριτῇ οὐδεὶς οὕτως ὡραῖος καὶ καλὸς ὡς ἐκεῖνος ἐν μυχῷ τοῦ γήρως.
少なくとも、私を判定者とするなら、極めて高齢でありながら、彼ほど若々しく美しかった者は誰もいない。
ψυχὴ δὲ ἡμερωτάτη καὶ παντὸς καλοῦ φυὴν μετεσχηκυῖα, παιδεία δὲ εἰς ὑπερβολὴν καὶ δόξα πρὸς ἀξίαν καὶ τιμαὶ παρʼ ἰδιωτῶν καὶ παρὰ βασιλέων παραπλήσιαι κατὰ τὴν ἑκατέρων τάξιν·
魂は最も穏やかで、あらゆる美の本性を分かち持っており、教養は極致に達し、名声はその価値にふさわしく、また一般市民からの、そして皇帝たちからの敬意は、それぞれの地位に応じて等しく注がれていた。
καὶ κλῆρος οἴκου προϊὼν ἀεὶ καὶ πόνοι μετὰ ῥᾳστώνης καὶ βίου πέρατα μήκιστα, ὡς δʼ εἰπεῖν, πᾶν εἶδος εὐχῆς συνεληλυθὸς, καὶ τὸ δίκαιον θεωρούμενον μετὰ τῆς τύχης.
そして、家産は常に増え続け、労苦は心の平穏を伴い、人生の終焉は極めて長く、いわば、あらゆる種類の幸福への願いが集まっており、正義が幸運と共に見出されていた。
§87καίτοι πάντα τὸν αὐτὸν λαβεῖν ἐδόκει μέχρι τούτου τῶν ἀδυνάτων εἶναι, ὁ δὲ ἢ τῶν γε δὴ πλείστων ἀνὴρ εἷς τυχὼν φαίνεται.
とはいえ、これらすべてのものを同一人物が獲得することは、これまで不可能なことと思われていたが、彼は、それらのすべて、あるいは少なくともその大部分を手に入れた、類いまれな一人の男であったことが明らかである。
γνοίη δʼ ἄν τις ἐξετάσας ἓν μόνον αὐτοῦ τὸ περὶ τὴν συνουσίαν τὴν πρὸς τοὺς βασιλέας καὶ παραθεὶς τὴν Ἀριστοτέλους πρὸς Φίλιππον καὶ Ἀλέξανδρον γενομένην.
人は、彼の特徴のうちただ一つ、すなわち皇帝たちとの交際について検討し、それをアリストテレスがピリッポスおよびアレクサンドロスと持った交際と比較してみるなら、そのことを知ることができるだろう。
ὡς ἡ μὲν ἐκείνου οὐ παντάπασιν ἀναίτιος τοῖς Ἕλλησιν, ἀλλʼ ἐδόκει τοῖς ἀνταγωνισταῖς καὶ τοῖς πολεμίοις συνεῖναι τοῦ κοινοῦ γένους, ἡ δὲ τούτου μετὰ τῆς δυνάμεως τὴν εὐδοξίαν εἶχεν.
というのは、あの者の交際は、ギリシア人たちにとって完全に無罪であったわけではなく、共同の民族の敵たちと交わっているように見えたのに対し、この者の交際は、権力とともに、高き名声をもたらしたからである。
οὐ γὰρ δυσμενέσι καὶ τοῖς πολεμίοις τῶν Ἑλλήνων, ἀλλʼ εὐεργέταις, οὐδʼ ἐπὶ τῷ κοινῷ κακῷ τῶν ὁμοφύλων συνῆν, ἀλλὰ καὶ πρὸς τῷ μηδὲν ἐναντιοῦσθαι καὶ ὠφελῶν εἴ τι δυνατὸν ἀεὶ τὸν εἰς χρείαν ἐλθόντα τῶν Ἑλλήνων καὶ δημοσίᾳ πᾶσιν ἀντὶ προξένου κοινοῦ καθεστηκώς.
なぜなら、彼はギリシア人の敵対者や敵たちと交わったのではなく、恩人たちと交わったのであり、また同胞たちの共通の害悪のために交わったのでもなく、何一つ敵対しないことに加えて、助けを求めてやって来たギリシア人を常にできる限り援助し、公的にはすべての人のための共同の後援者のような地位を占めていたからである。
τὴν δʼ αὖ Πλάτωνος πρὸς Διονύσιον, ὄντα μὲν δή που τὸν Διονύσιον ὅστις ὤφθη καλῶς ὕστερον ἐν Κορίνθῳ.
他方、プラトンのディオニュシオスとの交際はといえば――もっとも、そのディオニュシオスは、のちにコリントスにおいて、どのような姿として見られたかよく知られている人物であるが。
ἀλλʼ ἐῶ τοῦτο.
だが、このことは不問に付そう。
ἀλλʼ ὅ γε ἐβουλόμην εἰπεῖν περὶ τῆς ὁμιλίας, ὅτι γενναίαν μὲν, εὐτυχῆ δὲ οὐκ ἔξεστι προσειπεῖν, αὐτῷ δὲ ὑπῆρξεν ἀμφότερα, καὶ βούλεσθαι τὰ βέλτιστα ἀεὶ καὶ τυγχάνειν.
しかし、交際に関して私が言いたかったのは、彼らの交際を、高貴ではあるが、幸運であったと呼ぶことはできないのに対し、彼にはその両方、すなわち常に最善を望むことと、それを達成することの両方が備わっていたということである。
καὶ γὰρ οὖν οὐ ῥᾴδιον εὑρεῖν ὁποτέρῳ τῷ γένει μᾶλλον ἀνὴρ τίμιος, πότερα τῷ Ῥωμαίων, ἢ τῷ Ἑλληνικῷ, οὕτω πολλοῦ τοῖς ἄρχουσιν ἄξιον παρέσχεν ἑαυτόν.
それゆえ、この人がローマの民とギリシアの民のどちらにおいてより尊ばれたかを見出すのは容易ではない。 それほどまでに、彼は支配者たちに対して、きわめて価値ある者として身を捧げたのである。
ἐν τίσι δὲ ἀνθρώπων οὐκ εἰκὸς ἐκείνου λόγον εἶναι καὶ πάλαι καὶ νῦν;
いかなる人々の間で、かつても今も、彼の話がなされないことがあろうか。
τίνες οὕτως ἐπʼ ἐσχάτοις οἰκοῦσι;
これほどまでに世界の果てに住んでいる者がいるだろうか。
τίνες οὕτω τῶν καλῶν ἀναίσθητοι;
これほどまでに美しいものに対して無感覚な者がいるだろうか。
τίς οὐ δακρύσει τῆς φήμης ἐπελθούσης;
彼の訃報が届いたとき、誰が涙を流さないであろうか。
καὶ γὰρ εἰ καθʼ ὥραν ὁ θάνατος, ἀλλʼ οὐ τοῖς γε Ἕλλησιν ὡραῖον ἀνδρὸς τοιούτου στερηθῆναι.
なぜなら、たとえその死がしかるべき時であったとしても、ギリシア人たちにとって、このような人物を失うことが好ましい時期であるわけではないからである。
ἦ που νῦν ἅπασα μὲν ποίησις ἀπήνθηκε, πᾶσα δὲ συγγραφὴ συνέσταλται, πάντα δʼ ὑπολέλοιπε τὸν ἐξηγητὴν καὶ προστάτην οὐκ ἔχοντα, χήρα δʼ ἡ τέχνη.
今や、すべての詩は花を失い、すべての散文は萎縮し、すべてのものはその解釈者であり保護者を失って衰退し、技術は未亡人となった。
συνέσταλται δʼ ἀναγκαίως μικρὰ μικρῶς τοῖς πολλοῖς.
そして、一般の多くの人々にとっては、当然ながら、それはわずかなものとして、小さく縮こまってしまっている。
ὃ δέ φησιν Ἀριστοφάνης περὶ Αἰσχύλου σκότον εἶναι τεθνηκότος, τοῦτʼ ἄξιον καὶ περὶ τούτου νῦν εἰπεῖν
アリストパネスが、アイスキュロスの死について「暗闇である」と言っているその言葉は、今やこの人についても言われるに値する。